Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Alexander Aphrod. de fato cp. 32 p. 204, 12 Bruns. ἐπὶ δὲ τοῖς θεοῖς οὐκέτ’ ἂν ⟨εἴη⟩ τὸ εἶναι τοιούτοις (scil. φρονίμοις), ὅπερ ἦν καὶ αὐτὸ ἐν τοῖς ὑπ’ αὐτῶν ἀπορουμένοις, ὅτι πάρεστιν αὐτῶν ἐν τῇ φύσει ⟨τὸ⟩ τοιοῦτον· οὐδὲν δὲ τῶν οὕτως ὑπαρχόντων ἐπ’ αὐτῷ

Plotinus Ennead. III lib. I 7 (Vol. I p. 168 Mü.). λοιπὸν δὲ ἰδεῖν τὴν ἐπιπλέκουσαν καὶ οἷον συνείρουσαν ἀλλήλοις πάντα καὶ τό πως ἐφ’ ἑκάστου ἐπιφέρουσαν, ἀρχὴν τιθεμένην μίαν, ἀφ’ ἧς πάντα κατὰ λόγους σπερματικοὺς περαίνεται. ἔστι μὲν οὖν καὶ αὕτη ἡ δόξα ἐγγὺς ἐκείνης τῆς πᾶσαν καὶ σχέσιν καὶ κίνησιν ἡμετέραν τε καὶ πᾶσαν ἐκ τῆς τῶν ὅλων ψυχῆς ἥκειν λεγούσης, εἰ καὶ βούλεταί τι ἡμῖν καὶ ἑκάστοις χαρίζεσθαι εἰς τὸ παρ’ ἡμῶν ποιεῖν τι. ἔχει μὲν οὖν τὴν πάντως πάντων ἀνάγκην· καὶ πάντων εἰλημμένων τῶν αἰτίων οὐκ ἔστιν ἕκαστον μὴ οὐ γίγνεσθαι· οὐδὲν γὰρ ἔτι τὸ κωλῦσον ἢ ἄλλως γενέσθαι ποιῆσον, εἰ πάντα εἴληπται ἐν τῇ εἱμαρμένῃ. τοιαῦτα δὲ ὄντα, ὡς ἀπὸ μιᾶς ἀρχῆς ὡρμημένα, ἡμῖν οὐδὲν καταλείψει ἢ φέρεσθαι, ὅπῃ ἂν ἐκεῖνα ὠθῇ· αἵ τε γὰρ φαντασίαι τοῖς προηγησαμένοις, αἵ τε ὁρμαὶ κατὰ ταύτας ἔσονται· ὄνομά τε μόνον τὸ ἐφ’ ἡμῖν ἔσται. οὐ γὰρ ὅτι [μόνον] ὁρμῶμεν ἡμεῖς, ταύτῃ τι πλέον ἔσται, τῆς ὁρμῆς κατ’ ἐκεῖνα γεννωμένης etc.

Cicero de fato 36. Interesse autem aiunt, utrum eius modi quid sit, sine quo effici aliquid non possit, an eius modi, cum quo effici aliquid necesse sit. Nulla igitur earum est causa, quoniam nulla eam rem sua vi efficit, cuius causa dicitur; nec id, sine quo quippiam non fit, causa est, sed id, quod cum accessit, id, cuius est causa, efficit necessario.

Origenes de principiis lib. III p. 108 ed. Delarue. Τῶν κινουμένων τὰ μέν τινα ἐν ἑαυτοῖς ἔχει τὴν τῆς κινήσεως αἰτίαν, ἕτερα δὲ ἔξωθεν μόνον κινεῖται. ἔξωθεν οὖν μόνον κινεῖται τὰ φορητά, οἷον ξύλα καὶ λίθοι καὶ πᾶσα ἡ ὑπὸ ἕξεως μόνης συνεχομένη ὕλη. ὑπεξῃρήσθω δὲ νῦν τοῦ λόγου τὸ κίνησιν λέγειν τὴν ῥύσιν τῶν σωμάτων, ἐπεὶ μὴ χρεία τούτου πρὸς τὸ προκείμενον. ἐν ἑαυτοῖς δὲ ἔχει τὴν αἰτίαν τοῦ κινεῖσθαι ζῷα καὶ φυτὰ καὶ ἁπαξαπλῶς ὅσα ὑπὸ φύσεως καὶ ψυχῆς συνέχεται, ἐξ ὧν φασιν εἶναι καὶ τὰ μέταλλα. πρὸς δὲ τούτοις καὶ τὸ πῦρ αὐτοκίνητόν ἐστι, τάχα δὲ καὶ αἱ πηγαί. τῶν δὲ ἐν ἑαυτοῖς τοῦ κινεῖσθαι τὴν αἰτίαν ἐχόντων τὰ μέν φασιν ἐξ ἑαυτῶν κινεῖσθαι τὰ δὲ ἀφ’ ἑαυτῶν, ἐξ ἑαυτῶν μὲν τὰ ἄψυχα, ἀφ’

