Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Arrianus Epict. dissert. I 4, 27. εἰ γὰρ ἐξαπατηθέντα τινὰ ἔδει μαθεῖν, ὅτι τῶν ἐκτὸς ἀπροαιρέτων οὐδέν ἐστι πρὸς ἡμᾶς, ἐγὼ μὲν ἤθελον τὴν ἀπάτην ταύτην, ἐξ ἧς ἤμελλον εὐρόως καὶ ἀταράχως βιώσεσθαι. - - τί οὖν ἡμῖν παρέχει Χρύσιππος; ἵνα γνῷς, φησίν, ὅτι οὐ ψευδῆ ταῦτά ἐστιν, ἐξ ὧν ἡ εὔροιά ἐστι καὶ ἀπάθεια, ἅπαντα λάβε μου τὰ βιβλία καὶ γνώσῃ ὡς ⟨ἀληθῆ⟩ τε καὶ σύμφωνά ἐστι τῇ φύσει τὰ ἀπαθῆ με ποιοῦντα.
Alexander Aphrod. de anima libri mant. p. 167, 13 Bruns. ἔτι τὰ οἰκεῖα ⟨καὶ⟩ προηγμένα καὶ εὔχρηστα καὶ ἀξίαν ἔχοντα πρὸς τί ποτε ταύτας ἔχει τὰς ὀνομασίας, εἰ μηδὲν συνεργεῖ πρὸς εὐδαιμονίαν; πᾶν γὰρ τὸ προηγμένον πρός τι προῆκται καὶ τῷ φορὸν εἶναι πρὸς τὸ προκείμενον μᾶλλον ἄλλου, διὰ τοῦτο λέγεται καὶ προῆχθαι πρὸς τὸ τέλος καὶ ἡ προαγωγὴ αὐτῶν δῆλον ὡς συνεργεῖ πρὸς εὐδαιμονίαν. εἰ δὲ μὴ πρὸς τοῦτο συνεργεῖ, πρὸς δὲ τὸν κατὰ φύσιν βίον, ἄξιον ἐρέσθαι περὶ τοῦ κατὰ φύσιν αὐτοὺς βίου, πότερον οὗτος ἀγαθόν ἐστιν, ἢ οὐκ ἀγαθὸν μέν, οἰκεῖον δὲ καὶ αὐτὸ καὶ προηγμένον, ἢ ἀλλότριον καὶ ἀποπροηγμένον, ἢ ἀῤῥεπὲς ὅλως. παρὰ γὰρ ταῦτα οὐδὲν οἷόν τε ἀποκρίνασθαι. οὐ γὰρ δὴ κακόν γε ἐροῦσιν αὐτόν. εἰ μὲν οὖν ἀγαθὸν - - οὐ μόνον ἔσται τὸ καλὸν ἀγαθόν· καὶ γὰρ ὁ κατὰ φύσιν βίος.
Plutarchus de comm. not. cp. 4 p. 1060 c.Stoicos dicit: τοὺς τὰ κατὰ φύσιν ἀδιάφορα νομίζοντας καὶ μήθ’ ὑγίειαν μήτ’ εὐεξίαν μήτε κάλλος μήτ’ ἰσχὺν ἡγουμένους αἱρετὰ μηδ’ ὠφέλιμα μηδὲ λυσιτελῆ μηδὲ συμπληρωτικὰ τῆς κατὰ φύσιν τελειότητος· μήτε τἀναντία φευκτὰ καὶ βλαβερά, πηρώσεις ἀλγηδόνας αἴσχη νόσους· ὧν αὐτοὶ λέγουσι πρὸς ἃ μὲν ἀλλοτριοῦν πρὸς ἃ δ’ οἰκειοῦν ἡμᾶς τὴν φύσιν - - καὶ ὃ μεῖζόν ἐστιν, οἰκειοῦν ἐπὶ τοσοῦτο καὶ ἀλλοτριοῦν, ὥστε τῶν μὲν μὴ τυγχάνοντας τοῖς δὲ περιπίπτοντας εὐλόγως ἐξάγειν τοῦ ζῆν ἑαυτοὺς καὶ τὸν βίον ἀπολέγεσθαι.
