Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Philo quaest. et solut. in Genesin IV 11 (p. 254 Aucher). Ad interrogationem ergo respondet (scil. intellectus): Ecce virtus non tantum in me intellectu est, verum etiam in vacuo securoque tabernaculo corporis, extendens se usque ad sensus aliaque instrumenta partialia. Nam video secundum virtutem et audio, olfacio, gusto, tango ceterosque motus exerceo secundum prudentiam, castitatem, fortitudinem et iustitiam.
Stobaeus ecl. II 100, 15 W. Τὴν δ’ ἀρετὴν πολλοῖς ὀνόμασι προσαγορεύουσιν. Ἀγαθόν τε γὰρ λέγουσιν αὐτήν, ὅτι ἄγει ἡμᾶς ἐπὶ τὸν ὀρθὸν βίον· καὶ ἀρεστόν, ὅτι δοκιμαστόν ἐστιν ἀνυπόπτως· καὶ πολλοῦ
ἄξιον, ⟨ὅτι⟩ ἀνυπέρβλητον ἔχει τὴν ἀξίαν· καὶ σπουδαῖον, ἄξιον γὰρ εἶναι πολλῆς σπουδῆς· καὶ ἐπαινετόν, εὐλόγως γὰρ ἄν τις αὐτὴν ἐπαινοίη· καὶ καλόν, ὅτι πρὸς ἑαυτὴν καλεῖν πέφυκε τοὺς ὀρεγομένους αὐτῆς· καὶ συμφέρον, φέρειν γὰρ τοιαῦτα ἃ συντείνει πρὸς τὸ εὖ ζῆν· καὶ χρήσιμον, ὅτι ἐν τῇ χρείᾳ ὠφέλιμόν ἐστι· καὶ αἱρετόν, συμβαίνειν γὰρ ἀπ’ αὐτῆς ἃ εὐλόγως ἔστιν αἱρεῖσθαι· καὶ ἀναγκαῖον, ὅτι παροῦσά τε ὠφελεῖ καὶ μὴ παρούσης οὐκ ἔστιν ὠφελεῖσθαι· καὶ λυσιτελές, τὰς γὰρ ἀπ’ αὐτῆς ὠφελείας κρείττους εἶναι τῆς πραγματείας τῆς εἰς ταύτας συντεινούσης· καὶ αὔταρκες, ἐξαρκεῖν γὰρ τῷ ἔχοντι· καὶ ἀνενδεές, ὅτι ἐνδείας ἀπαλλάττει πάσης· καὶ ἀποχρῶν διὰ τὸ ἐν τῇ χρήσει ἱκανὸν εἶναι καὶ διατείνειν εἰς πᾶσαν τὴν κατὰ τὸν βίον χρείαν.Philo quod det. potiori insidiari soleat § 72 Vol. I p. 274, 30 Wendl. Ἀποκναίουσι γοῦν ἡμῶν τὰ ὦτα (scil. οἱ σοφισταὶ) τὴν δικαιοσύνην κοινωνικόν, τὴν σωφροσύνην συμφέρον, τὴν ἐγκράτειαν ἀστεῖον, τὴν εὐσέβειαν ὠφελιμώτατον, τὴν ἄλλην ἀρετὴν ὑγιεινότατόν τε καὶ σωτήριον ἀποφαίνοντες· καὶ πάλιν τὴν ἀδικίαν ἄσπονδον, τὴν ἀκολασίαν νοσερόν, τὴν ἀσέβειαν ἔκθεσμον, τὴν ἄλλην κακίαν βλαβερώτατον διεξιόντες.
Plutarchus de Stoic. repugn. cp. 26 p. 1046c. ἐν πολλοῖς πάλιν εἴρηκεν, ὡς οὐδ’ ⟨ἂν⟩ τὸν δάκτυλον καθήκοι προτεῖναι χάριν ἀμεριαίας φρονήσεως, καθάπερ ἀστραπῆς διερχομένης. Ἀρκέσει δὲ παραθεῖναι τὰ ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὑπ’ αὐτοῦ γεγραμμένα περὶ τούτων· ὑπειπὼν γὰρ ὡς οὔτε πᾶν ἀγαθὸν ἐπίσης εἰς χαρὰν πίπτει, οὔτε πᾶν κατόρθωμα εἰς σεμνολογίαν, ἐπενήνοχε ταῦτα· Καὶ γὰρ εἰ μόνον μέλλοι ἀμερῆ χρόνον ἢ τὸν ἔσχατον ἕξειν φρόνησιν, οὐδ’ ἂν τὸν δάκτυλον καθήκοι ἐκτεῖναι ἕνεκα τῆς οὕτω παρεσομένης φρονήσεως.
Plutarchus de comm. not. cp. 8 p. 1062a. πάλιν οὐδὲν εἶναί φασιν ἀρετῆς ὄφελος ὀλιγοχρονίου· τί γάρ, ἂν μέλλοντι ναυαγεῖν εὐθὺς ἢ κατακρημνίζεσθαι φρόνησις ἐπιγένηται; τί δ’ ἂν ὁ Λίχας, ὑπὸ τοῦ Ἡρακλέους ἀποσφενδονώμενος, εἰς ἀρετὴν ἐκ κακίας μεταβάλῃ;