Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Sextus adv. math. VII 239. ὁ λέγων τὸν ἔρωτα ἐπιβολὴν εἶναι φιλοποιΐας συνεμφαίνει τὸ νέων ὡραίων, καὶ εἰ μὴ κατὰ ῥητὸν τοῦτο ἐκφέρῃ· οὐθεὶς γὰρ γερόντων καὶ ἀκμῆς ὥραν μὴ ἐχόντων ἐρᾷ.
Diog. Laërt. VII 114. ἡδονὴ δέ ἐστιν ἄλογος ἔπαρσις ἐφ’ αἱρετῷ δοκοῦντι ὑπάρχειν, ὑφ’ ἣν τάττεται κήλησις, ἐπιχαιρεκακία, τέρψις, διάχυσις. κήλησις μὲν οὖν ἐστιν ἡδονὴ δι’ ὤτων κατακηλοῦσα, ἐπιχαιρεκακία δὲ ἡδονὴ ἐπ’ ἀλλοτρίοις κακοῖς, τέρψις δέ, οἷον τρέψις, προτροπή τις ψυχῆς ἐπὶ τὸ ἀνειμένον, διάχυσις δὲ ἀνάλυσις ἀρετῆς.