Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Diog. Laërt. VII 92. Παναίτιος μὲν οὖν δύο φησὶν ἀρετάς - - τέτταρας δὲ οἱ περὶ Ποσειδώνιον καὶ πλείονας οἱ περὶ Κλεάνθην καὶ Χρύσιππον.

Stobaeus ecl. II 59, 4 W. φρόνησιν δ’ εἶναι ἐπιστήμην ὧν ποιητέον καὶ οὐ ποιητέον καὶ οὐδετέρων ἢ ἐπιστήμην ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων φύσει πολιτικοῦ ζῴου (καὶ ἐπὶ τῶν λοιπῶν δὲ ἀρετῶν οὕτως ἀκούειν παραγγέλλουσι). σωφροσύνην δ’ εἶναι ἐπιστήμην αἱρετῶν καὶ φευκτῶν καὶ οὐδετέρων· δικαιοσύνην δὲ ἐπιστήμην ἀπονεμητικὴν τῆς ἀξίας ἑκάστῳ· ἀνδρείαν δὲ ἐπιστήμην δεινῶν καὶ οὐ δεινῶν καὶ οὐδετέρων· ἀφροσύνην δὲ ⟨ἄγνοιαν⟩ ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων, ἢ ἄγνοιαν ὧν ποιητέον καὶ οὐ ποιητέον καὶ οὐδετέρων· ἀκολασίαν δὲ ἄγνοιαν αἱρετῶν καὶ φευκτῶν καὶ οὐδετέρων· ⟨ἀδικίαν δὲ ἄγνοιαν μὴ ἀπονεμητικὴν τῆς ἀξίας ἑκάστῳ⟩· δειλίαν δὲ ἄγνοιαν δεινῶν καὶ οὐ δεινῶν καὶ οὐδετέρων. Παραπλησίως δὲ καὶ τὰς ἄλλας ἀρετὰς καὶ κακίας ὁρίζονται, τῶν εἰρημένων ἐχόμενοι. Κοινότερον δὲ τὴν ἀρετὴν διάθεσιν εἶναί φασι ψυχῆς σύμφωνον αὑτῇ περὶ ὅλον τὸν βίον.

Philo Leg. Alleg. I § 63 Vol. I p. 77, 12 Wendl. Διὰ τούτων βούλεται τὰς κατὰ μέρος ἀρετὰς ὑπογράφειν· εἰσὶ δὲ τὸν ἀριθμὸν τέσσαρες, φρόνησις, σωφροσύνη, ἀνδρία, δικαιοσύνη.

§ 65. ἡ μὲν φρόνησις περὶ τὰ ποιητέα, ὅρους αὐτοῖς τιθεῖσα, ἡ δὲ

ἀνδρεία τοῖς ὑπομενετέοις· ἡ δὲ σωφροσύνη τοῖς αἱρετέοις· ἡ δὲ δικαιοσύνη τοῖς ἀπονεμητέοις.

§ 67. κατὰ δὲ τὸν τόπον τῆς φρονήσεως δύο εἰσὶ ποιοί, ὅ τε φρόνιμος καὶ ὁ φρονῶν. fere eadem redeunt p. 79 addito: ὁ μὲν συνιστάμενος κατὰ τὴν φρόνησιν, ὁ δὲ φρονῶν κατὰ τὸ φρονεῖν.

de fortitudine § 68: ἐπιστήμη γάρ ἐστιν ὑπομενετέων καὶ οὐχ ὑπομενετέων καὶ οὐδετέρων.

de iustitia § 87 p. 84, 2. ὅτι ἀπονεμητικὴ τῶν κατ’ ἀξίαν ἐστὶν ἡ δικαιοσύνη καὶ τέτακται οὔτε κατὰ τὸν κατήγορον οὔτε κατὰ τὸν ἀπολογούμενον, ἀλλὰ κατὰ τὸν δικαστήν. Ὥσπερ οὖν ὁ δικαστὴς οὔτε νικῆσαί τινας προῄρηται οὔτε πολεμῆσαί τισι καὶ ἐναντιωθῆναι, γνώμην δ’ ἀποφηνάμενος βραβεύει τὸ δίκαιον· οὕτως ἡ δικαιοσύνη οὐδενὸς οὖσα ἀντίδικος, ἀπονέμει τὸ κατ’ ἀξίαν ἑκάστῳ πράγματι.

