Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Galenus de H. et Plat. decr. V 5 (167) p. 446 Mü. ἕπεται δ’ αὖθις τοῖσδε (sc. τῷ περὶ τῶν παθῶν λόγῳ) καὶ ὁ περὶ τῶν ἀρετῶν λόγος αὐτὸς ἔχων τὸ σφάλμα διττόν, εἴτ’ ἐπιστήμας τις ἁπάσας αὐτάς, εἴτε δυνάμεις ὑπολάβοι. τῶν μὲν γὰρ ἀλόγων τῆς ψυχῆς μερῶν ἀλόγους ἀνάγκη καὶ τὰς ἀρετὰς εἶναι, τοῦ λογιστικοῦ δὲ μόνου λογικήν. ὥστ’ εὐλόγως ἐκείνων μὲν αἱ ἀρεταὶ δυνάμεις εἰσίν, ἐπιστήμη δὲ μόνου τοῦ λογιστικοῦ. Χρύσιππος δὲ μεγάλα σφάλλεται, οὐχ ὅτι μηδεμίαν ἀρετὴν ἐποίησε δύναμιν (οὐ γὰρ μέγα τὸ τοιοῦτον σφάλμα ἐστίν, οὐδὲ διαφερόμεθα πρὸς αὐτὸ) ἀλλ’ ὅτι πολλὰς ἐπιστήμας τε καὶ ἀρετὰς εἶναι φήσας μίαν ἔφησεν εἶναι δύναμιν τῆς ψυχῆς. οὐ γὰρ ἐνδέχεται μιᾶς δυνάμεως ἀρετὰς εἶναι πολλάς, εἴγε μηδὲ τελειότητας πολλὰς ἑνὸς πράγματος. μία γὰρ ἑκάστου τῶν ὄντων ἡ τελειότης, ἡ δ’ ἀρετὴ τελειότης ἐστὶ τῆς ἑκάστου φύσεως, ὡς αὐτὸς ὁμολογεῖ. κάλλιον οὖν Ἀρίστων ὁ Χῖος,
οὔτε πολλὰς εἶναι τὰς ἀρετὰς τῆς ψυχῆς ἀποφηνάμενος, ἀλλὰ μίαν, ἣν ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν εἶναί φησιν, οὔτε περὶ τῶν παθῶν ἐναντία ταῖς ἰδίαις ὑποθέσεσι γράψας, ὥσπερ ὁ Χρύσιππος.Plutarchus de Stoic. repugn. cp. 7 p. 1034d. Οὐ μόνον δὲ ὁ Ζήνων περὶ ταῦτα φαίνεται αὑτῷ μαχόμενος (unane sit virtus an complures), ἀλλὰ καὶ Χρύσιππος, Ἀρίστωνι μὲν ἐγκαλῶν, ὅτι μιᾶς ἀρετῆς σχέσεις ἔλεγε τὰς ἄλλας εἶναι, Ζήνωνι δὲ συνηγορῶν οὕτως ὁριζομένῳ τῶν ἀρετῶν ἑκάστην.
Galenus de H. et Plat. decr. VII (206. 583 M.). οὐ μόνον δὲ τοὺς περὶ ψυχῆς ἡγεμονικοῦ λόγους ἠρωτημένους ὑπὸ αὐτῶν ἐλέγχοντες ἐμηκύναμεν, ἀλλὰ καὶ τὰ περὶ τῶν παθῶν τῆς ψυχῆς ὑπὸ Χρυσίππου γεγραμμένα, τοῦτο μὲν ἐν τοῖς λογικοῖς ὑπομνήμασι τρισί, τοῦτο δὲ ἐν τῷ θεραπευτικῷ, μετὰ τοῦ καὶ δεικνύειν αὐτὸν ἑαυτῷ διαφερόμενον. ἐπεμνήσθημεν δὲ καὶ τῶν Ποσειδωνίου συγγραμμάτων, ἐν οἷς ἐπαινεῖ τὸν παλαιὸν λόγον ἐλέγχων τὰ Χρυσίππῳ κακῶς εἰρημένα περί τε τῶν παθῶν τῆς ψυχῆς καὶ τῶν ἀρετῶν τῆς διαφορᾶς. ὥσπερ γὰρ ἀναιρεῖται τὰ πάθη τῆς ψυχῆς, εἰ μόνον εἴη τὸ λογιστικὸν αὐτῇ, μηδενὸς μήτε ἐπιθυμητικοῦ μήτε θυμοειδοῦς ὄντος, οὕτω καὶ τῶν ἀρετῶν πλὴν φρονήσεως αἱ λοιπαὶ πᾶσαι. καίτοι κἀνταῦθα εἴ τις ἐπεξέρχοιτο τῷ λόγῳ τά τε περὶ τῆς διαφορᾶς τῶν ἀρετῶν ἐν