ἑαυτῶν δὲ τὰ ἔμψυχα· ἀφ’ ἑαυτῶν γὰρ κινεῖται τὰ ἔμψυχα φαντασίας ἐγγινομένης ὁρμὴν προκαλουμένης· καὶ πάλιν ἔν τισι τῶν ζῴων φαντασίαι γίνονται ὁρμὴν προκαλούμεναι, φύσεως φανταστικῆς τεταγμένως κινούσης τὴν ὁρμήν, ὡς ἐν τῷ ἀράχνῃ φαντασία τοῦ ὑφαίνειν γίνεται, καὶ ὁρμὴ ἀκολουθεῖ ἐπὶ τὸ ὑφαίνειν, - τῆς φανταστικῆς αὐτοῦ φύσεως τεταγμένως ἐπὶ τοῦτο αὐτὸν προκαλουμένης καὶ οὐδενὸς ἄλλου μετὰ τὴν φανταστικὴν αὐτοῦ φύσιν πεπιστευμένου τοῦ ζῴου - καὶ ἐν τῇ μελίσσῃ ἐπὶ τὸ κηροπλαστεῖν. Τὸ μέντοι λογικὸν ζῷον καὶ λόγον ἔχει πρὸς τῇ φανταστικῇ φύσει τὸν κρίνοντα τὰς φαντασίας, καὶ τινὰς μὲν ἀποδοκιμάζοντα, τινὰς δὲ παραδεχόμενον, ἵνα ἄγηται τὸ ζῷον κατ’ αὐτάς. ὅθεν ἐπεὶ ἐν τῇ φύσει τοῦ λόγου εἰσὶν ἀφορμαὶ τοῦ θεωρῆσαι τὸ καλὸν καὶ τὸ αἰσχρόν, αἷς ἑπόμενοι θεωρήσαντες τὸ καλὸν καὶ τὸ αἰσχρόν, αἱρούμεθα μὲν τὸ καλόν, ἐκκλίνομεν δὲ τὸ αἰσχρόν· ἐπαινετοὶ μέν ἐσμεν ἐπιδόντες ἑαυτοὺς τῇ πράξει τοῦ καλοῦ, ψεκτοὶ δὲ κατὰ τὸ ἐναντίον. οὐκ ἀγνοητέον μέντοι γε ὅτι τὸ πλέον τῆς εἰς πάντα τεταγμένης φύσεως ποσῶς ἐστιν ἐν τοῖς ζῴοις, ἐπὶ πλέον δὲ ἢ ἐπὶ τὸ ἔλαττον, ὥστε ἐγγύς που εἶναι, ἵν’ οὕτως εἴπω, τοῦ λογικοῦ τὸ ἐν τοῖς ἰχνευταῖς κυσὶν ἔργον καὶ ἐν τοῖς πολεμικοῖς ἵπποις. τὸ μὲν οὖν ὑποπεσεῖν τόδε τι τῶν ἔξωθεν φαντασίαν ἡμῖν κινοῦν τοιάνδε ἢ τοιάνδε, ὁμολογουμένως οὐκ ἔστι τῶν ἐφ’ ἡμῖν· τὸ δὲ κρῖναι οὑτωσὶ χρήσασθαι τῷ γενομένῳ ἢ ἑτέρως οὐκ ἄλλου τινὸς ἔργον ἢ τοῦ ἐν ἡμῖν λόγου ἐστίν, ἤτοι παρὰ τὰς ἀφορμὰς ἐνεργοῦντος [ἡμᾶς πρὸς] τὰς ἐπὶ τὸ καλὸν προ[σ]καλουμένας καὶ τὸ καθῆκον [ὁρμάς] ἢ ἐπὶ τὸ ἐναντίον ἐκτρέποντος. Εἰ δέ τις αὐτὸ τὸ ἔξωθεν λέγει εἶναι τοιόνδε, ὥστε ἀδυνάτως ἔχειν ἀντιβλέψαι αὐτῷ τοιῷδε γενομένῳ, οὗτος ἐπιστησάτω τοῖς ἰδίοις πάθεσι καὶ κινήμασιν, εἰ μὴ εὐδόκησις γίνεται καὶ συγκατάθεσις καὶ ῥοπὴ τοῦ ἡγεμονικοῦ ἐπὶ τόδε τι διὰ τάσδε τὰς πιθανότητας. οὐ γάρ, φέρ’ εἰπεῖν, ἡ γυνὴ τῷ κρίναντι ἐγκρατεύεσθαι καὶ ἀνέχειν ἑαυτὸν ἀπὸ μίξεων ἐπιφανεῖσα καὶ προκαλεσαμένη ἐπὶ τὸ ποιῆσαί τι παρὰ πρόθεσιν αὐτοτελὴς αἰτία γίνεται τοῦ τὴν πρόθεσιν ἀθετῆσαι. πάντως γὰρ εὐδοκήσας τῷ γαργαλισμῷ καὶ τῷ λείῳ τῆς ἡδονῆς, ἀντιβλέψαι αὐτῷ μὴ βεβουλημένος μηδὲ τὸ κεκριμένον κυρῶσαι, πράττει τὸ ἀκόλαστον. ὁ δέ τις ἔμπαλιν, τῶν αὐτῶν συμβεβηκότων αὐτῷ πλείονα μαθήματα ἀνειληφότι καὶ ἠσκηκότι, οἱ μὲν γαργαλισμοὶ καὶ οἱ ἐρεθισμοὶ συμβαίνουσιν· ὁ λόγος δὲ ἄτε ἐπὶ πλεῖον ἰσχυροποιηθεὶς καὶ τραφεὶς τῇ μελέτῃ καὶ βεβαιωθεὶς τοῖς δόγμασι πρὸς τὸ καλὸν ἢ ἐγγύς γε τοῦ βεβαιωθῆναι γεγενημένος, ἀνακρούει τοὺς ἐρεθισμοὺς καὶ ὑπεκλύει τὴν ἐπιθυμίαν.

Origenes de oratione 6 Vol. II p. 311, 16 Kö. (p. 206 ed. Delarue). Τῶν κινουμένων τὰ μέν τινα τὸ κινοῦν ἔξωθεν ἔχει, ὥσπερ τὰ ἄψυχα καὶ ὑπὸ ἕξεως μόνης συνεχόμενα· καὶ τὰ ὑπὸ φύσεως καὶ ψυχῆς κινούμενα οὐχ ᾗ τοιαῦτα ἔσθ’ ὅτε κινούμενα, ἀλλ’ ὁμοίως τοῖς ὑπὸ ἕξεως μόνης συνεχομένοις. Λίθοι γὰρ καὶ ξύλα τὰ ἐκκοπέντα τοῦ μετάλλου ἢ τὸ φύειν ἀπολωλεκότα, ὑπὸ ἕξεως μόνης συνεχόμενα, τὸ κινοῦν ἔξωθεν ἔχει. ἀλλὰ καὶ τὰ τῶν ζῴων σώματα καὶ τὰ φορητὰ τῶν πεφυτευμένων ὑπό τινος μετατιθέμενα, οὐχ ἡ ζῷα καὶ φυτὰ μετατίθεται, ἀλλ’ ὁμοίως λίθοις καὶ ξύλοις τοῖς τὸ φύειν ἀπολωλεκόσι· κἂν φθίνῃ δὲ καθ’ αὑτά, τῷ ῥευστὰ εἶναι πάντα τὰ σώματα φθίνοντα παρακολουθητικὴν ἔχει τὴν ἐν τῷ φθίνειν κίνησιν. -

