Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Cicero de finibus III 53. Quoniam autem omne, quod est bonum, primum locum tenere dicimus, necesse est nec bonum esse nec malum hoc, quod praepositum vel praecipuum nominamus. Idque ita definimus: quod sit indifferens cum aestimatione mediocri. - -

Neque enim illud fieri poterat ullo modo, ut nihil relinqueretur in mediis, quod aut secundum naturam esset aut contra, nec cum id relinqueretur, nihil in his poni, quod satis aestimabile esset, nec hoc posito non aliqua esse praeposita. - - 54. atque etiam ab iis - hoc simile ponitur: Ut enim, inquiunt, si hoc fingamus esse quasi finem et ultimum, ita iacere talum, ut rectus assistat, qui ita talus erit iactus, ut cadat rectus, praepositum quiddam habebit ad finem, qui aliter, contra, neque tamen illa praepositio tali ad eum quem dixi finem pertinebit, sic ea quae sunt praeposita, referuntur illa quidem ad finem, sed ad eius vim naturamque nihil pertinent.

Stobaeus ecl. p. 75, 1 W. Διαφέρειν δὲ λέγουσιν αἱρετὸν καὶ ληπτόν. Αἱρετὸν μὲν γὰρ εἶναι τὸ ὁρμῆς αὐτοτελοῦς κινητικόν, ⟨ληπτὸν δὲ ὃ εὐλογίστως ἐκλεγόμεθα⟩. Ὅσῳ δὲ διαφέρει τὸ αἱρετὸν τοῦ ληπτοῦ, τοσούτῳ καὶ τὸ ⟨καθ’⟩ αὕθ’ αἱρετὸν τοῦ καθ’ αὑτὸ ληπτοῦ, καὶ καθόλου τὸ ἀγαθὸν τοῦ ἀξίαν ἔχοντος.

Cicero de finibus IV 39 (i. e. Antiochus contra Stoicos pugnans). Naturalem enim appetitionem, quam vocant ὁρμήν, itemque officium, ipsam etiam virtutem volunt esse earum rerum, quae secundum naturam sunt. Cum autem ad summum bonum volunt pervenire, transiliunt omnia et duo nobis opera pro uno relinquunt, ut alia sumamus, alia expetamus, potius quam uno fine utrumque concluderent.

Stobaeus ecl. II 80, 14 W. Ἔτι δὲ τῶν ἀδιαφόρων τὰ μὲν πλείω ἀξίαν ἔχειν, τὰ δ’ ἐλάττω· καὶ τὰ μὲν καθ’ αὑτά, τὰ δὲ ποιητικά· καὶ τὰ μὲν προηγμένα, τὰ δ’ ἀποπροηγμένα, τὰ δ’ οὐδετέρως ἔχοντα. Προηγμένα μέν, ὅσα ἀδιάφορα ὄντα πολλὴν ἔχει ἀξίαν, ὡς ἐν ἀδιαφόροις· ἀποπροηγμένα δέ, ὅσα πολλὴν ἔχει ἀπαξίαν ὁμοίως· οὔτε δὲ προηγμένα οὔτε ἀποπροηγμένα, ὅσα μήτε πολλὴν ἔχει ⟨ἀξίαν μήτε⟩ ἀπαξίαν.

Cicero de finibus III 56. Haec quae praeposita dicimus, partim sunt per se ipsa praeposita, partim quod aliquid efficiunt, partim utrumque; per se, ut quidam habitus oris et vultus, ut status, ut motus, in quibus sunt et praeponenda quaedam et reicienda; alia ob eam rem praeposita dicentur, quod ex se aliquid efficiant, ut pecunia, alia autem ob utramque rem, ut integri sensus, ut bona valetudo.

