Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Simplicius in Aristot. Phys. p. 333, 1 Diels. τινὲς δὲ καὶ αὐτόθεν ὁμολογοῦσιν εἶναι τὴν τύχην καὶ αἰτίαν αὐτὴν εἶναι λέγουσι· τί δέ

ἐστιν, οὐκ ἔχουσι λέγειν, ἄδηλον αὐτὴν ἀνθρωπίνῃ διανοίᾳ νομίζοντες, ὡς θεῖόν τι οὖσαν καὶ δαιμόνιον καὶ διὰ τοῦτο τὴν ἀνθρωπίνην γνῶσιν ὑπερβαῖνον, ὥσπερ οἱ Στωϊκοὶ δοκοῦσι λέγειν. - ἔοικε δὲ ἡ μὲν ὡς περὶ θείου τινὸς τῆς Τύχης οὖσα δόξα καὶ πρὸ τοῦ Ἀριστοτέλους εἶναι παρὰ τοῖς Ἕλλησι καὶ οὐχ ὑπὸ πρώτων νομισθῆναι τῶν Στωϊκῶν, ὥς τινες οἴAëtius

Plac. I 29, 7. Ἀναξαγόρας καὶ οἱ Στωϊκοὶ (τὴν τύχην) ἄδηλον αἰτίαν ἀνθρωπίνῳ λογισμῷ· ἃ μὲν γὰρ εἶναι κατ’ ἀνάγκην, ἃ δὲ καθ’ εἱμαρμένην, ἃ δὲ κατὰ προαίρεσιν, ἃ δὲ κατὰ τύχην, ἃ δὲ κατὰ τὸ αὐτόματον.

Alexander de anima libri mantissa p. 179, 6 Bruns. τὸ δὲ λέγειν τὴν τύχην αἰτίαν ἄδηλον ἀνθρωπίνῳ λογισμῷ οὐκ ἔστι φύσιν τινὰ τύχης τιθεμένων, ἀλλ’ ἐν τῇ τῶν ἀνθρώπων πρὸς τὰ αἴτια ποιᾷ σχέσει τὴν τύχην εἶναι λεγόντων. ibid. 14. εἰ γὰρ λέγοιεν μὴ τὴν τισὶν ἀνθρώποις αἰτίαν ἄδηλον εἶναι τὴν τύχην, ἀλλὰ τὴν καθόλου πᾶσιν ἀνθρώποις, οὐδ’ ὅλως εἶναί τι συγχωροῖεν ἂν τὴν τύχην, διδόντες τε εἶναι μαντικὴν καὶ τῶν ἀδήλων δοκούντων εἶναι τοῖς ἄλλοις γνωστικὴν αὐτὴν τιθέμενοι.

Alexander Aphrod. de fato cp. 8 p. 173, 13. ὄντων δὴ τῶν ἀπὸ τύχης τε καὶ αὐτομάτως γινομένων τοιούτων, ὡς μὴ γίνεσθαι κατὰ προηγουμένην αἰτίαν —  — πῶς ἂν σῴζοιτό τι τῶν προειρημένων καθ’ οὓς πάντα προηγησαμένοις τισὶν αἰτίοις καὶ προηγουμένοις ἐξ ἀνάγκης ἔστι τε τὰ ὄντα καὶ τὰ γινόμενα γίνεται, ἑκάστου τῶν γινομένων αἴτιόν τι προκαταβεβλημένον ἔχοντος, οὗ ὄντος ἢ γεγονότος ἀνάγκη καὶ αὐτὸ ἢ εἶναι ἢ γενέσθαι; τὸ ⟨δὲ⟩ μηδὲν μὲν σῴζοντας τῶν προειρημένων, κατ’ ἄλλου δέ τινος τὸ τῆς τύχης νομοθετήσαντας ὄνομα, τῷ μὴ ἀναιρεῖσθαι ἐκεῖνο ὑπὸ τοῦ πάντα ἐξ ἀνάγκης γίνεσθαι τιθεμένου μηδὲ τὴν τύχην ἀναιρεῖσθαι λέγειν, σοφιζομένων ἐστίν —  — οὕτως μὲν γὰρ οὐδὲν κωλύσει λέγειν ταὐτὸν εἱμαρμένην τε εἶναι καὶ τύχην καὶ τοσοῦτον ἀποδεῖν τοῦ τὴν τύχην ἀναιρεῖν, ὡς καὶ πάντα τὰ γινόμενα γίνεσθαι λέγειν ἀπὸ τύχης.