δεύτερα δὲ παρὰ ταῦτά ἐστι κινούμενα τὰ ὑπὸ τῆς ἐνυπαρχούσης φύσεως ἢ ψυχῆς κινούμενα, ἃ καὶ ἐξ αὐτῶν κινεῖσθαι λέγεται παρὰ τοῖς κυριώτερον χρωμένοις τοῖς ὀνόμασι. τρίτη δέ ἐστι κίνησις ἡ ἐν τοῖς ζᾠοις, ἥτις ὀνομάζεται ἡ ἀφ’ αὑτοῦ κίνησις. οἶμαι δὲ ὅτι ἡ τῶν λογικῶν κίνησις δι’ αὑτῶν ἐστι κίνησις. ἐὰν δὲ περιέλωμεν ἀπὸ τοῦ ζῴου τὴν ἀπ’ αὐτοῦ κίνησιν, οὐδὲ ζῷον ἔτι ὂν ὑπονοηθῆναι δύναται, ἀλλὰ ἔσται ὅμοιον ἤτοι φυτῷ ὑπὸ φύσεως μόνης κινουμένῳ, ἢ λίθῳ ὑπό τινος ἔξωθεν φερομένῳ. ἐὰν δὲ παρακολουθῇ τι τῇ ἰδίᾳ κινήσει, ἐπεὶ τοῦτο δι’ αὐτοῦ κινεῖσθαι ὠνομάσαμεν, ἀνάγκη τοῦτο εἶναι λογικόν. - Οἱ τοίνυν θέλοντες μηδὲν εἶναι ἐφ’ ἡμῖν, ἀναγκαίως ἠλιθιώτατόν τι παραδέξονται, πρῶτον μὲν ὅτι οὐκ ἐσμὲν ζῷα, δεύτερον δὲ ὅτι οὐδὲ λογικά, ἀλλ’ οἷον ὑπὸ ἔξωθεν κινοῦντος, αὐτοὶ οὐδαμῶς κινούμενοι, ποιεῖν ὑπ’ ἐκείνου λεγοίμεθ’ ⟨ἄν⟩ ἃ ποιεῖν νομιζόμεθα· ἄλλως τε καὶ τοῖς ἰδίοις πάθεσιν ἐπιστήσας τις ὁράτω, εἰ μὴ ἀναιδῶς ἐρεῖ, μὴ αὐτὸς θέλειν καὶ μὴ αὐτὸς ἐσθίειν καὶ μὴ αὐτὸς περιπατεῖν, μηδὲ αὐτὸς συγκατατίθεσθαι καὶ παραδέχεσθαι ὁποῖα δήποτε τῶν δογμάτων, μηδὲ αὐτὸς ἀνανεύειν πρὸς ἕτερα ὡς ψευδῆ. - Ὥσπερ οὖν πρός τινα δόγματα ἀμήχανον διατεθῆναι ἄνθρωπον, κἂν μυριάκις αὐτὰ κατασκευάζῃ εὑρεσιλογῶν καὶ πιθανοῖς λόγοις χρώμενος οὕτως ἀδύνατον διατεθεῖσθαί τινα περὶ τῶν ἀνθρωπίνων ὡς μηδαμῶς τοῦ ἐφ’ ἡμῖν σῳζομένου. τίς γὰρ διάκειται περὶ τοῦ μηδὲν εἶναι καταληπτὸν ἢ οὕτως βιοῖ ὡς ἐπέχων περὶ παντὸς οὑτινοσοῦν; τίς δὲ οὐκ ἐπιπλήττει, φαντασίαν ἁμαρτήσαντος οἰκέτου λαβών, τῷ θεράποντι; καὶ τίς ἐστιν ὃς μὴ αἰτιᾶται υἱὸν τὸ πρὸς γονεῖς καθῆκον μὴ ἀποδιδόντα; ἢ μὴ μέμφεται καὶ ψέγει ὡς αἰσχρὸν πεποιηκυῖαν τὴν μεμοιχευμένην; βιάζεται γὰρ ἡ ἀλήθεια καὶ ἀναγκάζει, κἂν μυριάκις τις εὑρεσιλογῇ, ὁρμᾶν καὶ ἐπαινεῖν καὶ ψέγειν, ὡς τηρουμένου τοῦ ἐφ’ ἡμῖν καὶ τούτου ἐπαινετοῦ ἢ ψεκτοῦ γινομένου παρʹ ἡμᾶς.- Εἰ δὴ τὸ ἐφ’ ἡμῖν σῴζεται, μυρίας ὅσας ἀπονεύσεις ἔχον πρὸς ἀρετὴν ἢ κακίαν, καὶ πάλιν πρὸς τὸ καθῆκον ἢ πρὸς τὸ παρὰ τὸ καθῆκον, ἀναγκαίως τοῦτο μετὰ τῶν λοιπῶν, πρὶν γένηται, τῷ θεῷ ἔγνωσται ἀπὸ κτίσεως καὶ καταβολῆς κόσμου, ὁποῖον ἔσται· καὶ ἐν πᾶσιν οἷς προδιατάσσεται ὁ θεός, ἀκολούθως οἷς ἑώρακε περὶ ἑκάστου ἔργου τῶν ἐφ’ ἡμῖν, προδιατέτακται κατ’ ἀξίαν ἑκάστῳ κινήματι τῶν ἐφ’ ἡμῖν τὸ καὶ ἀπὸ τῆς προνοίας αὐτῷ ἀπαντησόμενον, ἔτι δὲ καὶ κατὰ τὸν εἱρμὸν τῶν ἐσομένων συμβησόμενον, οὐχὶ τῆς προγνώσεως τοῦ θεοῦ αἰτίας γινομένης τοῖς ἐσομένοις πᾶσι καὶ ἐκ τοῦ ἐφ’ ἡμῖν κατὰ τὴν ὁρμὴν ἡμῶν ἐνεργηθησομένοις. εἰ γὰρ καὶ καθ’ ὑπόθεσιν μὴ γινώσκοι ὁ θεὸς τὰ ἐσόμενα, οὐ παρὰ τοῦτο ἀπολοῦμεν τὸ τάδε τινὰ ἐνεργήσειν καὶ τάδε θελήσειν· πλέον δὲ ἀπὸ τῆς προγνώσεως γίνεται τὸ κατάταξιν λαμβάνειν εἰς τὴν τοῦ παντὸς διοίκησιν, χρειώδη τῇ τοῦ κόσμου καταστάσει, τὸ ἑκάστου ἐφ’ ἡμῖν. Vol. II p. 314, 4 Kö. (p. 208 Del.). ἐὰν δέ τις ταράττηται διὰ τὸ μὴ οὐ ψεύσασθαι τὸν θεὸν τὰ μέλλοντα προεγνωκότα, ὡς τῶν πραγμάτων κατηναγκασμένων, λεκτέον πρὸς τὸν τοιοῦτον, ὅτι αὐτὸ τοῦτο ἔγνωσται τῷ θεῷ ἀραρότως, τὸ μὴ ἀραρότως τόνδε τινὰ τὸν ἄνθρωπον καὶ βεβαίως βούλεσθαι τὰ κρείττονα ἢ οὕτω θελήσειν τὰ χείρονα, ὥστε ἀνεπίδεκτον αὐτὸν ἔσεσθαι μεταβολῆς τῆς ἐπὶ τὰ συμφέροντα.