Diog. Laërt. VII 107. ἔτι τῶν προηγμένων τὰ μὲν δι’ αὑτὰ προῆκται, τὰ δὲ δι’ ἕτερα, τὰ δὲ καὶ δι’ αὑτὰ καὶ δι’ ἕτερα. δι’ αὑτὰ μὲν εὐφυΐα, προκοπὴ καὶ τὰ ὅμοια, δι’ ἕτερα δὲ πλοῦτος, εὐγένεια καὶ τὰ ὅμοια, δι’ αὑτὰ δὲ καὶ δι’ ἕτερα ἰσχύς, εὐαισθησία, ἀρτιότης· δι’ αὑτὰ μέν, ὅτι κατὰ φύσιν ἐστί, δι’ ἕτερα δέ, ὅτι περιποιεῖ χρείας οὐκ ὀλίγας. ὁμοίως δὲ ἔχει καὶ τὸ ἀποπροηγμένον κατὰ τὸν ἐναντίον λόγον.

Stobaeus ecl. II 80, 22. τῶν δὲ προηγμένων τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δ’ ἐκτός. περὶ ψυχὴν μὲν εἶναι τὰ τοιαῦτα· εὐφυΐαν, προκοπήν, μνήμην, ὀξύτητα διανοίας, ἕξιν καθ’ ἥν ἐπίμονοί

εἰσιν ἐπὶ τῶν καθηκόντων καὶ τέχνας ὅσαι δύνανται συνεργεῖν ἐπὶ πλεῖον πρὸς τὸν κατὰ φύσιν βίον· περὶ σῶμα δ’ εἶναι προηγμένα ὑγίειαν, εὐαισθησίαν καὶ τὰ παραπλήσια τούτοις· τῶν δ’ ἐκτὸς γονεῖς, τέκνα, κτῆσιν σύμμετρον, ἀποδοχὴν παρὰ ἀνθρώπων.

τῶν δ’ ἀποπροηγμένων περὶ ψυχὴν μὲν εἶναι τὰ ἐναντία τοῖς εἰρημένοις· περὶ σῶμα δὲ καὶ ἐκτὸς τὰ ὁμοίως ἀντιτιθέμενα τοῖς εἰρημένοις περί τε σῶμα καὶ τοῖς ἐκτὸς προηγμένοις.

οὔτε δὲ προηγμένα οὔτ’ ἀποπροηγμένα περὶ ψυχὴν ⟨μὲν⟩ φαντασίαν καὶ συγκατάθεσιν καὶ ὅσα τοιαῦτα· περὶ δὲ σῶμα λευκότητα καὶ μελανότητα καὶ χαροπότητα καὶ ἡδονὴν πᾶσαν καὶ πόνον καὶ εἴ τι ἄλλο τοιοῦτο. τῶν δ’ ἐκτὸς οὔτε προηγμένα ⟨οὔτε ἀποπροηγμένα⟩ εἶναι τὰ τοιαῦτα, ὅσα εὐτελῆ ὄντα καὶ μηδὲν χρήσιμον προσφερόμενα μικρὰν παντελῶς ἔχει τὴν ἀφ’ αὑτῶν χρείαν.

τῆς δὲ ψυχῆς οὔσης κυριωτέρας τοῦ σώματος καὶ πρὸς τὸ κατὰ φύσιν ζῆν φασὶ τὰ περὶ τὴν ψυχὴν κατὰ φύσιν ὄντα καὶ προηγμένα πλείονα τὴν ἀξίαν ἔχειν τῶν περὶ σῶμα καὶ τῶν ἐκτός, οἷον εὐφυΐαν ψυχῆς πρὸς ἀρετὴν ὑπεράγειν τῆς τοῦ σώματος εὐφυΐας καὶ ὁμοίως ἐπὶ τῶν ἄλλων ἔχειν.