Alexander Aphrod. comm. in Aristot. Topica I p. 43. Ald. p. 79, 5 Wal. καὶ πότερον ἡ ὑγίεια ἀγαθὸν ἢ οὔ, ὡς Χρύσιππος λέγει.
[Plutarchus pers. de nobilitate cp. 17. Ἀλλὰ τὸν Χρύσιππον ἀφῶμεν, οὐχ ἅπαξ ἐναντιούμενον ἑαυτῷ, ὥσπερ ἐν τῷ πρώτῳ
περὶ Ἀγαθῶν καὶ ἐν τῷ περὶ Ῥητορικῆς, ὑγίειαν ἐάν τις τοῖς ἀγαθοῖς ἐναριθμῇ οὐκ ἀντιμάχεσθαι, καὶ ἐν τῷ περὶ Τῶν Καθ’ Αὑτὰ Αἱρετῶν οὐδὲ μανίας ἀποστερεῖ τοὺς τούτων καταφρονοῦντας].Theodoret. graec. affect. cur. p. 153, 45. οἱ δὲ Στωϊκοὶ ἐναντία τούτοις ἄντικρυς ἐψηφίσαντο. Τὸ γὰρ ἀκολούθως τῇ φύσει ζῆν ὡρίσαντο τέλος, καὶ τὴν ψυχὴν ἔφασαν μηδὲν ὑπὸ τοῦ σώματος ἢ ὠ φελεῖσθαι ἢ βλάπτεσθαι· οὔτε γὰρ εἰς ἀρετὴν αὐτὴν ἡ ὑγεία μὴ βουλομένην βιάζεται, οὔτε εἰς κακίαν παρὰ γνώμην ἡ νόσος καθέλκει· ἀδιάφορα γὰρ ταῦτα ἔλεγον εἶναι. Ἐκεῖνο δέ γε αὐτῶν κομιδῇ τολμηρόν· ἀνθρώπου γὰρ καὶ θεοῦ τὴν αὐτὴν ἔλεγον ἀρετήν.
Clem. Al. Strom. IV 5 p. 572 Pott. Θαυμάζειν δὲ ἄξιον καὶ τῶν Στωϊκῶν οἵ τινες φασί, μηδὲν τὴν ψυχὴν ὑπὸ τοῦ σώματος διατίθεσθαι μήτε πρὸς κακίαν ὑπὸ τῆς νόσου, μήτε πρὸς ἀρετὴν ὑπὸ τῆς ὑγιείας. ἀλλ’ ἀμφότερα ταῦτα λέγουσιν ἀδιάφορα εἶναι.
Seneca ep. 87, 12. Quod bonum est, bonos facit. nam et in arte musica quod bonum est, bonum facit musicum. fortuita bonum non faciunt: ergo non snnt bona.
ibid. 15. Quod contemptissimo cuique contingere ac turpissimo potest, bonum non est. opes autem et lenoni et lanistae contingunt: ergo non sunt bona.
ibid. 22. Bonum ex malo non fit: divitiae fiunt. fiunt autem ex avaritia: divitiae ergo non sunt bonum.
ibid. 28. Quod dum consequi volumus, in multa mala incidimus, id bonum non est. dum divitias autem consequi volumus, in multa mala incidimus: ergo divitiae bonum non sunt.
Alexander Aphrod. Comm. in Aristot. Topica II p. 107 Ald. p. 201, 21 Wal. εἰ γὰρ τοῦτο, δόξει καλῶς ὑπὸ τῶν ἀπὸ τῆς Στοᾶς λέγεσθαι· τὸ διὰ κακοῦ γινόμενον οὐκ ἔστιν ἀγαθόν· πλοῦτος δὲ καὶ διὰ πορνοβοσκίας κακοῦ ὄντος γίνεται· οὐκ ἄρα ὁ πλοῦτος ἀγαθόν.