Alexander Aphrod. de fato cp. 7 p. 172, 12 Bruns. οὐ γὰρ σώζεται τὸ γίνεσθαί τινα ἀπὸ τύχης, ἂν ἀνελών τις τὴν τῶν οὕτως γινομένων φύσιν ὄνομα θῆται τοῖς γινομένοις ἐξ ἀνάγκης τὴν τύχην.

Alexander Aphrod. de fato cp. 8 p. 174, 1 Bruns. τί γὰρ ἄλλο ποιοῦσιν οἱ τὴν τύχην καὶ τὸ αὐτόματον ὁριζόμενοι αἰτίαν ἄδηλον ἀνθρωπίνῳ λογισμῷ ἢ τύχης τι σημαινόμενον ἴδιον εἰσάγουσίν τε καὶ νομοθετοῦσιν; τὸ γὰρ εἰς τὴν τούτου σύστασιν χρήσασθαι τῷ λέγειν τινὰς αὐτομάτως νοσεῖν, ὅταν ἄδηλος ᾖ αὐτοῖς ἡ αἰτία τῆς νόσου, ψεῦδος.

Theodoretus graec. affect. cur. p. 87, 41. καὶ οἱ ἐκ τῆς Ποικίλης ὠνομασμένοι ἄδηλον αἰτίαν ἀνθρωπίνῳ λόγῳ.

Servius ad Verg. Aeneid. VIII 334. fortuna omnipotens et ineluctabile fatum. secundum Stoicos locutus est, qui nasci et mori fatis dant, media omnia fortunae: nam vitae humanae incerta sunt omnia. unde et miscuit, ut quasi plenum ostenderet dogma: nam nihil tam contrarium est fato, quam casus; sed secundum Stoicos dixit.

Plutarchus de Stoic. repugn. cp. 23 p. 1045 b. Τοῦ κατηναγκάσθαι δοκοῦντος ὑπὸ τῶν ἔξωθεν αἰτιῶν ταῖς ὁρμαῖς ἀπόλυσιν πορίζειν ⟨θέλοντες⟩ ἔνιοι τῶν φιλοσόφων ἐπελευστικήν τινα κίνησιν ἐν τᾷ ἡγεμονικῷ κατασκευάζουσιν, ἐπὶ τῶν ἀπαραλλάκτων μάλιστα γινομένην ἔκδηλον· ὅταν γὰρ δυοῖν ῖσὸν δυναμένων καὶ ὁμοίως ἐχόντων θάτερον ᾖ λαβεῖν ἀνάγκη, μηδεμιᾶς αἰτίας ἐπὶ θάτερον ἀγούσης τῷ μηδὲν τοῦ ἑτέρου διαφέρειν, ἡ ἐπελευστικὴ δύναμις αὕτη τῆς ψυχῆς ἐπίκλισιν ἐξ αὑτῆς λαβοῦσα διέκοψε τὴν ἀπορίαν. Πρὸς τούτους ὁ Χρύσιππος ἀντιλέγων, ὡς βιαζομένους τῷ ἀναιτίῳ τὴν φύσιν, ἐν πολλοῖς παρατίθησι τὸν ἀστράγαλον καὶ τὸν ζυγόν, καὶ πολλὰ τῶν μὴ δυναμένων ἄλλοτε ἄλλας λαμβάνειν πτώσεις καὶ ῥοπὰς ἄνευ τινὸς αἰτίας καὶ διαφορᾶς ἢ περὶ αὐτὰ πάντως ἢ περὶ τὰ ἔξωθεν γινομένης· τὸ γὰρ ἀναίτιον ὅλως ἀνύπαρκτον εἶναι καὶ τὸ αὐτόματον· ἐν δὲ ταῖς πλαττομέναις ὑπ’ ἐνίων καὶ λεγομέναις ταύταις ἐπελεύσεσιν αἰτίας ἀδήλους ὑποτρέχειν, καὶ λανθάνειν ἡμᾶς ἐπὶ θάτερα τὴν ὁρμὴν ἀγούσας. Ταῦτα μὲν οὖν ἐν τοῖς γνωριμοτάτοις ἐστὶ τῶν ὑπ’ αὐτοῦ πολλάκις εἰρημένων.

