Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Philo Leg. Alleg. III § 177 Vol. I p. 152, 14 Wendl. Ἀρέσκει γὰρ αὐτῷ (scil. Moysi) τὰ μὲν προηγούμενα ἀγαθὰ αὐτοπροσώπως αὐτὸν τὸν Ὄντα διδόναι, τὰ δεύτερα δὲ τοὺς ἀγγέλους καὶ λόγους αὐτοῦ· δεύτερα δ’ ἐστίν, ὅσα περιέχει κακῶν ἀπαλλαγήν.
Diog. Laërt. VII 102. τῶν δὲ ὄντων φασὶ τὰ μὲν ἀγαθὰ εἶναι, τὰ δὲ κακά, τὰ δὲ οὐδέτερα - - - οὐδέτερα δὲ ὅσα μήτε ὠφελεῖ μήτε βλάπτει· οἷον ζωή, ὑγίεια, ἡδονή, κάλλος, ἰσχύς, πλοῦτος, εὐδοξία, εὐγένεια· καὶ τὰ τούτοις ἐναντία, θάνατος, νόσος, πόνος, αἶσχος, ἀσθένεια, πενία, ἀδοξία, δυσγένεια καὶ τὰ τούτοις παραπλήσια· καθά φησιν Ἑκάτων ἐν ἑβδόμῳ περὶ τέλους καὶ Ἀπολλόδωρος ἐν τῇ ἠθικῇ καὶ Χρύσιππος. μὴ γὰρ εἶναι ταῦτα ἀγαθά, ἀλλ’ ἀδιάφορα, κατ’ εἶδος προηγμένα· ὡς γὰρ ἴδιον θερμοῦ τὸ θερμαίνειν, οὐ τὸ ψύχειν, οὕτω καὶ ἀγαθοῦ τὸ ὠφελεῖν, οὐ τὸ βλάπτειν. οὐ μᾶλλον δὲ ὠφελεῖ ἢ βλάπτει ὁ πλοῦτος καὶ ἡ ὑγίεια· οὐκ ἄρα ἀγαθὸν οὔτε πλοῦτος οὔτε ὑγίεια· ἔτι τέ φασιν· ᾧ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι, τοῦτο οὐκ ἔστιν ἀγαθόν· πλούτῳ δὲ καὶ ὑγιείᾳ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι· οὐκ ἄρα ἀγαθὸν πλοῦτος καὶ ὑγίεια.
ibid. 104. ὠφελεῖν δέ ἐστι κινεῖν ἢ ἴσχειν κατ’ ἀρετήν· βλάπτειν δὲ κινεῖν ἢ ἴσχειν κατὰ κακίαν.
Stobaeus ecl. II 79, 1 W. ἀδιάφορα δ’ εἶναι λέγουσι τὰ μεταξὺ τῶν ἀγαθῶν καὶ τῶν κακῶν, διχῶς τὸ ἀδιάφορον νοεῖσθαι φάμενοι· καθ’ ἕνα μὲν τρόπον τὸ μήτε ἀγαθὸν μήτε κακὸν καὶ τὸ μήτε αἱρετὸν μήτε φευκτόν· καθ’ ἕτερον δὲ τὸ μήτε ὁρμῆς μήτε ἀφορμῆς κινητικόν· καθ’ ὃ καὶ λέγεσθαί τινα καθάπαξ ἀδιάφορα εἶναι, οἷον τὸ ⟨ἀρτίας ἔχειν ἐπὶ τῆς κεφαλῆς τρίχας ἢ περιττάς, ἢ τὸ⟩ προτεῖναι τὸν δάκτυλον ὡδὶ ἢ ὡδί, ἢ τὸ ἀνελέσθαι τι τῶν ἐμποδών, κάρφος ἢ φύλλον. κατὰ τὸ πρότερον δὴ λεκτέον τὰ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα λέγεσθαι - -, οὐ μὴν πρὸς ἐκλογὴν καὶ ἀπεκλογήν· δι’ ὃ καὶ τὰ μὲν ἀξίαν ἐκλεκτικὴν ἔχειν, τὰ δ’ ἀπαξίαν ἀπεκλεκτικήν, συμβλητικὴν δ’ οὐδαμῶς πρὸς τὸν εὐδαίμονα βίον.