Plutarchus de Stoic. repugn. cp. 20 p. 1043 e. Καίτοι πολλαχοῦ μὲν ἀποκναίει ταῦτ’ ἐπαινῶν· (Eur. inc. fab. fr. 884 N)
Ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνων, Δήμητρος ἀκτῆς πώματος θ’ ὑδρηχόου;ἐν δὲ τοῖς περὶ Φύσεως λέγει τὸν σοφὸν εἰ τὴν μεγίστην οὐσίαν ἀποβάλοι, δραχμὴν μίαν ἐκβεβληκέναι δόξειν.
Plutarchus de Stoic. repugn. cp. 30 p. 1048 b. Ἐν δὲ τῷ τρίτῳ περὶ Φύσεως μακαρίζεσθαί φησιν ἐνίους βασιλεύοντας καὶ πλουτοῦντας, ὅμοιον εἰ χρυσαῖς ἀμίσι χρώμενοι καὶ χρυσοῖς κρασπέδοις ἐμακαρίζοντο· τῷ δ’ ἀγαθῷ τὸ τὴν οὐσίαν ἀποβαλεῖν οἱονεὶ δραχμὴν ἀποβαλεῖν καὶ τὸ νοσῆσαι οἷον προσκόψαι.
Plutarchus de comm. not. cp. 22 p. 1069 c. ἀνωφελῶν πραγμάτων
καὶ ἀδιαφόρων· τοιαῦτα γὰρ τὰ κατὰ φύσιν, καὶ τὰ ἐκτὸς ἔτι μᾶλλον· εἴγε κρασπέδοις καὶ ἀμίσι χρυσαῖς, καὶ νὴ Δία ληκύθοις, ὅταν τύχωσι, παραβάλλουσι τὸν μέγιστον πλοῦτον.Cicero de finibus III 17. In principiis autem naturalibus plerique Stoici non putant voluptatem esse ponendam.
Sextus adv. math. XI 73. οἷον τὴν ἡδονὴν ὁ μὲν Ἐπίκουρος ἀγαθὸν εἶναί φησιν, ὁ δὲ εἰπὼν μανείην μᾶλλον ἢ ἡσθείην κακόν, οἱ δὲ ἀπὸ τῆς Στοᾶς ἀδιάφορον καὶ οὐ προηγμένον, ἀλλὰ Κλεάνθης μὲν μήτε κατὰ φύσιν αὐτὴν εἶναι μήτε ἀξίαν ἔχειν ἐν τῷ βίῳ, καθάπερ δὲ τὸ κάλλυντρον κατὰ φύσιν μὴ εἶναι, ὁ δὲ Ἀρχέδημος κατὰ φύσιν μὲν εἶναι ὡς τὰς ἐν μασχάλῃ τρίχας, οὐχὶ δὲ καὶ ἀξίαν ἔχειν, Παναίτιος δὲ τινὰ μὲν κατὰ φύσιν ὑπάρχειν, τινὰ δὲ παρὰ φύσιν.
Diog. Laërt. VII 103. ἀλλ’ οὐδὲ τὴν ἡδονὴν ἀγαθόν φασιν Ἑκάτων τε ἐν τῷ θʹ περὶ ἀγαθῶν καὶ Χρύσιππος ἐν τοῖς περὶ Ἡδονῆς· εἶναι γὰρ καὶ αἰσχρὰς ἡδονάς· μηδὲν δὲ αἰσχρὸν εἶναι ἀγαθόν.
Plutarchus de Stoic. repugn. cp. 15 p. 1040d. Ἐν δὲ τοῖς πρὸς Πλάτωνα (scil. περὶ Δικαιοσύνης) κατηγορῶν αὐτοῦ δοκοῦντος ἀγαθὸν ἀπολιπεῖν τὴν ὑγίειαν οὐ μόνον τὴν δικαιοσύνην, φησίν, ἀλλὰ καὶ τὴν μεγαλοψυχίαν ἀναιρεῖσθαι καὶ τὴν σωφροσύνην καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας, ἂν ἢ τὴν ἡδονὴν ἢ τὴν ὑγίειαν ἤ τι τῶν ἄλλων, ὃ μὴ καλόν ἐστιν, ἀγαθὸν ἀπολίπωμεν.