Cicero de fato 39. Ac mihi quidem videtur, cum duae sententiae fuissent veterum philosophorum, una eorum, qui censerent omnia ita fato fieri, ut id fatum vim necessitatis adferret —  — altera eorum, quibus viderentur sine ullo fato esse animorum motus voluntarii, Chrysippus tamquam arbiter honorarius medium ferire voluisse, sed adplicat se ad eos potius, qui necessitate motus animorum liberatos volunt; dum autem verbis utitur suis, delabitur in eas difficultates, ut necessitatem fati confirmet invitus. 40. Atque hoc, si placet, quale sit videamus in adsensionibus -. Eas enim veteres illi, quibus omnia fato fieri videbantur, vi effici et necessitate dicebant. Qui autem ab iis dissentiebant, fato adsensiones liberabant negabantque fato adsensionibus adhibito necessitatem ab his posse removeri iique ita disserebant: (sequitur Arcesilai, ni fallor, contra Zenonem et Cleantem disputatio. 41. Chrysippus autem cum et necessitatem improbaret et nihil vellet sine praepositis causis evenire, causarum genera distinguit, ut et necessitatem effugiat et retineat fatum. Causarum enim, inquit, aliae sunt

perfectae et principales, aliae adiuvantes et proximae. Quam ob rem, cum dicimus ommia fato fieri causis antecedentibus, non hoc intellegi volumus: causis perfectis et principalibus, sed causis adiuvantibus [antecedentibus] et proximis. ltaque illi rationi, qaum paulo ante conclusi, sic occurrit: si omnia fato fiant, sequi illud quidem, ut onmia causis fiant antepositis, verum non principalibus causis et perfectis, sed adiuvantibus et proximis. Quae si ipsae non sunt in nostra potestate, non sequitur, ut ne adpetitus quidem sit in nostra potestate. At hoc sequeretur, si omnia perfectis et principalibus causis fieri diceremus, ut cum eae causae non essent in nostra potestate, ne ille quidem esset in nostra potestate. 42. Quam ob rem qui ita fatum introducunt, ut necessitatem adiungant, in eos valebit illa conclusio; qui autem causas antecedentis non dicent perfectas neque principalis, in eos nihil valebit. Quod enim dicantur adsensiones fieri causis antepositis, id quale sit, facile a se explicari putat. Nam quamquam adsensio non possit fieri nisi commota viso, tamen, cum id visum proximam causam habeat, non principalem, hanc habet rationem, ut Chrysippus vult, quam dudum diximus, non ut illa quidem fieri possit nulla vi extrinsecus excitata (necesse est enim adsensionem viso commoveri), sed revertitur ad cylindrum et ad turbinem suum, quae moveri incipere nisi pulsa non possunt. ld autem cum accidit, suapte natura, quod supetest, et cylindrum volvi et versari turbinem putat. 43. Ut igitur, inquit, qui protrusit cylindrum, dedit ei principium motionis, volubilitatem autem non dedit, sic visum obiectum imprimet illud quidem et quasi signabit in animo suam speciem, sed adsensio nostra erit in potestate, eaque quem ad modum in cylindro dictum est, extrinsecus pulsa, quod reliquum est, suapte vi et natura movebitur. Quodsi aliqua res efficeretur sine causa antecedente, falsum esset omnia fato fieri, sin omnibus, quaecunque fiunt, verisimile est causam antecedere, quid adferri poterit, cur non omnia fato fieri fatendum sit? modo intellegatur, quae sit causarum distinctio ac dissimilitudo. —  — 44. Neque enim Chrysippus, concedens adsensionis proximam et continentem causam esse in viso positam, [neque] eam causam esse ad adsentiendum necessariam concedet, ut, si omnia fato fiant, omnia causis fiant antecedentibus et necessariis.