Stobaeus ecl. II 60, 9 W. Τῶν δ’ ἀρετῶν τὰς μὲν εἶναι πρώτας, τὰς δὲ ταῖς πρώταις ὑποτεταγμένας· πρώτας δὲ τέτταρας εἶναι, φρόνησιν, σωφροσύνην, ἀνδρείαν, δικαιοσύνην. Καὶ τὴν μὲν φρόνησιν περὶ τὰ καθήκοντα γίνεσθαι· τὴν δὲ σωφροσύνην περὶ τὰς ὁρμὰς τοῦ ἀνθρώπου· τὴν δὲ ἀνδρείαν περὶ τὰς ὑπομονάς· τὴν δὲ δικαιοσύνην περὶ τὰς ἀπονεμήσεις. Τῶν δὲ ὑποτεταγμένων ταῖς ἀρεταῖς ταύταις τὰς μὲν τῇ φρονήσει ὑποτετάχθαι, τὰς δὲ τῇ σωφροσύνῃ, τὰς δὲ τῇ ἀνδρείᾳ, τὰς δὲ τῇ δικαιοσύνῃ. Τῇ μὲν οὖν φρονήσει ὑποτάττεσθαι εὐβουλίαν, εὐλογιστίαν, ἀγχίνοιαν, νουνέχειαν, ⟨εὐστοχίαν⟩, εὐμηχανίαν· τῇ δὲ σωφροσύνῃ εὐταξίαν, κοσμιότητα, αἰδημοσύνην, ἐγκράτειαν· τῇ δὲ ἀνδρείᾳ καρτερίαν, θαρραλεότητα, μεγαλοψυχίαν, εὐψυχίαν, φιλοπονίαν· τῇ δὲ δικαιοσύνῃ εὐσέβειαν, χρηστότητα, εὐκοινωνησίαν, εὐσυναλλαξίαν. Εὐβουλίαν μὲν οὖν εἶναι λέγουσιν ἐπιστήμην τοῦ ποῖα καὶ πῶς πράττοντες πράξομεν συμφερόντως· εὐλογιστίαν δὲ ἐπιστήμην ἀνταναιρετικὴν καὶ συγκεφαλαιωτικὴν τῶν γινομένων καὶ ἀποτελουμένων· ἀγχίνοιαν δὲ ἐπιστήμην εὑρετικὴν τοῦ καθήκοντος ἐκ τοῦ παραχρῆμα· νουνέχειαν δὲ ἐπιστήμην ⟨τῶν χειρόνων καὶ βελτιόνων· εὐστοχίαν δὲ ἐπιστήμην⟩ ἐπιτευκτικὴν τοῦ ἐν ἑκάστῳ σκοποῦ· εὐμηχανίαν δὲ ἐπιστήμην εὑρετικὴν διεξόδου πραγμάτων· εὐταξίαν δὲ ἐπιστήμην τοῦ πότε πρακτέον καὶ τί μετὰ τί καὶ καθόλου τῆς τάξεως τῶν πράξεων· κοσμιότητα δὲ ⟨ἐπιστήμην⟩ πρεπουσῶν καὶ ἀπρεπῶν κινήσεων· αἰδημοσύνην δὲ ἐπιστήμην εὐλαβητικὴν ὀρθοῦ ψόγου· ἐγκράτειαν δὲ ἐπιστήμην ἀνυπέρβατον τῶν κατὰ τὸν ὀρθὸν λόγον φανέντων· καρτερίαν δὲ ἐπιστήμην ἐμμενητικὴν τοῖς ὀρθῶς κριθεῖσι· θαῤῥαλεότητα δὲ ἐπιστήμην καθ’ ἣν οἴδαμεν ὅτι οὐδενὶ δεινῷ μὴ περιπέσωμεν· μεγαλοψυχίαν δὲ ἐπιστήμην ὑπεράνω ποιοῦσαν τῶν πεφυκότων ἐν σπουδαίοις τε γίνεσθαι καὶ φαύλοις· εὐψυχίαν δὲ ἐπιστήμην ψυχῆς παρεχομένης ἑαυτὴν ἀήττητον· φιλοπονίαν δὲ ἐπιστήμην ἐξεργαστικὴν τοῦ προκειμένου, οὐ κωλυομένην διὰ πόνον· εὐσέβειαν δὲ ἐπιστήμην θεῶν θεραπείας· χρηστότητα δὲ ἐπιστήμην εὐποιητικήν· εὐκοινωνησίαν δὲ ἐπιστήμην ἰσότητος ἐν κοινωνίᾳ· εὐσυναλλαξίαν δὲ ἐπιστήμην τοῦ συναλλάττειν ἀμέμπτως τοῖς πλησίον.

Πασῶν δὲ τούτων τῶν ἀρετῶν τὸ τέλος εἶναι τὸ ἀκολούθως τῇ φύσει ζῆν· ἑκάστην δὲ τούτου διὰ τῶν ἰδίων παρέχεσθαι τυγχάνοντα τὸν ἄνθρωπον.

Ἔχειν γὰρ ἀφορμὰς παρὰ τῆς φύσεως καὶ πρὸς τὴν τοῦ καθήκοντος εὕρεσιν καὶ πρὸς τὴν τῶν ὁρμῶν εὐστάθειαν καὶ πρὸς τὰς ὑπομονὰς καὶ πρὸς τὰς ἀπονεμήσεις. Καὶ ⟨κατὰ⟩ τὸ σύμφωνον καὶ τὸ ἑαυτῆς ἑκάστη τῶν ἀρετῶν πράττουσα παρέχεται τὸν ἄνθρωπον ἀκολούθως τῇ φύσει ζῶντα.