Plutarchus de Stoic. repugn. cp. 30 p. 1048a. Ἐν δὲ τῷ πρώτῳ περὶ Ἀγαθῶν τρόπον τινὰ συγχωρεῖ καὶ δίδωσι τοῖς βουλομένοις τὰ προηγμένα καλεῖν ἀγαθά, καὶ κακὰ τἀναντία, ταύταις ταῖς λέξεσιν· Εἴ τις βούλεται κατὰ τὰς τοιαύτας παραλλαγὰς τὸ μὲν ἀγαθὸν αὐτῶν λέγειν (sc. τῶν ἀδιαφόρων), τὸ δὲ κακόν, ἐπὶ ταῦτα φερόμενος τὰ πράγματα καὶ μὴ ἄλλως ἀποπλανώμενος * ἐν μὲν τοῖς σημαινομένοις οὐ διαπίπτοντος αὐτοῦ, τὰ δ’ ἄλλα στοχαζομένου τῆς κατὰ τὰς ὀνομασίας συνηθείας.

Plutarchus de Stoic. repugn. cp. 30 p. 1047e (Antecedit Zenonis de προηγμένῳ sententia). Ἀλλ’ ὁ Χρύσιππος ἔτι μᾶλλον τὸ πρᾶγμα δυσδιάθετον πεποίηκεν· ὁτὲ μὲν γάρ φησι μαίνεσθαι τοὺς τὸν πλοῦτον καὶ τὴν ὑγίειαν καὶ τὴν ἀπονίαν καὶ τὴν ὁλοκληρίαν τοῦ σώματος ἐν μηδενὶ ποιουμένους, μηδ’ ἀντεχομένους τῶν τοιούτων ὁτὲ δὲ παραθέμενος τὰ τοῦ Ἡσιόδου (Op. et D. 299)

Ἐργάζευ, Πέρση, δῖον γένος
ἐπιπεφώνηκεν ὅτι τἀναντία παραινεῖν μανικόν ἐστι, τὸ
Μὴ ἐργάζευ, Πέρση, δῖον γένος.

Plutarchus de Stoic. repugn. cp. 17 p. 1041e. Ἐν δὲ τῷ πρώτῳ (scil. τῶν Προτρεπτικῶν) τοῦτον τὸν λόγον φησὶν ἀπὸ τῶν ἄλλων ἁπάντων ἀφέλκειν τὸν ἄνθρωπον, ὡς οὐδὲν

ὄντων πρὸς ἡμᾶς οὐδὲ συνεργούντων πρὸς εὐδαιμονίαν οὐδέν.

Plutarchus de Stoic. repugn. cp. 30 p. 1048a. Οὕτω δὲ τὸ προηγμένον τῷ ἀγαθῷ συναγαγὼν ἐγγὺς ἐνταῦθα καὶ συμμίξας ἐν ἑτέροις πάλιν οὐδὲν εἶναί φησι τούτων καθόλου πρὸς ἡμᾶς, ἀλλ’ ἀποσπᾶν τὸν λόγον ἡμᾶς καὶ ἀποστρέφειν ἁπάντων τῶν τοιούτων. ταῦτα γὰρ ἐν τῷ πρώτῳ περὶ τοῦ Προτρέπεσθαι γέγραφεν.

Plutarchus de comm. not. cp. 5 p. 1060E. Εἰ δὲ ὡς Χρύσιππος ἐν τῷ πρώτῳ περὶ τοῦ Προτρέπεσθαι γέγραφεν, ἐν τῷ κατ’ ἀρετὴν βιοῦν μόνον ἐστὶ τὸ εὐδαιμόνως, τῶν ἄλλων, φησίν, οὐδὲν ὄντων πρὸς ἡμᾶς οὐδ’ εἰς τοῦτο συνεργούντων etc.