Hippolytus Philos. 21 (DDG p. 571, 11). καὶ αὐτοὶ δὲ (scil. Chrysippus et Zeno) τὸ καθ’ εἱμαρμένην εἶναι πάντα διεβεβαιώσαντο παραδείγματι χρησάμενοι τοιούτῳ, ὅτι ὥσπερ ὀχήματος ἐὰν ᾖ ἐξηρτημένος κύων, ἐὰν μὲν βούληται ἕπεσθαι, καὶ ἕλκεται καὶ ἕπεται, ποιῶν καὶ τὸ αὐτεξούσιον μετὰ τῆς ἀνάγκης [οἷον τῆς εἱμαρμένης]· ἐὰν δὲ μὴ βούληται ἕπεσθαι, πάντως ἀναγκασθήσεται· τὸ αὐτὸ δήπου καὶ ἐπὶ τῶν ἀνθρώπων· καὶ μὴ βουλόμενοι γὰρ ἀκολουθεῖν ἀναγκασθήσονται πάντως εἰς τὸ πεπρωμένον εἰσελθεῖν.

Aëtius Plac. I 27, 3. Πλάτων ἐγκρίνει μὲν τὴν εἱμαρμένην ἐπὶ τῶν ἀνθρωπίνων ψυχῶν καὶ βίων, συνεισάγει δὲ καὶ τὴν παρ’ ἡμᾶς αἰτίαν. οἱ Στωϊκοὶ Πλάτωνι ἐμφερῶς· καὶ τὴν μὲν ἀνάγκην ἀνίκητόν φασιν αἰτίαν καὶ βιαστικήν, τὴν δὲ εἱμαρμένην συμπλοκὴν αἰτιῶν τεταγμένην, ἐν ᾗ συμπλοκῇ καὶ τὸ παρ’ ἡμᾶς, ὥστε τὰ μὲν εἱμάρθαι, τὰ δὲ ἀνειμάρθαι.

Gellius noct. Att. VII 2, 15. Itaque M. Cicero in libro quem de fato conscripsit, cum quaestionem istam diceret obscurissimam esse et implicatissimam, Chrysippum quoque philosophum non expedisse se in ea ait his verbis: Chrysippus aestuans laboransque, quonam ⟨pacto⟩ explicet et fato omnia fieri et esse aliquid in nobis, intricatur hoc modo.