τέτταρσι βιβλίοις ὑπὸ Χρυσίππου γεγραμμένα βασανίζων ὅσα τε καθ’ ἓν ἄλλο διῆλθεν, ᾧ δείκνυσι ποιὰς εἶναι τὰς ἀρετὰς ἐλέγχων τὸν Ἀρίστωνος λόγον, οὐχ ἑνὸς ἢ δυοῖν ἀλλὰ τριῶν ἢ τεττάρων ἂν δεηθείη βιβλίων. ἔστι μὲν γὰρ κἀνταῦθα λόγος εἷς βραχὺς ἐπιστημονικὸς ἐλέγχων τὸν Χρύσιππον, οὔτε τἀληθῆ πρεσβεύοντα καὶ μηκύνοντα περιττῶς. ἀλλὰ οἱ μήτε παιδευθέντες ἐν ἀποδεικτικῇ μεθόδῳ μήθ’ ὅλως γνόντες, ὁποία τίς ἐστι, μόνῳ δὲ τῷ μεγέθει καὶ πλήθει τῶν ὑπὸ Χρυσίππου γραφέντων βιβλίων προσέχοντες τὸν νοῦν ἀληθῆ νομίζουσι πάνθ’ ὑπάρχειν αὐτά. καὶ γὰρ καὶ ὄντως ἐστὶ τὰ πλεῖστα αὐτῶν ἀληθῆ καὶ μάλιστά γε τὰ κατὰ ἐκεῖνο τὸ βιβλίον, ἐν ᾧ δείκνυσι ποιὰς εἶναι τὰς ἀρετάς. ἀλλὰ ὅτι τῷ μίαν ὑποθεμένῳ δύναμιν ὑπάρχειν ἐν τῇ ψυχῇ τὴν λογικήν τε καὶ κριτικὴν ὀνομαζομένην, ἀνελόντι δὲ τὴν ἐπιθυμητικήν τε καὶ θυμοειδῆ, καθάπερ ὁ Χρύσιππος ἀνεῖλε, μάχεται τὰ κατὰ τοῦτο τὸ βιβλίον εἰρημένα, ταυτὶ μέμψαιτο ἄν τις αὐτῷ· τὸ μέντοι καταβάλλεσθαι τὴν Ἀρίστωνος αἵρεσιν ἀληθῶς ὑπὸ τῶν γεγραμμένων οὐκ ἄν τις μέμψαιτο. νομίζει γὰρ ὁ ἀνὴρ ἐκεῖνος μίαν οὖσαν τὴν ἀρετὴν ὀνόμασι πλείοσιν ὀνομάζεσθαι
κατὰ τὴν πρός τι σχέσιν. ὁ τοίνυν Χρύσιππος δείκνυσιν οὐκ ἐν τῇ πρός τι σχέσει γινόμενον τὸ πλῆθος τῶν ἀρετῶν τε καὶ κακιῶν, ἀλλὰ ἐν ταῖς οἰκείαις οὐσίαις ὑπαλλαττομέναις κατὰ τὰς ποιότητας, ὡς ὁ τῶν παλαιῶν ἠβούλετο λόγος· ὅπερ καὶ αὐτὸ βραχὺ παρατρέψας ὁ Χρύσιππος ἑτέραις λέξεσι διῆλθεν ἐν τῷ ποιὰς εἶναι τὰς ἀρετὰς τοῖς τε ἐπιχειρήμασιν οὐ πρέπουσι τῷ τὸ λογικὸν εἶναι μόνον τῆς ψυχῆς τεθειμένῳ, τὸ παθητικὸν δὲ ἀνῃρηκότι. πῶς οὖν ἐγὼ τοῦ μήκους τῶν λόγων αἴτιος, ἐὰν ἀναγκασθῶ νῦν ἀποδεικνύειν ἀλλοτρίας αἱρέσεως ἐπιχειρήμασι χρώμενον τὸν Χρύσιππον εἰκότως καταβαλεῖν τὴν Ἀρίστωνος δόξαν;Galenus in Hippocr. de humoribus lib. II Vol. XVI p. 303 K.(postquam trichotomiam animae Platonicam probare studuit). ἀλλ’ ὅμως ἔνιοί φασι μίαν εἶναι τῆς ψυχῆς οὐσίαν· τὴν δ’ ἀρετὴν εἶναι βούλονται τελειότητα τῆς ἑκάστου φύσεως. εἰ μὲν οὖν τι τοιοῦτον πρᾶγμά ἐστιν ἡ ἀρετή, μία ἔσται, εἴπερ καὶ τελειότης ἐστὶ μία· καὶ οὕτω κατὰ τὸ λογιστικὸν μέρος τῆς ψυχῆς ἀναγκαῖον ἐπιστήμην εἶναι τὴν ἀρετήν· καὶ εἴπερ ἓν μόνον ἐστὶ τοῦτο ἐν ταῖς ψυχαῖς ἡμῶν, τὸ λογιζόμενον, οὐ χρὴ ζητεῖν ἀρετὰς πολλάς.