Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Plutarchus de Stoic. repugn. cp. 13 p. 1038f. Ἐπαινεῖν δὲ μὴ πᾶν τὸ πραττόμενον κατ’ ἀρετὴν κελεύων, ἐμφαίνει τινὰ τῶν κατορθωμάτων διαφοράν· λέγει δὲ οὕτως ἐν τῷ περὶ τοῦ Διός· Ἔργων γὰρ κατὰ τὰς ἀρετὰς ὄντων οἰκείων, ἔστι τὰ προενεχθέντα καὶ τούτων· οἷον ἀνδρείως τὸν δάκτυλον ἐκτεῖναι, καὶ ἐγκρατῶς ἀποσχέσθαι δυσθανατώσης γραός, καὶ ἀπροπτώτως ἀκοῦσαι τοῦ τὰ τρία τέσσαρα [μὴ] εἶναι τελέως, τίνα ἐμφαίνει ψυχρίαν ὁ διὰ τῶν τοιούτων ἐπαινεῖν τινας ἐγχειρῶν καὶ ἐγκωμιάζειν;
Plutarchus de Stoic. repugn. cp. 13 p. 1039a. Ὅμοια δ’
εἴρηται τούτοις ἐν τῷ τρίτῳ περὶ θεῶν· Ἔτι γὰρ οἶμαι, φησί, τοὺς ἐπαίνους ἀλλοτριώσεσθαι κατὰ τὰ τοιαῦτα τῶν συμβαινόντων ἀπ’ ἀρετῆς, οἷον δυσθανατώσης γραὸς ἀποσχέσθαι, καὶ καρτερῶς ὑπομεῖναι μυίας δηγμόν.Plutarchus de comm. not. cp. 6 p. 1061 a. Λέγει δὲ καὶ Χρύσιππος ἐν τῷ περὶ τοῦ Διὸς συγγράμματι καὶ τῷ τρίτῳ περὶ θεῶν, ψυχρὸν εἶναι καὶ ἄτοπον καὶ ἀλλότριον τὰ τοιαῦτα τῶν ἀπ’ ἀρετῆς συμβαινόντων ἐπαινεῖν, ὅτι δῆγμα μυίας ἀνδρείως ὑπέμεινε καὶ δυσθανατώσης γραὸς ἀπέσχετο σωφρόνως.
Plutarchus de comm. not. cp. 7 p. 1061c. ὁ γὰρ σοφὸς αὐτοῖς καὶ φρόνιμος ἐν πολλαῖς καταλήψεσι καὶ μνήμαις καταλήψεων γεγονὼς ὀλίγας πρὸς αὑτὸν ἡγεῖται· τῶν τ’ ἄλλων οὐ πεφροντικὼς οὐδ’ ἔλαττον ἔχειν οὐδὲ πλέον οἴεται, μνημονεύων ὅτι πέρυσι κατάληψιν ἔλαβε πταρνυμένου Δίωνος ἢ σφαιρίζοντος Θέωνος. καίτοι πᾶσα κατάληψις ἐν τῷ σοφῷ καὶ μνήμη τὸ ἀσφαλὲς ἔχουσα καὶ βέβαιον εὐθύς ἐστιν ἐπιστήμη καὶ ἀγαθὸν μέγα καὶ μέγιστον.
Anecdota graeca Paris. ed. Cramer Vol. I p. 171 (Quomodo homines boni et mali fiant?). Ἀριστοτέλης δὲ φύσει καὶ ἔθει καὶ λόγῳ· ἀμέλει καὶ οἱ Στωϊκοί· τέχνη γὰρ ἡ ἀρετή. πᾶσα δὲ τέχνη σύστημα ἐκ θεωρημάτων συγγεγυμνασμένων· καὶ κατὰ μὲν τὰ θεωρήματα ὁ λόγος· κατὰ δὲ τὴν συγγυμνασίαν τὸ ἔθος· φύσει δὲ πάντες πρὸς ἀρετὴν γεννώμεθα, καθ’ ὅσον ἀφορμὰς ἔχομεν etc.