Oenomaus apud Eusebium praep. evang. VI p. 255b. ἀπόλωλε γάρ, τό γ’ ἐπὶ τοῖς σοφοῖς, ἐκ τοῦ ἀνθρωπίνου βίου, ἀπόλωλεν, εἴτε οἴακά τις αὐτὸ εἴτε ἕρμα εἴτε κρηπῖδα ὀνομάζων χαίρει, τῆς ἡμετέρας ζωῆς ἡ ἐξουσία, ἢν ἡμεῖς μὲν αὐτοκράτορα τῶν ἀναγκαιοτάτων τιθέμεθα, Δημόκριτος δέ γε, εἰ μή τι ἠπάτημαι, καὶ Χρύσιππος, ὁ μὲν δοῦλον, ὁ δὲ ἡμίδουλον ἐπινοεῖ τὸ κάλλιστον τῶν ἀνθρωπίνων ἐπιδεῖξαι (Theodoret VI 8 p. 86, 22). cf. p. 257b. μηδὲ Χρύσιππος ἄρα ὁ τὴν ἡμιδουλείαν εἰσάγων etc. p. 258b. ἐκεῖνο γὰρ δὴ τὸ καταγελαστότατον ἁπάντων, τὸ μίγμα καὶ ἡ σύνοδος τοῦ καὶ ἐπὶ τοῖς ἀνθρώποις τι εἶναι, καὶ εἱρμὸν οὐδὲν ἧττον εἶναι. προσεοικέναι γὰρ αὐτόν, ὡς λέγουσιν οἱ σοφώτατοι, τῷ Εὐριπιδείῳ λόγῳ· τεκνῶσαι μὲν γὰρ ἐθελῆσαι τὸν Λάϊον, κύριον εἶναι τὸν Λάϊον, καὶ τοῦτο ἐκπεφευγέναι τὴν Ἀπολλωνίαν ὄψιν· τεκνώσαντι δ’ αὐτῷ ἐπεῖναι ἀνάγκην ἄφυκτον ὑπὸ τοῦ φύντος αὐτὸν ἀποθανεῖν· οὕτως οὖν τὴν ἐπὶ τῷ μέλλοντι ἀνάγκην παρέχειν τῷ μάντει τὴν τοῦ γενησομένου προαίσθησιν. (p. 261a. ἀλλὰ καὶ τὸν Ἐπίκουρον, ὃν σὺ πολλά, ὁ Χρύσιππε, ἐβλασφήμησας, ἐγὼ τό γε ἐπὶ σοὶ ἀφίημι τῶν ἐγκλημάτων· τί γὰρ πάθῃ ὅς οὐχ ἑκὼν ἦν μαλακὸς οὐδὲ ἄδικος, ὥσπερ πολλάκις αὐτὸν ἐλοιδόρησας;)