Diog. Laërt. VII 104. διχῶς δὲ λέγεσθαι ἀδιάφορα· ἅπαξ μὲν τὰ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συνεργοῦντα, ὡς ἔχει πλοῦτος, δόξα, ὑγίεια, ἰσχύς καὶ τὰ ὅμοια· ἐνδέχεται γὰρ καὶ χωρὶς τούτων
εὐδαιμονεῖν, τῆς ποιᾶς αὐτῶν χρήσεως εὐδαιμονικῆς οὔσης ἢ κακοδαιμονικῆς. ἄλλως δὲ λέγεται ἀδιάφορα τὰ μήτε ὁρμῆς μήτε ἀφορμῆς κινητικά, ὡς ἔχει τὸ ἀρτίας ἔχειν ἐπὶ τῆς κεφαλῆς τρίχας ἢ περιττὰς ἢ ἐκτεῖναι τὸν δάκτυλον ἢ συστεῖλαι, τῶν προτέρων ἀδιαφόρων οὐκέθ’ οὕτως λεγομένων· ὁρμῆς γάρ ἐστιν ἐκεῖνα καὶ ἀφορμῆς κινητικά, διὸ τὰ μὲν αὐτῶν ἐκλέγεται, ⟨τὰ δὲ ἀπεκλέγεται⟩, τῶν ἑτέρων ἐπίσης ἐχόντων πρὸς αἵρεσιν καὶ φυγήν.Seneca ep. 82, 15. Est et horum, Lucili, quae appellamus media, grande discrimen. non enim sic mors indifferens est, quomodo utrum capillos pares habeas.
Stobaeus ecl. II 82, 5. Ἔτι δὲ τῶν ἀδιαφόρων φασὶ τὰ μὲν εἶναι ὁρμῆς κινητικά, τὰ δὲ ἀφορμῆς, τὰ δὲ οὔτε ὁρμῆς οὔτε ἀφορμῆς. Ὁρμῆς μὲν οὖν κινητικά, ἅπερ ἐλέγομεν εἶναι κατὰ φύσιν· ἀφορμῆς δὲ ὅσα παρὰ φύσιν· οὔτε δὲ ὁρμῆς οὔτε ἀφορμῆς τὰ μηδετέρως ἔχοντα, οἷά ἐστι τὸ περιττὰς ἢ ἀρτίας ἔχειν τὰς τρίχας.
Sextus adv. math. XI 59. οὐκ ἀγαθὸν δ’ οἱ ἀπὸ τῆς Στοᾶς ἔλεξαν αὐτὴν (scil. τὴν ὑγείαν) ἀλλ’ ἀδιάφορον. Τὸ ἀδιάφορον δ’ οἴονται λέγεσθαι τριχῶς, καθ’ ἕνα μὲν τρόπον πρὸς ὃ μήτε ὁρμὴ μήτε ἀφορμὴ γίγνεται, οἷόν ἐστι τὸ περιττοὺς ἢ ἀρτίους εἶναι τοὺς ἀστέρας ἢ τὰς ἐπὶ τῇ κεφαλῇ τρίχας, καθ’ ἕτερον δὲ πρὸς ὃ ὁρμὴ μὲν καὶ ἀφορμὴ γίγνεται, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε, οἷον ἐπὶ δυοῖν δραχμῶν ἀπαραλλάκτων τῷ τε χαρακτῆρι καὶ τῇ λαμπρότητι, ὅταν δέῃ τὴν ἑτέραν αὐτῶν αἱρεῖσθαι· ὁρμὴ μὲν γὰρ γίγνεται πρὸς τὸ ἕτερον