Origenes de principiis lib. III p. 110 ed. Delarue. Τὸ δὲ τούτων οὕτως ἡμῖν γινομένων ⟨τὰ⟩ ἔξωθεν αἰτιᾶσθαι καὶ ἑαυτοὺς ἀπολύειν ἐγκλήματος, ὁμοίους ἑαυτοὺς ἀποφαινομένους ξύλοις καὶ λίθοις ἑλκυσθεῖσιν ὑπὸ τῶν ἔξωθεν αὐτὰ κινησάντων, οὐκ ἀληθὲς οὐδὲ εὔγνωμον, βουλομένου τε λόγος ἐστὶν ὁ τοιοῦτος τὴν ἔννοιαν τοῦ αὐτεξουσίου παραχαράττειν. εἰ γὰρ πυθοίμεθα αὐτοῦ τί ἦν τὸ αὐτεξούσιον, λέγοι ἂν ὅτι εἰ μηδὲν τῶν ἔξωθεν ἀπήντα, ἐμοῦ τόδε τι προθεμένου, τὸ ἐπὶ τὸ ἐναντίον προκαλούμενον. - πάλιν τε αὖ ψιλὴν τὴν κατασκευὴν αἰτιᾶσθαι, παρὰ τὸ ἐναργές ἐστι, λόγου παιδευτικοῦ τοὺς ἀκρατεστέρους καὶ τοὺς ἀγριωτάτους παραλαμβάνοντος, εἰ τῇ προτροπῇ παρακολουθήσαιεν, καὶ μεταβάλλοντος, ὥστε παρὰ πολὺ γεγονέναι τὴν τροπὴν καὶ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν, πολλάκις τῶν ἀκολαστοτάτων βελτιόνων γενομένων παρὰ τοὺς τῇ φύσει πρότερον οὐ δοκοῦντας εἶναι τοιούτους, καὶ τῶν ἀγριωτάτων εἰς τοσοῦτον ἡμερότητος μεταβαλλόντων, ὥστε τοὺς μηδὲ πώποτε οὕτως ἀγριωθέντας ἀγρίους εἶναι δοκεῖν συγκρίσει τοῦδέ τινος μεταβεβληκότος ἐπὶ τὸ ἥμερον. ὁρῶμέν τε ἑτέρους εὐσταθεστάτους καὶ σεμνοτάτους ἐκ διαστροφῆς ἐπὶ τὰς χείρους διατριβὰς ἐκκρουομένους τοῦ σεμνοῦ καὶ εὐσταθοῦς, ὥστε εἰς ἀκολασίαν αὐτοὺς μεταβαλεῖν, πολλάκις ἀρχομένης τῆς ἀκολασίας μεσούσης τῆς ἡλικίας, καὶ ἐμπίπτοντας εἰς ἀταξίαν μετὰ τὸ παρεληλυθέναι τὸ τῆς νεότητος ὅσον ἐπὶ τῇ φύσει ἄστατον. οὐκοῦν ὁ λόγος δείκνυσιν ὅτι τὰ μὲν ἔξωθεν οὐκ ἐφ’ ἡμῖν ἐστι, τὸ δὲ οὕτως ἢ ἐναντίως χρήσασθαι αὐτοῖς τὸν λόγον κριτὴν παραλαβόντα καὶ ἐξεταστὴν τοῦ πῶς δεῖ πρὸς τάδε τινὰ τῶν ἔξωθεν ἀπαντῆσαι, ἔργον ἐστὶ ἡμέτερον.

Nemesius de nat. hom. c. 35 p. 258. οἱ δὲ λέγοντες ὅτι καὶ τὸ ἐφ’ ἡμῖν καὶ τὸ καθ’ εἱμαρμένην σῴζεται (ἑκάστῳ γὰρ τῶν γινομένων δεδόσθαι τι καθ’ εἱμαρμένην, ὡς τῷ ὕδατι τὸ ψύχειν καὶ ἑκάστῳ τῶν φυτῶν τὸ τοιόνδε καρπὸν φέρειν, καὶ τῷ λίθῳ τὸ κατωφερὲς καὶ τῷ πυρὶ τὸ ἀνωφερές, οὕτω καὶ τῷ ζῴῳ τὸ συγκατατίθεσθαι καὶ ὁρμᾶν· ὅταν δὲ ταύτῃ τῇ ὁρμῇ μηδὲν ἀντιπέσῃ τῶν ἔξωθεν καὶ καθ’ εἱμαρμένην, τότε τὸ περιπατεῖν τέλεον ἐφ’ ἡμῖν εἶναι καὶ πάντως περιπατήσομεν) οἱ ταῦτα λέγοντες - εἰσὶ δὲ τῶν Στωϊκῶν Χρύσιππός τε καὶ Φιλοπάτωρ καὶ ἄλλοι πολλοὶ καὶ λαμπροί, οὐδὲν ἕτερον ἀποδεικνύουσιν ἢ πάντα καθ’ εἱμαρμένην γίνεσθαι. εἰ γὰρ καὶ τὰς ὁρμὰς παρὰ τῆς εἱμαρμένης φασὶν ἡμῖν δεδόσθαι, καὶ ταύτας ποτὲ μὲν ὑπὸ τῆς εἱμαρμένης ἐμποδίζεσθαι, ποτὲ δὲ μή, δῆλον ὡς πάντα καθ’ εἱμαρμένην γίνεται καὶ τὰ δοκοῦντα ἐφ’ ἡμῖν εἶναι. —  — εἰ γὰρ τῶν αὐτῶν αἰτίων περιεστηκότων, ὥς φασιν αὐτοί, πᾶσα ἀνάγκη τὰ αὐτὰ γίνεσθαι καὶ οὐχ οἷοντε ποτὲ μὲν οὕτως ποτὲ δ’ ἄλλως γενέσθαι, διὰ τὸ ἐξ αἰῶνος ἀποκεκληρῶσθαι ταῦτα, ἀνάγκη καὶ τὴν ὁρμὴν τὴν τοῦ ζῴου πάντη τε καὶ πάντως τῶν αὐτῶν αἰτίων περιεστηκότων οὕτως γενέσθαι. et paullo infra: εἰ γὰρ τὴν ὁρμὴν ἐφ’ ἡμῖν τάττουσιν, ὅτι φύσει ταύτην ἔχομεν, τί κωλύει καὶ ἐπὶ τῷ πυρὶ λέγειν εἶναι τὸ καίειν, ἐπειδὴ φύσει καίει τὸ πῦρ; ὥς που καὶ παρεμφαίνειν ἔοικεν ὁ Φιλοπάτωρ ἐν τῷ περὶ εἱμαρμένης.

Clemens Al. Stromat. II p. 458 Pott. τὰς δὲ συγαταθέσεις οὐ μόνον οἱ ἀπὸ Πλάτωνος ἀλλὰ καὶ οἱ ἀπὸ τῆς Στοᾶς ἐφ’ ἡμῖν εἶναι λέγουσιν· πᾶσα οὖν δόξα καὶ κρίσις καὶ ὑπόληψις καὶ μάθησις —  — συγκατάθεσίς ἐστιν.

Plutarchus de Stoic. repugn. cp. 47 p. 1056e. Ἄνευ δὲ τούτων, εἰ μὲν αἱ φαντασίαι μὴ γίνονται καθ’ εἱμαρμένην, ⟨πῶς αἰτία⟩ τῶν συγκαταθέσεων· εἰ δ’ ὅτι ποιεῖ φαντασίας ἀγωγοὺς ἐπὶ τὴν συγκατάθεσιν, καθ’ εἱμαρμένην αἱ συγκαταθέσεις γίνεσθαι λέγονται, πῶς οὐ μάχεται πρὸς ἑαυτὴν πολλάκις ἐν τοῖς μεγίστοις διαφόρους ποιοῦσα φαντασίας καὶ περισπώσας ἐπὶ τἀναντία τὴν διάνοιαν; ὅτε τοὺς προστιθεμένους τῇ ἑτέρᾳ καὶ μὴ ἐπέχοντας, ἁμαρτάνειν λέγουσιν· ἂν μὲν ἀδήλοις εἴκωσι προπίπτοντας, ἂν δὲ ψευδέσι, διαψευδομένους· ἂν δὲ κοινῶς ἀκαταλήπτοις, δοξάζοντας. Καίτοι δεῖ, τριῶν ὄντων, ἢ μὴ πᾶσαν εἶναι φαντασίαν εἱμαρμένης ἔργον, ἢ πᾶσαν παραδοχὴν φαντασίας καὶ συγκατάθεσιν ἀναμάρτητον, ἢ μηδὲ αὐτὴν τὴν εἱμαρμένην ἀνεπίληπτον· οὐκ οἶδα γάρ, ὅπως ἀνέγκλητός ἐστι τοιαύτας ποιοῦσα φαντασίας, αἷς τὸ μὴ μάχεσθαι μηδ’ ἀντιβαίνειν, ἀλλ’ ἕπεσθαι καὶ εἴκειν, ἔγκλητόν ἐστι.

Plutarchus de Stoic. repugn. 47 p. 1055f. Ἀλλὰ μὴν καὶ τὰ περὶ τῶν φαντασιῶν λεγόμενα νεανικῶς πρὸς τὴν εἱμαρμένην ἐναντιοῦται. Τὴν γὰρ φαντασίαν βουλόμενος οὐκ οὖσαν αὐτοτελῆ τῆς συγκαταθέσεως αἰτίαν ἀποδεικνύειν, εἴρηκεν ὅτι βλάψουσιν οἱ σοφοὶ ψευδεῖς φαντασίας ἐμποιοῦντες, ἂν αἱ φαντασίαι ποιῶσιν αὐτοτελῶς τὰς συγκαταθέσεις· πολλάκις γὰρ οἱ σοφοὶ ψεύδει χρῶνται πρὸς τοὺς φαύλους καὶ φαντασίαν παριστᾶσι πιθανήν, οὐ μὴν αἰτίαν τῆς συγκαταθέσεως· ἐπεὶ καὶ τῆς ὑπολήψεως αἰτία τῆς ψευδοῦς ἔσται καὶ τῆς ἀπάτης.

Augustinus de civ. dei V 10. Unde nec illa necessitas formidanda est, quam formidando Stoici laboraverunt causas rerum ita distinguere, ut quasdam subtraherent necessitati, quasdam subderent, atque in his, quas esse sub necessitate noluerunt, posuerunt etiam nostras voluntates, ne videlicet non essent liberae, si subderentur necessitati.

Origenes comment. in Genesin Tom. II p. 13 Delarue. ὅτι μέντοι γε πολλῶν τῶν ἐφ’ ἡμῖν αἴτια πλεῖστα τῶν οὐκ ἐφ’ ἡμῖν ἐστι καὶ ἡμεῖς ὁμολογήσομεν· ὧν μὴ γενομένων, λέγω δὲ τῶν οὐκ ἐφ’ ἡμῖν, οὐκ ἂν τάδε τινὰ τῶν ἐφ’ ἡμῖν ἐπράττετο· πράττεται δὲ τάδε τινὰ τῶν ἐφ’ ἡμῖν ἀκόλουθα τοῖσδε τοῖς προγενομένοις οὐκ ἐφ’ ἡμῖν, ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προγενομένοις καὶ ἕτερα πρᾶξαι παρ’ ἃ πράττομεν. εἰ δέ τις ζητεῖ τὸ ἐφ’ ἡμῖν ἀπολελυμένον εἶναι τοῦ παντὸς ὥστε μὴ διὰ τάδε τινὰ συμβεβηκότα ἡμῖν ἡμᾶς αἱρεῖσθαι τάδε, ἐπιλέλησται κόσμου μέρος ὢν καὶ ἐμπεριεχόμενος ἀνθρώπων κοινωνίᾳ καὶ τοῦ περιέχοντος.

Plutarchus de Stoic. repugn. cp. 47 p. 1056b. Ὁ δὲ λέγων ὅτι Χρύσιππος οὐκ αὐτοτελῆ τούτων αἰτίαν (sc. τοῦ κατορθοῦν καὶ φρονεῖν) ἀλλὰ προκαταρτικὴν μόνον ἐποιεῖτο τὴν εἱμαρμένην, ἐκεῖ πάλιν αὐτὸν ἀποδείξει μαχόμενον πρὸς αὑτόν, ὅπου τὸν μὲν Ὅμηρὸν ὑπερφυῶς ἐπαινεῖ περὶ τοῦ Διὸς λέγοντα (Ο 109) Τῷ ἔχεθ’ ὅττι κεν ὔμμι κακὸν πέμπησιν ἑκάστῳ ἢ ἀγαθόν· καὶ τὸν Εὐριπίδην (Suppl. 734) Ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς φρονεῖν λέγοιμ’ ἄν; σοῦ γὰρ ἐξηρτήμεθα, δρῶμέν τε τοιάδʼ, ἃ σύ ⟨γε⟩ τυγχάνεις φρονῶν. αὐτὸς δὲ πολλὰ τούτοις ὁμολογούμενα γράφει, τέλος δέ φησι μηδὲν ἴσχεσθαι μηδὲ κινεῖσθαι μηδὲ τοὐλάχιστον ἄλλως ἢ κατὰ τὸν τοῦ Διὸς λόγον· ὃν τῇ εἱμαρμένῃ τὸν αὐτὸν εἶναι. Ἔτι τοίνυν τὸ μὲν προκαταρκτικὸν αἴτιον ἀσθενέστερόν ἐστι τοῦ αὐτοτελοῦς, καὶ οὐκ ἐξικνεῖται κρατούμενον ὑπ’ ἄλλων ἐξανισταμένων· τὴν δ’ εἱμαρμένην αἰτίαν ἀνίκητον καὶ ἀκώλυτον καὶ ἄτρεπτον ἀποφαίνων, αὐτὸς Ἄτροπον καλεῖ καὶ Ἀδράστειαν καὶ Ἀνάγκην καὶ Πεπρωμένην, ὡς πέρας ἅπασιν ἐπιτιθεῖσαν. (dein Plutarchus probare studet, si talis exstet fatalis necessitas, qualem fingit Chrysippus, liberum hominum arbitrium tolli, τὸ ἐφ’ ἡμῖν καὶ τὸ ἑκούσιον ἀναιρεῖσθαι).