Alexander Aphrod. de fato cp. 13 p. 181, 13 Bruns. ἀναιροῦντες γὰρ τὸ ἐξουσίαν ἔχειν τὸν ἄνθρωπον τῆς αἱρέσεώς τε καὶ πράξεως τῶν ἀντικειμένων λέγουσιν ἐφ’ ἡμῖν εἶναι τὸ γινόμενον ⟨καθ’ ὁρμὴν⟩ δι’ ἡμῶν. ἐπεὶ γάρ, φασίν, τῶν ὄντων τε καὶ γινομένων αἱ φύσεις ἕτεραί τε καὶ διάφοροι (οὐ γὰρ αἱ αὐταὶ τῶν ἐμψύχων τε καὶ τῶν ἀψύχων, ἀλλ’ οὐδὲ τῶν ἐμψύχων ἁπάντων αἱ αὐταὶ πάλιν· αἱ γὰρ κατ’ εἶδος τῶν ὄντων διαφοραὶ τὰς τῶν φύσεων αὐτῶν διαφορὰς δεικνύουσιν), γίνεται δὲ τὰ ὑφ’ ἑκάστου γινόμενα κατὰ τὴν οἰκειίαν φύσιν, τὰ μὲν ὑπὸ λίθου κατὰ τὴν λίθου, τὰ δ’ ὑπὸ πυρὸς κατὰ τὴν πυρὸς καὶ τὰ ὑπὸ ζῴου κατὰ τὴν ζῴου, οὐδὲν μὲν τῶν κατὰ τὴν οἰκείαν φύσιν ὑφ’ ἑκάστου γινομένων δύνασθαί φασιν ἄλλως ἔχειν, ἀλλ’ ἕκαστον τῶν γινομένων ὑπ’ αὐτῶν γίνεσθαι κατηναγκασμένως, κατ’ ἀνάγκην οὐ τὴν ἐκ βίας, ἀλλ’ ἐκ τοῦ μὴ δύνασθαι τὸ πεφυκὸς οὕτως, ὄντων τῶν περιεστώτων τοιούτων ⟨ἃ⟩ ἀδύνατον αὐτῷ μὴ περιεστάναι, τότε ἄλλως πως καὶ μὴ οὕτως κινηθῆναι. μήτε γὰρ τὸν λίθον, εἰ ἀπὸ ὕψους ἀφεθείη τινός, δύνασθαι μὴ φέρεσθαι κάτω μηδενὸς ἐμποδίζοντος· τῷ ⟨γὰρ⟩ βαρύτητα μὲν ἔχειν αὐτὸν ἐν αὑτῷ, ταύτην δ’ εἶναι τῆς τοιαύτης κινήσεως κατὰ φύσιν ⟨αἰτίαν⟩, ὅταν καὶ τὰ ἔξωθεν αἴτια τὰ πρὸς τὴν κατὰ φύσιν κίνησιν τῷ λίθῳ συντελοῦντα παρῇ, ἐξ ἀνάγκης τὸν λίθον ὡς πέφυκεν φέρεσθαι, (πάντως δ’ αὐτῷ καὶ ἐξ ἀνάγκης παρεῖναι ταῦτα τὰ αἴτια, δι’ ἃ κινεῖται τότε), οὐ μόνον μὴ δυνάμενον μὴ κινεῖσθαι τούτων παρόντων, ἀλλὰ καὶ ἐξ ἀνάγκης κινεῖσθαι τότε καὶ γίνεσθαι τὴν τοιαύτην κίνησιν ὑπὸ τῆς εἱμαρμένης διὰ τοῦ λίθου· ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος. ὡς δὲ ἐπὶ τῶν ἀψύχων ἔχει, οὕτως δὲ καὶ ἐπὶ τῶν ζῴων ἔχειν φασίν. εἶναι γάρ τινα καὶ τοῖς ζῴοις κίνησιν κατὰ φύσιν, ταύτην δ’ εἶναι τὴν καθ’ ὁρμήν· πᾶν γὰρ ζῷον ὡς ζῷον κινούμενον κινεῖσθαι ⟨τὴν⟩ καθ’ ὁρμὴν κίνησιν, ὑπὸ τῆς εἱμαρμένης διὰ ζῴου γινομένην. οὕτως δὲ τούτων ἐχόντων καὶ γινομένων ὑπὸ τῆς εἱμαρμένης κινήσεων τε καὶ ἐνεργειῶν ἐν τῷ κόσμῳ τῶν μὲν διὰ γῆς, ἂν οὕτω τύχῃ, τῶν δὲ δι’ ἀέρος, τῶν δὲ διὰ πυρός, τῶν δὲ δι’ ἄλλου τινός, γινομένων δέ τινων καὶ διὰ ζῴων (τοιαῦται δὲ αἱ καθ’ ὁρμὴν κινήσεις), τὰς διὰ τῶν ζῴων ὑπὸ τῆς εἱμαρμένης γινομένας ἐπὶ τοῖς ζῴοις εἶναι λέγουσιν, ὁμοίως μὲν ὡς πρὸς τὸ ἀναγκαῖον τοῖς ἄλλοις γινομένας ἅπασιν, τῷ δεῖν καὶ τὰ ἐξ ἀνάγκης τὰ ἔξωθεν αἴτια παρεῖναι τότε, ὥστε αὐτὰ τὴν ἐξ ἑαυτῶν τε καὶ καθ’ ὁρμὴν κίνησιν ἐξ ἀνάγκης οὕτω πως ἐνεργεῖν, ὅτι δὲ αὗται μὲν δι’ ὁρμῆς τε καὶ συγκαταθέσεως, ἐκείνων δὲ αἱ μὲν

διὰ βαρύτητα γίνονται, αἱ δὲ διὰ θερμότητα, αἱ δὲ κατ’ ἄλλην τινα * * ταύτην μὲν ἐπὶ τοῖς ζῴοις λέγοντες, οὐκέτι δὲ ἐκείνων ἑκάστην τὴν μὲν ἐπὶ τῷ λίθῳ, τὴν δὲ ἐπὶ τῷ πυρί. καὶ τοιαύτη μὲν αὐτῶν ἡ περὶ τοῦ ἐφ’ ἡμῖν δόξα, ὡς δι’ ὀλίγων εἰπεῖν.

Alexander Aphrod. de fato cp. 14 p. 183, 5 Bruns. ἐπεὶ γὰρ οὐκ ἄλλως ⟨ἂν⟩ γένοιτο τὰ διὰ τοῦ ζῴου γινόμενα ἢ ὁρμήσαντος τοῦ ζῴου, ἀλλὰ διὰ τὸ συγκατατίθεσθαι μὲν τὸ ζῷον καὶ ὁρμῆσαι γίνεται, μὴ συγκαταθεμένου δὲ οὐ γίνεται, ταῦτα ἐπὶ τῷ ζῴῳ φασὶν εἶναι, ἐξ ἀνάγκης μὲν ἐσόμενα ὑπ’ αὐτοῦ (οὐ γὰρ οἷόν τε ἄλλως), τῷ δὲ μὴ δύνασθαι δι’ ἄλλου τινὸς ἢ διὰ τούτου γενέσθαι μηδ’ ἄλλως ἢ οὕτως διὰ τούτου, τὸ εἶναι αὐτὰ ἐπὶ τῷ ζῴῳ οἰηθέντες.

Alexander Aphrod. de fato cp. 14 p. 183, 21 Bruns. ἐπὶ τούτῳ δὲ ἐκεῖνο ἄν τις αὐτῶν θαυμάσειεν, τί παθόντες ἐν τῇ ὁρμῇ τε καὶ συγκαταθέσει τὸ ἐφ’ ἡμῖν φασιν εἶναι, δι’ ὃ καὶ ὁμοίως ἐν πᾶσι τοῖς ζῴοις τηροῦσιν αὐτό. οὐ γὰρ τὸ ἐφ’ ἡμῖν ἐν τῷ φαντασίας προσπεσούσης εἶξαί τε ἐξ ἑαυτῶν τῇ φαντασίᾳ καὶ ὁρμῆσαι ἐπὶ τὸ φανέν. p. 184, 11. εἰ δὲ τὸ ἐφ’ ἡμῖν ἐστι ἐν τῇ λογικῇ συγκαταθέσει, ἥτις διὰ τοῦ βουλεύεσθαι γίνεται (ut putat Alex.), οἱ δὲ (scil. Chrys.) ἐν τῇ συγκαταθέσει τε καὶ ὁρμῇ φασιν εἶναι, ὅτι καὶ ἀλόγως γίνεται, δῆλοι δι’ ὧν λέγουσι ῥᾳθυμότερον περὶ τοῦ ἐφ’ ἡμῖν διαλαμβάνοντες etc. p. 184, 20. ἐοίκασι δέ, παραλελοιπότες τὸν λόγον ἐν τῇ ὁρμῇ τὸ ἐφ’ ἡμῖν τίθεσθαι, ὅτι μηκέτ’ ἐν τῷ βουλεύεσθαι λέγουσιν αὐτοῖς τὸ ἐφ’ ἡμῖν εἶναι προχωρεῖ τὸ σόφισμα. ἐπὶ μὲν γὰρ τῆς ὁρμῆς ἔχουσι λέγειν τὸ ἐπὶ τοῖς ζῴοις εἶναι τὰ γινόμενα καθ’ ὁρμήν, ὅτι μὴ οἷά τε χωρὶς ὁρμῆς τὰ δι’ αὐτῶν γινόμενα ποιεῖν, εἰ δ’ ἐν τῷ βουλεύεσθαι τὸ ἐφ’ ἡμῖν etc.

Alexander Aphrod. de fato cp. 15 p. 185, 7 Bruns. τὸ δ’ ἐποχουμένους τῷ εἰ δὴ τῶν αὐτῶν περιεστώτων ὁτὲ μὲν οὕτως ὁτὲ δὲ ἄλλως ἐνεργήσει τις, ἀναίτιον κίνησιν εἰσάγεσθαι διὰ τοῦτο λέγειν μὴ δύνασθαι οