Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Lactant. instit. div. III 25. Quodsi natura hominis sapientiae capax est, oportuit et opifices et rusticos et mulieres et omnes denique, qui humanam formam gerunt, doceri, ut sapiant; populumque ⟨sapientum⟩ ex omni lingua et conditione et sexu et aetate conflari. - - Senserunt hoc adeo Stoici, qui et servis et mulieribus philosophandum esse dixerunt, Epicurus quoque qui rudes omnium literarum ad philosophiam invitat.
Clemens Al. Strom. IV 8 p. 590. ὡμολόγηται δ’ ἡμῖν τὴν αὐτὴν φύσιν κατὰ γένος ἕκαστον τὴν αὐτὴν καὶ ἴσχειν ἀρετήν· οὐκ ἄλλην τοίνυν πρὸς τὴν ἀνθρωπότητα φύσιν ἔχειν ἡ γυνή, ἄλλην δὲ ὁ ἀνὴρ φαίνεται, ἀλλὰ τὴν αὐτήν· ὥστε καὶ τὴν ἀρετήν.
idem p. 592. φιλοσοφητέον οὖν καὶ ταῖς γυναιξίν, ἐμφερῶς τοῖς ἀνδράσιν etc.
Plutarchus de virtute morali cp. 2 p. 441a. ἔοικε δὲ καὶ Ζήνων εἰς τοῦτό πως ὑποφέρεσθαι ὁ Κιτιεὺς (praecedentibus Aristonis de virtutibus sententia enarratur) ὁριζόμενος τὴν φρόνησιν ἐν μὲν
ἀπονεμητέοις δικαιοσύνην, ἐν δ’ αἱρετέοις σωφροσύνην, ἐν δὲ ὑπομενετέοις ἀνδρείαν· ἀπολογούμενοι δὲ ἀξιοῦσιν ἐν τούτοις τὴν ἐπιστήμην φρόνησιν ὑπὸ τοῦ Ζήνωνος ὠνομάσθαι. Χρύσιππος δὲ κατὰ τὸ ποιὸν ἀρετὴν ἰδίᾳ ποιότητι συνίστασθαι νομίζων ἔλαθεν ἑαυτὸν κατὰ τὸν Πλάτωνα σμῆνος ἀρετῶν οὐ σύνηθες οὐδὲ γνώριμον ἐγείρας· ὡς γὰρ παρὰ τὸν ἀνδρεῖον ἀνδρείαν καὶ παρὰ τὸν πρᾷον πρᾳότητα καὶ δικαιοσύνην παρὰ τὸν δίκαιον, οὕτως παρὰ τὸν χαρίεντα χαριεντότητα καὶ παρὰ τὸν ἐσθλὸν ἐσθλότητα, καὶ παρὰ τὸν μέγαν μεγαλότητα, καὶ παρὰ τὸν καλὸν καλότητα, ἑτέρας τε τοιαύτας ἐπιδεξιότητας, εὐαπαντησίας, εὐτραπελίας ἀρετὰς τιθέμενος, πολλῶν καὶ ἀτόπων ὀνομάτων οὐδὲν δεομένην ἐμπέπληκε φιλοσοφίαν.Galenus de H. et Plat. decr. VII 2 (208. 591 M.) de Chrysippi libro,quem contra Aristonem conscripsit περὶ τοῦ ποιὰς εἶναι τὰς ἀρετάς, disputans: νομίσας γοῦν ὁ Ἀρίστων μίαν εἶναι τῆς ψυχῆς δύναμιν, ᾗ λογιζόμεθα, καὶ τὴν ἀρετὴν τῆς ψυχῆς ἔθετο μίαν, ἐπιστήμην ἀγαθῶν καὶ κακῶν. ὅταν μὲν οὖν αἱρεῖσθαί τε δέῃ τἀγαθὰ καὶ φεύγειν τὰ κακά, τὴν ἐπιστήμην τήνδε καλεῖ σωφροσύνην· ὅταν δὲ πράττειν μὲν τἀγαθά, μὴ πράττειν δὲ τὰ κακά, φρόνησιν· ἀνδρείαν δὲ ὅταν τὰ μὲν θαρρῇ, τὰ δὲ φεύγῃ· ὅταν δὲ τὸ κατὰ ἀξίαν ἑκάστῳ νέμῃ, δικαιοσύνην· ἑνὶ δὲ λόγῳ γινώσκουσα μὲν ἡ ψυχὴ χωρὶς τοῦ πράττειν τἀγαθά τε καὶ κακὰ σοφία τέ ἐστι καὶ ἐπιστήμη, πρὸς δὲ τὰς πράξεις ἀφικνουμένη τὰς κατὰ τὸν βίον, ὀνόματα πλείω λαμβάνει τὰ προειρημένα, φρόνησίς τε καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία καλουμένη. τοιαύτη μέν τις ἡ Ἀρίστωνος δόξα περὶ τῶν τῆς ψυχῆς ἀρετῶν. ὅ γε μὴν Χρύσιππος οὐκ οἶδα ὅπως ἀντιλέγειν ἐπιχειρεῖ τἀνδρὶ τὴν κοινὴν πρὸς αὐτὸν ὑπόθεσιν ἀκριβῶς διαφυλάττοντι. καλῶς γὰρ ἅπαντα γινωσκόντων τε καὶ πραττόντων ἡμῶν ἂν ὁ βίος διοικοῖτο κατὰ ἐπιστήμην, κακῶς δὲ καὶ ψευδῶς γινωσκόντων τε καὶ πραττόντων κατὰ ἄγνοιαν, ὡς αὐτὸς ὁ Χρύσιππος βούλεται, καὶ διὰ ταῦτα μία μὲν ἀρετὴ γίνοιτο ἄν, ἡ ἐπιστήμη, μία δὲ ὡσαύτως ἡ κακία, προσαγορευομένη καὶ ἥδε ποτὲ μὲν ἄγνοια, ποτὲ δὲ ἀνεπιστημοσύνη. ἐὰν οὖν τις τὸν θάνατον ἢ τὴν πενίαν ἢ τὴν νόσον ὡς κακὰ δεδιὼς ᾖ, δέον θαῤῥεῖν, ὡς ἐπὶ ἀδιαφόροις, ἐνδείᾳ μὲν ἐπιστήμης αὐτὸν τίθενται ἀγνοεῖν τἀληθές, ὡς ἂν Ἀρίστων τε καὶ Χρύσιππος εἴποι, κακίαν δὲ ἔχειν ψυχῆς, ἣν ὀνομάζουσι δειλίαν, ᾗ ἐναντίαν ἀρετὴν αὐτοί φασιν εἶναι τὴν ἀνδρείαν, ἐπιστήμην οὖσαν ὧν χρὴ θαῤῥεῖν ἢ μὴ θαρρεῖν, τουτέστιν ἀγαθῶν τε καὶ κακῶν τῶν ὄντως δηλονότι τοιούτων, οὐ κατὰ
ψευδῆ δόξαν ὑπειλημμένων, οἷάπερ ἐστὶν ὑγίεια καὶ πλοῦτος καὶ νόσος καὶ πενία. τούτων γὰρ οὐδὲν οὔτε ἀγαθὸν οὔτε κακὸν εἶναί φασιν, ἀλλὰ ἀδιάφορα πάντα. καὶ τοίνυν, εἰ τὸ μὲν ἡδὺ νομίσας τις ἀγαθόν, τὸ δὲ ἀνιαρὸν κακὸν ἀκολουθῶν τῇ δόξῃ τῇδε τοῦ μεν τὴν αἵρεσιν ποιοῖτο, τοῦ δὲ τὴν φυγήν, ἀμαθής ἐστιν οὐσίας ἀγαθοῦ καὶ διὰ ταῦτα ἀκόλαστος. ἐν ἁπάσαις γὰρ πράξεσιν αἱρουμένων ἡμῶν τὸ φαινόμενον ἀγαθόν, φευγόντων δὲ τὸ φαινόμενον κακόν, ἐχόντων δὲ φύσει τὰς ὁρμὰς ταύτας ἐφ’ ἑκάτερον ἡ φιλοσοφία διδάσκουσα τὸ κατὰ ἀλήθειαν ἀγαθόν τε καὶ κακὸν ἀναμαρτήτους ἐργάζεται. Χρύσιππος δὲ οὐκ οἶδα ὅπως, ὥσπερ οἱ ἰδιῶται λόγων, τῇ διαφορᾷ τῶν φωνῶν, οὐ τοῖς τυγχάνουσιν αὐταῖς πράγμασι προσέχει τὸν νοῦν, ἕτερόν τι νομίζων δηλοῦσθαι καθ’ ἑκάστην τῶνδε τῶν φωνῶν, αἱρετέον, ποιητέον, θαρρητέον, ἀγαθόν. ἔστι δὲ οὐχ ἕτερον, ἀλλὰ ἐν ἁπάσαις ταὐτόν, ὅπερ ἐκ τῆς ἀγαθὸν δηλοῦται. - - - ἁπάσαις γὰρ ταύταις ταῖς λέξεσιν ἀγαθὸν καὶ κακὸν λέγει καὶ κατὰ αὐτὸν τὸν Χρύσιππον, εἴ γε δὴ τὸ ἀγαθὸν αὐτὸ μόνον ἐστὶ αἱρετέον καὶ ποιητέον καὶ θαρρητέον· ὥστε τὴν τῶν ἀγαθῶν ἐπιστήμην ἐν διαφόροις ὕλαις ἢ πράξεσιν ἐξεταζομένην ὀνόματα πλείω λαμβάνειν, ἕκαστον ἐν τῷ πρός τι κατὰ τὴν ὕλην ἢ τὴν πρᾶξιν ὑφιστάμενον. - - - οὕτως οὖν κἀν τοῖς περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς ὁ Χρύσιππος ἀποχωρῶν τῶν ἐπιστημονικῶν καὶ ἀποδεικτικῶν λημμάτων ἐν τοῖς ὑπολοίποις ἀλᾶται τρισὶ γένεσιν, ὃς ἔν γε τῷ ποιὰς εἶναι τὰς ἀρετὰς ἐπιστημονικῶν μᾶλλον ἅπτεται, καταβαλλόντων μὲν ὄντως τὸν Ἀρίστωνος λόγον, οὐ μὴν τῇ γε οἰκείᾳ πρεπόντων ὑποθέσει.