Diogenianus apud Eusebium praep. evang. VI p. 265d. Ἐν μὲν οὖν τῷ πρώτῳ Περὶ εἱμαρμένης βιβλίῳ τοιαύταις τισὶν ἀποδείξεσιν κέχρηται, ἐν δὲ τῷ δευτέρῳ λύειν πειρᾶται τὰ ἀκολουθεῖν δοκοῦντα ἄτοπα τῷ λόγῳ τῷ πάντα κατηναγκάσθαι λέγοντι, ἅπερ καὶ ἡμεῖς κατ’ ἀρχὰς ἐτίθεμεν· οἷον τὸ ἀναιρεῖσθαι δι’ αὐτοῦ τὴν ἐξ ἡμῶν αὐτῶν προθυμίαν περὶ ψόγους τε καὶ ἐπαίνους καὶ προτροπὰς καὶ πάνθ’ ὅσα παρὰ τὴν ἡμετέραν αἰτίαν γινόμενα φαίνεται. φησὶν οὖν ἐν τῷ δευτέρῳ βιβλίῳ τὸ μὲν ἐξ ἡμῶν πολλὰ γίνεσθαι δήλον εἶναι, οὐδὲν δὲ ἧττον συγκαθειμάρθαι καὶ ταῦτα τῇ τῶν ὅλων διοικήσει. κέχρηταί τε παραδείγμασι τοιούτοις τισί. τὸ γὰρ μὴ ἀπολεῖσθαι, φησί, θοιμάτιον οὐχ ἁπλῶς καθείμαρτο, ἀλλὰ μετὰ τοῦ φυλάττεσθαι, καὶ τὸ ἐκ τῶν πολεμίων σωθήσεσθαι τόνδε τινὰ μετὰ τοῦ φεύγειν αὐτὸν τοὺς πολεμίους· καὶ τὸ γενέσθαι παῖδας μετὰ τοῦ βούλεσθαι κοινωνεῖν γυναικί. ὥσπερ γὰρ, φησίν, λέγοντός τινος Ἡγήσαρχον τὸν πύκτην ἐξελεύσεσθαι τοῦ ἀγώνος πάντως ἄπληκτον, ἀτόπως ἄν τις ἠξίου καθιέντα τὰς χεῖρας τὸν Ἡγήσαρχον μάχεσθαι, ἐπεὶ ἄπληκτον αὐτὸν καθείμαρτο ἀπελθεῖν, τοῦ τήν ἀπόφασιν ποιησαμένου διὰ τὴν περιττοτέραν τἀνθρώμου πρὸς τὸ μὴ πλήττεσθαι φυλακὴν τοῦτο εἰπόντος, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἔχει. πολλὰ γὰρ μὴ δύνασθαι γενέσθαι χωρὶς τοῦ καὶ ἡμᾶς

βούλεσθαι καὶ ἐκτενεστάτην γε περὶ αὐτὰ προθυμίαν τε καὶ σπουδὴν εἰσφέρεσθαι, ἐπειδὴ μετὰ τούτου, φησίν, αὐτὰ γενέσθαι καθείμαρτο. p. 266d. ἀλλὰ παρ’ ἡμᾶς μὲν ἔσται, φησί, περιειλημμένου μέντοι τοῦ παρ' ἡμᾶς ὑπὸ τῆς εἱμαρμένης. p. 267a. καὶ ἐξ αὐτῆς δὲ τῆς διαστολῆς, ἣν ποιεῖται Χρύσιππος, δήλον γίνεται τὸ ἀπολελύσθαι τῆς εἱμαρμένης τὴν παρ’ ἡμᾶς αἰτίαν. καθείμαρται γὰρ, φησί, σωθῆναι θοιμάτιον, εἰ φυλάττοις αὐτό, καὶ παῖδας ἔσεσθαι, εἰ καὶ σὺ βουληθείης, ἄλλως δὲ μὴ ἂν ἔσεσθαί τι τούτων. ἐπὶ δὲ τῶν ὑπὸ τῆς εἱμαρμένης προκατειλημμένων οὐκ ἄν ποτε ὑποτιμήσεσι τοιαύταις χρησαίμεθα etc.

Diogenianus apud Eusebium Praep. evang. VI p. 262c. [οὐ θεωρῶν ὅτι τὰ ἀλλαχοῦ πάλιν παρὰ τῷ ποιητῇ λεγόμενα τούτοις ἄντικρυς ἠναντίωται] οἷς καὶ αὐτὸς (sc. Chrysippus) ἐν τῷ δευτέρῳ βιβλίῳ (sc. περὶ εἱμαρμένης) χρήται, βουλόμενος συνιστᾶν τὸ καὶ παρ’ ἡμᾶς πολλὰ γίνεσθαι οἷον τὸ (Od. α 7) αὐτοὶ γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο. καὶ τὸ (ibid. 32-34) ὦ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται. ἐξ ἡμῶν γὰρ φασι κάκ’ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσι.

Gellius N. A. VII 2. Fatum, quod εἱμαρμένην Graeci vocant ad hanc ferme sententiam Chrysippus, Stoicae princeps philosophiae, definit: Fatum est, inquit, sempiterna quaedam et indeclinabilis series rerum et catena, volvens semetipsa sese et implicans per aeternos consequentiae ordines, xe quibus apta nexaque est. Ipsa autem verba Chrysippi, quantum valui memoria, ascripsi, ut, sicui meum istud interpretamentum videbitur esse obscurius, ad ipsius verba animadvertat. In libro περὶ προνοίας quarto εἱμαρμένην esse dicit φυσικήν τινα σύνταξιν τῶν ὅλων ἐξ ἀϊδίου τῶν ἑτέρων τοῖς ἑτέροις ἑπακολουθούντων καὶ μεταπολουμένων ἀπαραβάτου οὔσης τῆς τοιαύτης ἐπιπλοκῆς. Aliarum autem opinionum disciplinarumque auctores huic definitioni ita obstrepunt: Si Chrysippus, inquiunt, fato putat omnia moveri et regi nec declinari transcendique posse agmina fati et volumina, peccata quoque hominum et delicta non suscensenda neque inducenda sunt ipsis volunatatibusque eorum, sed necessitati cuidam et instantiae, quae oritur ex fato, omnium quae sit rerum domina et arbitra, per quam necesse sit fieri, quicquid futurum est; et propterea nocentium poenas legibus inique constitutas, si homines ad maleficia non sponte veniunt, sed fato trahuntur.

Contra ea Chrysippus tenuiter multa et argute disserit; sed omnium fere, quae super ea re scrisit, huiuscemodi sententia est: Quamquam ita sit, inquit, ut ratione quadam necessaria et principali coacta atque conexa sint fato omnia, ingenia tamem ipsa mentium nostrarum proinde sunt fato obnoxia, ut proprietas eorum est ipsa et qualitas. Nam si sunt per naturam primitus salubriter utiliterque ficta, omnem illam vim quae de fato extrinsecus ingruit, inoffensius tractabiliusque transmittunt. Sin vero sunt aspera et inscita et rudia nullisque artium bonarum adminiculis fulta, etiamsi parvo sive nullo fatalis incommodi conflictu urgeantur, sua tamen scaevitate et voluntario impetu in assidua delicta et in errores se ruunt. Idque ipsum ut ea ratione fiat, naturalis illa et necessaria rerum consequentia efficit, quae fatum vocatur. Est enim genere ipso quasi fatale et consquens, ut mala ingenia peccatis et erroribus non vacent. Huius deinde fere rei exemplo non hercle nimis alieno neque inlepido utitur. Sicut inquit lapidem cylindrum si per spatia terrae prona atque derupta iacias, causa quidem ei et initium praecipitantiae fueris, mox tamen ille praeceps volvitur, non quia tu id iam facis, sed quoniam ita sese modus eius et formae volubilitas habet: sic ordo et ratio et necessitas fati genera ipsa et principia causqrum movet, impetus vero consiliorum mentiumque nostrarum actionesque ipsas voluntas cuiusque propria et animorum ingenia moderantur. Infert deinde verba haec, his, quae dixi, congruentia: Διὸ καὶ ὑπὸ τῶν Πυθαγορείων εἴρηται· Γνώσει δ’ ἀνθρώπους αὐθαίρετα πήματ’ ἔχοντας, ὡς τῶν βλαβῶν ἑκάστοις παρ’ αὐτοῖς γινομένων καὶ καθ’ ὁρμὴν αὐτῶν ἁμαρτανόντων τε καὶ βλαπτομένων καὶ κατὰ τὴν αὐτῶν διάνοιαν καὶ θέσιν. Propterea negat oportere ferri audirique homines aut nequam aut ignauos et nocentes et audaces, qui, cum in culpa et in maleficio revicti sunt, perfugiunt ad fati necessitatem, tamquam in aliquod fani asylum et, quae pessime fecerunt, ea non suae temeritati, sed fato esse attribuenda dicunt. Primus autem hoc sapientissimus ille et antiquissimus poetarum dixit hisce versibus:· (Od. α 32-34) Ὤ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται. Ἐξ ἡμέων γὰρ φασι κάκ’ ἔμμεναι· οἱ δὲ καὶ αὐτοὶ Σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσιν.

Alexander Aphrod. de fato cp. 33 p. 205, 1 Bruns. τὸ δὲ

λέγειν πλανᾶσθαι τοὺς οὐχ ἡγουμένους ἐν τῷ σῴζεσθαι τὴν καθ’ ὁρμὴν τῶν ζῴων ἐνέργειαν ἤδη σῴζεσθαι καὶ τὸ ἐφ’ ἡμῖν τῷ μὴ πᾶν τὸ καθ’ ὁρμὴν γινόμενον ἐπὶ τοῖς ὁρμῶσιν εἶναι, καὶ διὰ τοῦτο ἐρωτᾶν, εἰ μὴ ἐνέργημά τι τὸ ἐφ’ ἡμῖν ἐστι, καὶ λαβόντας ἐπὶ τούτῳ πάλιν ἐρωτᾶν, εἰ μὴ τῶν ἐνεργημάτων τὰ μὲν εἶναι δοκεῖ καθ’ ὁρμήν, τὰ δ’ οὐ καθ’ ὁρμήν, ὃ λαβόντας πάλιν προστιθέναι τούτῳ τὸ μὴ τῶν ἐνεργημάτων μέν, μὴ καθ’ ὁρμὴν δὲ εἶναί τι ἐφ’ ἡμῖν, οὗ καὶ αὐτοῦ συγχωρουμένου ἐπὶ τούτοις λαμβάνειν τὸ πᾶν τὸ καθ’ ὁρμὴν γινόμενον ἐπὶ τοῖς οὕτως ἐνεργοῦσιν εἶναι, ἐπειδὴ ἐν μηδενὶ τῶν ἄλλως ἐνεργουμένων ἐστί, καὶ διὰ τοῦτο λέγειν σῴζεσθαι κατ’ αὐτοὺς καὶ τὸ τοιοῦτον ἐφ’ ἡμῖν, ὃ δυνατὸν ὑφ’ ἡμῶν γενέσθαι τε καὶ μή, ἐπειδὴ καὶ τὰ οὕτως γενόμενα ἐν τοῖς καθ’ ὁρμὴν γινομένοις ἐστί, πῶς οὐ παντάπασιν ἀγνοούντων ταῦτα etc.

Alexander Aphrod. de fato cp. 34 p. 205, 24 Bruns. λαβόντες γὰρ τὸ ἕκαστον τῶν συνεστώτων φύσει καθ’ εἱμαρμένην εἷναι τοιοῦτον, ὁποῖόν ἐστι, ὡς ταὐτοῦ ὄντος τοῦ τε φύσει καὶ τοῦ καθ’ εἱμαρμένην, προστιθέασιν τὸ Οὐκοῦν κατὰ τὴν εἱμαρμένην καὶ αἰσθήσεται τὰ ζῷα καὶ ὁρμήσει, καὶ τὰ μὲν τῶν ζῴων ἐνεργήσει μόνον, τὰ δὲ πράξει τὰ λογικά, καὶ τὰ μὲν ἁμαρτήσεται τὰ δὲ κατορθώσει· ταῦτα γὰρ τούτοις κατὰ φύσιν. μενόντων δὲ καὶ ἁμαρτημάτων καὶ κατορθωμάτων καὶ τῶν τοιούτων φύσεων καὶ ποιοτήτων μὴ ἀναιρουμένων, καὶ ἔπαινοι μένουσι καὶ ψόγοι καὶ κολάσεις καὶ τιμαί. ταῦτα γὰρ οὕτως ἔχει ἀκολουθίας τε καὶ τάξεως.

Alexander Aprod. de fato cp. 35 p. 207, 4 Bruns. μηδὲ ἐκεῖνον δὲ παραλίπωμεν τὸν λόγον, ᾧ θαῤῥοῦσιν, ὡς δεικνύναι δυναμένου τῶν προκειμένων τι. λέγουσιν γάρ. Οὐ γὰρ ἔστι μὲν τοιαὐτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ πεπρωμένη· ⟨οὐδὲ ἔστι μὲν πεπρωμένη⟩, οὐκ ἔστι δὲ αἶσα· οὐδὲ ἔστι μὲν αἶσα, οὐκ ἔστι δὲ νέμεσις· οὐδὲ ἔστι μὲν νέμεσισ, οὐκ ἔστι δὲ νόμος· οὐδ’ ἔστι μὲν νόμος, οὐκ ἔστι δὲ λόγος ὀρθὸς προστακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον. ἀλλὰ ἀπαγορεύεται μὲν τὰ ἁμαρτανόμενα, προστάττεται δὲ τὰ κατορθώματα. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ ἁμαρτήματα καὶ κατορθώματα. ἀλλ’ εἰ ἔστιν ἀμαρτήματα καὶ κατορθώματα, ἔστιν ἀρετὴ καὶ κακία, εἰ δὲ ταῦτα, ἔστι καλὸν

καὶ αἰσχρόν· ἀλλὰ τὸ μὲν καλὸν ἐπαινετόν, τὸ δὲ αἰσχρὸν ψεκτόν. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ ἐπαινετὸν καὶ ψεκτόν. ἀλλὰ τὰ μὲν ἐπαινετὰ τιμῆς ἄξια, τὰ δὲ ψεκτὰ κολάσεως. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ τιμὴ καὶ κόλασις. ἀλλ’ ἔστι μὲν τιμὴ γέρως ἀξίωσις, ἡ δὲ κόλασις ἐπανόρθωσις. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι ⟨δὲ⟩ γέρως ἀξίω καὶ ἐπανόθωσις· εἰ δὲ ταῦτα ⟨μὴ⟩ ἀνῄρηται, μένει, καὶ πάντων γινομένων καθ’ εἱμαρμένην, κατορθώματά τε καὶ ἁμαρτήματα καὶ τιμαὶ καὶ κολάσεις καὶ γέρως ἀξιώσεις καὶ ἔπαινοι καὶ ψόγοι. p. 207, 29. τίς οὐκ ἂν αὐτῶν θαυμάσαι τὴν σύνθεσιν τοῦ λόγου ὡς ἀπέριττον καὶ ἐξ ὁμολογουμένων καὶ ἐναργῶν συνάγουσαν; ⟨ἦ⟩ τὸ μηδὲν ὤνηντο ἄρα τῆς περὶ τοὺς συλλογισμοὺς ἀσχολίας μακρᾶς, θέμενοι γὰρ τὸ τὴν εἱμαρμένην χρήσθαι πᾶσιν τοῖς γεγονόσι τε καὶ γινομένοις καθ’ εἱμαρμένην, πρὸς τὴν ἀκώλυτον τῶν ὑπ’ αὐτῆς γινομένων ἐνέργειαν, οὕτως ὡς γέγονεν ἕκαστον αὐτῶν καὶ φύσεως ἔχει, λίθῳ μὲν ὡς λίθῳ, φυτῷ δὲ ὡς φυτῷ, ζῴῳ δὲ ὡς ζῴῳ, εἰ δὲ ζῴῳ καὶ ⟨ὡς⟩ ὁρμητικῷ, ἐν τῷ τιθέναι τὸ χρῆσθαι αὐτὴν τῷ ζῴῳ ὡς ζῴῳ τε καὶ ὁρμητικῷ καὶ γίνεσθαι τὰ ὑπ’ αὐτῆς διὰ τῶν ζῴων γινόμενα κατὰ τὴν τῶν ζῴων ὁρμὴν (ἑπομένων καὶ τούτων τοῖς ἐξ ἀνάγκης περιεστῶσιν αὐτὰ τότε αἰτίοις, ἅτινα ἂν ⟨ᾖ⟩) ἡγούμενοι διὰ τοῦ τὸ καθ' ὁρμὴν ἐνεργεῖν τὰ ζῷα τηρεῖν ἐν τῷ ἅπαντα γίνεσθαι καθ’ εἱμαρμένην καὶ τὸ ἐφ' ἡμῖν εἶναί τι τηρεῖν, τούς τε ἄλλους ἐρωτῶσιν λόγου καὶ δὴ καὶ τὸν προειρημένον, ἐμοὶ δοκεῖ, οὐχ ὡς ἀληθεῖ πιστεύοντες τοσοῦτον αὐτῷ ὅσον διὰ μῆκός τε καὶ πλῆθος ὀνομάτων καὶ ἀσαφῆ σύνθεσιν παράξειν ἡγούμενοι τοὺς ἀκούοντας.

Alexander Aphrod. de fato cp. 36 p. 210, 3 Bruns. οὐδὲν ἄρα μένει τῶν ὑπὸ τοῦ μετὰ τοσαύτης τέχνης ἠρωτημένου λόγου κατεσκευασμένων, ἀκολουθήσει τε αὐτοῖς ἀρξαμένοις κάτωθεν ⟨ἡ⟩ ἀκολουθία, ἣν ἕπεσθαι λέγουσιν τοῖς ἀναιρεῖν πειρωμένοις τὸ ἐφ’ ἡμῖν ⟨τι⟩ εἶναι, ὡς αὐτοὶ τηροῦντες ὁμολογουμένως αὐτό, ⟨τὸ⟩ διὰ τοῦ πρώ⟨του⟩ λαβόντας ἄλλο ἐπιφέρειν αὖ τὰ τούτῳ δοκοῦντα ἕπεσθαι ἄτοπα καὶ ⟨τού⟩τοις διαβάλλειν ⟨τὸ⟩ ἡγούμενον. εἰ γὰρ μή εἰσι τιμαὶ μηδὲ κολάσεις, οὐδὲ ἔπαινοι οὐδὲ ψόγοι· εἰ δὲ μὴ ταῦτα, οὐδὲ κατορθώματά τε καὶ ἁμαρτήματα· εἰ δὲ μὴ ταῦτα, οὐδὲ ἀρετὴ

καὶ κακία· εἰ δὲ μὴ ταῦτα, φασὶν ἔτι, μηδὲ θεοί. ἀλλὰ μὴν τὸ πρῶτον, τὸ μὴ εἶναι μήτε τιμὰς μήτε κολάσεις, ἕπεται τῷ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ὡς δέδεικται. ⟨καὶ⟩ τὸ τελευταῖον ἄρα, ὃ ἄτοπον καὶ ἀδύνατον. ἀναιρετέον ⟨ἄρα⟩ τὸ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ᾧ τοῦθ’ εἵπετο.