αὐτῶν, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε, κατὰ δὲ τρίτον καὶ τελευταῖον τρόπον φασὶν ἀδιάφορον τὸ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συλλαμβανόμενον. Καθ’ ὃ σημαινόμενόν φασι τήν τε ὑγείαν καὶ νόσον καὶ πάντα τὰ σωματικὰ καὶ τὰ πλεῖστα τῶν ἐκτὸς ἀδιάφορα τυγχάνειν διὰ τὸ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συντείνειν. Ὧι γὰρ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι τοῦτ’ ἂν εἴη ἀδιάφορον· διὰ παντὸς δ’ ἀρετῇ μὲν καλῶς, κακίᾳ δὲ κακῶς, ὑγείᾳ δὲ καὶ τοῖς περὶ σώματι ποτὲ μὲν εὖ ποτὲ δὲ κακῶς ἔστι χρῆσθαι, διὸ ταῦτ’ ἂν εἴη ἀδιάφορα. Ἤδη δὲ τῶν ἀδιαφόρων φασὶ τὰ μὲν εἶναι προηγμένα τὰ δ’ ἀποπροηγμένα τὰ δὲ μήτε προηγμένα μήτε ἀποπροηγμένα· καὶ προηγμένα μὲν εἶναι τὰ ἱκανὴν ἀξίαν ἔχοντα, ἀποπροηγμένα δὲ τὰ ἱκανὴν ἀπαξίαν ἔχοντα, μήτε δὲ προῆχθαι μήτε ἀποπροῆχθαι οἷον τὸ ἐκτεῖναι ἢ συγκάμψαι τὸν δάκτυλον καὶ πᾶν ὃ τούτῳ παραπλήσιόν ἐστιν. Τάττεσθαι δ’ ἐν μὲν τοῖς προηγμένοις τήν τε ὑγείαν καὶ τὴν ἰσχὺν καὶ τὸ κάλλος πλοῦτόν τε καὶ δόξαν καὶ τὰ ἐοικότα, ἐν δὲ τοῖς ἀποπροηγμένοις νόσον καὶ πενίαν καὶ ἀλγηδόνα καὶ τὰ ἀνάλογα. ὧδε μὲν καὶ οἱ ἀπὸ τῆς Στοᾶς.
Cf. Pyrrh. Hypot. III 191.
Plutarchus de Stoic. repugn. cp. 31 p. 1048c. Ἔτι δὲ μᾶλλον τῇ ἀποδείξει τὸ ἐναντίωμα ποιοῦσι φανερώτερον. Ὧι γὰρ ἔστιν εὖ χρήσασθαι καὶ κακῶς, τοῦτό φασι μήτ’ ἀγαθὸν εἶναι, μήτε κακόν. Πλούτῳ δὲ καὶ ὑγιείᾳ καὶ ῥώμῃ σώματος κακῶς χρῶνται πάντες οἱ ἀνόητοι. Διόπερ οὐδέν ἐστι τούτων ἀγαθόν.
Plutarchus de comm. not. cp. 23 p. 1070a. Τὰ αὐτὰ πράγματα ληπτὰ καὶ οὐχ αἱρετά, καὶ οἰκεῖα καὶ οὐκ ἀγαθά, καὶ ἀνωφελῆ μέν, εὔχρηστα δέ, καὶ οὐδὲν μὲν πρὸς ἡμᾶς, ἀρχὰς δὲ τῶν καθηκόντων ὀνομάζοντες.
Stobaeus ecl. II 83, 10. πάντα δὲ τὰ κατὰ φύσιν ἀξίαν ἔχειν καὶ πάντα τὰ παρὰ φύσιν ἀπαξίαν. τὴν δὲ ἀξίαν λέγεσθαι τριχῶς, τήν τε δόσιν καὶ τιμὴν καθ’ αὑτὸ καὶ τὴν ἀμοιβὴν τοῦ δοκιμαστοῦ· καὶ τὴν τρίτην, ἣν ὁ Ἀντίπατρος ἐκλεκτικὴν προσαγορεύει, καθ’ ἣν διδόντων τῶν πραγμάτων τάδε τινὰ μᾶλλον ἀντὶ τῶνδε αἱρούμεθα, οἷον ὑγίειαν ἀντὶ νόσου καὶ ζωὴν ἀντὶ θανάτου καὶ πλοῦτον ἀντὶ πενίας. κατὰ τὸ ἀνάλογον δὲ καὶ τὴν ἀπαξίαν τριχῶς φασι λέγεσθαι, ἀντιτιθεμένων τῶν σημαινομένων τοῖς ἐπὶ τῆς πρώτης ἀξίας εἰρημένοις.
Stobaeus ecl. II 84, 4 W. Τὴν δὲ δόσιν φησὶν ὁ Διογένης κρίσιν εἶναι, ἐφ’ ὅσον κατὰ φύσιν ἐστὶν ἢ ἐφ’ ὅσον χρείαν τῇ φύσει παρέχεται. Τὸ δὲ δοκιμαστοῦ, οὐχ ὡς λέγεται τὰ πράγματα δοκιμαστὰ παραλαμβάνεσθαι, ἀλλ’ ὡς δοκιμαστήν φαμεν εἶναι τὸν τὰ πράγματα δοκιμάζοντα· τῆς οὖν ἀμοιβῆς τὸν τοιοῦτόν φησι δοκιμαστὴν εἶναι. Καὶ ταύτας μὲν τὰς δύο ἀξίας καθ’ ἃς λέγομέν τινα τῇ ἀξίᾳ προῆχθαι, τρίτην δέ φησιν εἶναι, καθ’ ἥν φαμεν ἀξίωμά τινα ἔχειν καὶ ἀξίαν, ἥπερ περὶ ἀδιάφορα οὐ γίνεται, ἀλλὰ περὶ μόνα τὰ σπουδαῖα. Χρῆσθαι δ’ ἡμᾶς φησιν ἐνίοτε τῷ ὀνόματι τῆς ἀξίας ἀντὶ τοῦ ἐπιβάλλοντος· ὡς ἐν τῷ τῆς δικαιοσύνης ὅρῳ παρείληπται, ὅταν λέγηται εἶναι ἕξις ἀπονεμητικὴ τοῦ κατ’ ἀξίαν ἑκάστῳ· ἔστι γὰρ οἷον τοῦ ἐπιβάλλοντος ἑκάστῳ.
Diog. Laërt. VII 105. τῶν ἀδιαφόρων τὰ μὲν λέγουσι προηγμένα, τὰ δὲ ἀποπροηγμένα· προηγμένα μὲν τὰ ἔχοντα ἀξίαν, ἀποπροηγμένα δὲ τὰ ἀπαξίαν ἔχοντα.
ἀξίαν δὲ τὴν μέν τινα λέγουσι σύμβλησιν πρὸς τὸν ὁμολογούμενον βίον, ἥτις ἐστὶ περὶ πᾶν ἀγαθόν, τὴν δὲ εἶναι μέσην τινα δύναμιν ἢ χρείαν συμβαλλομένην πρὸς τὸν κατὰ φύσιν βίον, ὅμοιον εἰπεῖν ἥν τινα προσφέρεται πρὸς τὸν κατὰ φύσιν βίον πλοῦτος ἢ ὑγίεια· τὴν δ’ εἶναι ἀξίαν ἀμοιβὴν δοκιμαστοῦ, ἣν ἂν ὁ ἔμπειρος τῶν πραγμάτων τάξῃ, ὅμοιον εἰπεῖν ἀμείβεσθαι πυροὺς πρὸς τὰς σὺν ἡμιόνῳ κριθάς.
Diog. Laërt. VII 106. προηγμένα μὲν οὖν εἶναι ἃ καὶ ἀξίαν ἔχει, οἷον ἐπὶ μὲν τῶν ψυχικῶν εὐφυΐαν, τέχνην, προκοπὴν καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν σωματικῶν ζωήν, ὑγίειαν, ῥώμην, εὐεξίαν, ἀρτιότητα, κάλλος· ἐπὶ δὲ τῶν ἐκτὸς πλοῦτον, δόξαν, εὐγένειαν καὶ τὰ ὅμοια. ἀποπροηγμένα δὲ ἐπὶ μὲν τῶν ψυχικῶν ἀφυΐαν, ἀτεχνίαν καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν σωματικῶν θάνατον, νόσον, ἀσθένειαν, καχεξίαν, πήρωσιν, αἶσχος καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν ἐκτὸς πενίαν, ἀδοξίαν, δυσγένειαν καὶ τὰ παραπλήσια. οὔτε δὲ προήχθη οὔτε ἀποπροήχθη τὰ οὐδετέρως ἔχοντα.
Stobaeus ecl. II 84, 18. Τῶν δ’ ἀξίαν ἐχόντων τὰ μὲν ἔχειν πολλὴν ἀξίαν, τὰ δὲ βραχεῖαν. Ὁμοίως δὲ καὶ τῶν ἀπαξίαν ἐχόντων ἃ μὲν ἔχειν πολλὴν ἀπαξίαν, ἃ δὲ βραχεῖαν. Τὰ μὲν ⟨οὖν⟩ πολλὴν ἔχοντα ἀξίαν προηγμένα λέγεσθαι, τὰ δὲ πολλὴν ἀπαξίαν ἀποπροηγμένα, Ζήνωνος ταύτας τὰς ὀνομασίας θεμένου πρώτου τοῖς πράγμασι. Προηγμένον δ’ εἶναι λέγουσιν, ὃ ἀδιάφορον ⟨ὂν⟩ ἐκλεγόμεθα κατὰ προηγούμενον λόγον. Τὸν δ’ ὅμοιον λόγον ἐπὶ τῷ ἀποπροηγμένῳ εἶναι, καὶ τὰ παραδείγματα κατὰ τὴν ἀναλογίαν ταὐτά. Οὐδὲν δὲ τῶν ἀγαθῶν εἶναι προηγμένον διὰ τὸ τὴν μεγίστην ἀξίαν αὐτὰ ἔχειν. Τὸ δὲ προηγμένον, τὴν δευτέραν χώραν καὶ ἀξίαν ἔχον, συνεγγίζειν πως τῇ τῶν ἀγαθῶν φύσει· οὐδὲ γὰρ ἐν αὐλῇ τῶν προηγμένων εἶναι τὸν βασιλέα, ἀλλὰ τοὺς μετ’ αὐτὸν τεταγμένους. Προηγμένα δὲ λέγεσθαι, οὐ τῷ πρὸς εὐδαιμονίαν τινὰ συμβάλλεσθαι συνεργεῖν τε πρὸς αὐτήν, ἀλλὰ τῷ ἀναγκαῖον εἶναι τούτων τὴν ἐκλογὴν ποιεῖσθαι παρὰ τὰ ἀποπροηγμένα.
Cf. Vol. I n. 192 (Zeno).
Cicero de finibus III 50. cum esset satis constitutum id solum esse bonum, quod esset honestum, et id malum solum, quod turpe, tum inter illa, quae nihil valerent ad beate misereve vivendum, aliquid tamen quod differret esse voluerunt, ut essent eorum alia aestimabilia, alia contra, alia neutrum. 51. Quae autem aestimanda essent, eorum in aliis satis esse causae, quam ob rem quibusdam anteponerentur, ut in valetudine, ut in integritate sensuum, ut in doloris vacuitate, ut gloriae, divitiarum, similium rerum, alia autem non esse eius modi; itemque eorum quae nulla aestimatione digna essent, partim satis habere causae, quam ob rem reicerentur, ut dolorem, morbum, sensuum amissionem, paupertatem, ignominiam, similia horum, partim non item. Hinc est illud exortum quod Zeno προηγμένον contraque quod ἀποπροηγμένον nominavit.