Stobaeus ecl. II 79, 18 W. καὶ τὰ μὲν εἶναι κατὰ φύσιν, τὰ δὲ παρὰ φύσιν, τὰ δὲ οὔτε παρὰ φύσιν οὔτε κατὰ φύσιν. κατὰ φύσιν μὲν οὖν τὰ τοιαῦτα· ὑγίειαν, ἰσχύν, αἰσθητηρίων ἀρτιότητα, καὶ τὰ παραπλήσια τούτοις· παρὰ φύσιν δὲ τὰ τοιαῦτα· νόσον, ἀσθένειαν, πήρωσιν καὶ τὰ τοιαῦτα· οὔτε δὲ παρὰ φύσιν οὔτε κατὰ φύσιν· ψυχῆς κατάστασιν καὶ σώματος, καθ’ ἣν ἡ μέν ἐστι φαντασιῶν ψευδῶν δεκτική, τὸ δὲ τραυμάτων καὶ πηρώσεων δεκτικόν, καὶ τὰ τούτοις ὅμοια. Ποιεῖσθαι δὲ λέγουσι τὸν περὶ τούτων λόγον ⟨ἀπὸ⟩ τῶν πρώτων κατὰ φύσιν καὶ παρὰ φύσιν. Τὸ γὰρ διαφέρον καὶ τὸ ἀδιάφορον τῶν πρός τι λεγομένων εἶναι. Διότι κἄν, φασί, λέγωμεν ἀδιάφορα τὰ σωματικὰ καὶ τὰ ἐκτός, πρὸς τὸ εὐσχημόνως ζῆν (ἐν ᾧπέρ ἐστι τὸ εὐδαιμόνως) ἀδιάφορά φαμεν αὐτὰ εἶναι, οὐ μὰ Δία πρὸς τὸ κατὰ φύσιν ἔχειν οὐδὲ πρὸς ὁρμὴν καὶ ἀφορμήν.

Stobaeus ecl. II 82, 11 W. Τῶν δὲ κατὰ φύσιν ἀδιαφόρων ὄντων τὰ μέν ἐστι πρῶτα κατὰ φύσιν, τὰ δὲ κατὰ μετοχήν. Πρῶτα μέν ἐστι κατὰ φύσιν κίνησις ἢ σχέσις κατὰ τοὺς σπερματικοὺς λόγους γινομένη, οἷον ⟨ἀρτιότης καὶ⟩ ὑγίεια καὶ αἴσθησις (λέγω δὲ τὴν κατάληψιν) καὶ ἰσχύς. Κατὰ μετοχὴν δέ, ὅσα μετέχει κινήσεως καὶ σχέσεως κατὰ τοὺς σπερματικοὺς λόγους, οἷον χεὶρ ἀρτία καὶ σῶμα ὑγιεινὸν καὶ αἰσθήσεις μὴ πεπηρωμέναι. Ὁμοίως δὲ καὶ τῶν παρὰ φύσιν κατὰ τὸ ἀνάλογον.

Stobaeus ecl. II 82, 20 W. πάντα δὲ ⟨τὰ⟩ κατὰ φύσιν ληπτὰ εἶναι καὶ πάντα τὰ παρὰ φύσιν ἄληπτα. τῶν δὲ κατὰ φύσιν τὰ μὲν καθ’ αὑτὰ ληπτὰ εἶναι, τὰ δὲ δι’ ἕτερα. καθ’ αὑτὰ μέν, ὅσα ἐστὶν ὁρμῆς κινητικὰ κατατρεπτικῶς ἐφ’ ἑαυτὰ ἢ ἐπὶ τὸ ἀντέχεσθαι αὐτῶν, οἷον ὑγίειαν, εὐαισθησίαν, ἀπονίαν καὶ κάλλος σώματος. ποιητικὰ ⟨δὲ⟩ ὅσα

ἐστὶν ὁρμῆς κινητικὰ ἀν⟨εν⟩εκτικῶς ἐφ’ ἕτερα καὶ μὴ κατατρεπτικῶς, οἷον πλοῦτον, δόξαν καὶ τὰ τούτοις ὅμοια. παραπλησίως δὲ καὶ τῶν παρὰ φύσιν τὰ μὲν εἶναι καθ’ αὑτὰ ἄληπτα, τὰ δὲ τῷ ποιητικὰ εἶναι τῶν καθ’ αὑτὰ ἀλήπτων.

Cicero de finibus III 20. Aestimabile esse dicunt - id quod aut ipsum secundum naturam sit aut tale quid efficiat, ut selectione dignum propterea sit, quod aliquod pondus habeat dignum aestimatione, quam illi ἀξίαν vocant, contraque inaestimabile, quod sit superiori contrarium.