Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Simplicius in Aristot. categ. f. 58A ed. Bas. εἰ μὲν γὰρ ὡς οἱ Στωϊκοὶ ἀποδιδόασι δύναμίς ἐστιν ἡ πλειόνων ἐποιστικὴ συμπτωμάτων, ὡς ἡ φρόνησις τοῦ τε φρονίμως περιπατεῖν καὶ τοῦ φρονίμως διαλέγεσθαι, ἔσονται κατὰ τὸν τοιοῦτον διορισμὸν καὶ αἱ νῦν λεγόμεναι ἀδυναμίαι δυνάμεις· καὶ γὰρ αἱ ἀτεχνίαι πλείονα διαπτώματα ἐπιφέρουσιν. εἰ μέντοι κατ’ ἄλλην διάταξιν τῶν Στωϊκῶν λέγοιτο δύναμις ἡ πλειόνων ἐποιστικὴ συμπτωμάτων καὶ κατακρατοῦσα τῶν ὑποτασσομένων ἐνεργειῶν, καὶ οὕτως ἐφαρμόττει ὁ τοῦ Πλωτίνου ὅρος. καὶ γὰρ ἡ κακία ἀδυναμία οὖσα κατὰ τὸν τῶν Στωϊκῶν ὅρον κατακρατεῖ τῶν οἰκείων ἐνεργειῶν· καὶ αἱ μέσαι τέχναι, ὡς ἂν ἀποπίπτουσαι τοῦ βεβαίως ἐνεργεῖν, ὅμως τοιαῦταί εἰσιν, ἀφ’ ὧν τὸ ἔχον δύναται ἃ δύναται, ὥστε αἱ τοιαῦται ἀδυναμίαι περιέχονται ἐν τῇ κατὰ τὴν ποιότητα δυνάμει.
Alexander Aphrod. de anima libri mant. p. 167, 4 Bruns. τὸ δὲ φάναι "ὥσπερ τὴν αὐλητικὴν παντὶ τῷ δοθέντι μέλει ὀρθῶς δύνασθαι χρῆσθαι, οὕτως καὶ τὴν ἀρετὴν παντὶ πράγματι" ὑγιὲς μέν ἐστι, προσδιασταλτέον δέ etc.
Alexander Aphrod. de anima libri mant. p. 167, 9 Bruns. ἔτι οὐκ ἐπεὶ πᾶσιν τοῖς πράγμασιν καλῶς χρῆται (scil. ἡ ἀρετή) ἤδη καὶ ἡ παντὸς χρῆσις εὐδαιμονική.
Proclus in Plat. Timaeum p. 18 C. Schneider. μειζόνως τὸ τῆς ἀρετῆς δείκνυσι μέγεθος ὁ πόλεμος τῆς εἰρήνης, ὡς καὶ τῆς κυβερνητικῆς αἱ τρικυμίαι καὶ ὁ κλύδων, καὶ ὅλως αἱ περιστάσεις, ὡς καὶ οἱ Στωϊκοὶ λέγειν εἰώθασι δὸς περίστασιν καὶ λάβε τὸν ἄνδρα. τὸ γὰρ ἀήττητον ὑπὸ τῶν τοὺς ἄλλους καταδουλουμένων τῆς ζωῆς δηλοῖ παντάπασιν ἀξίαν.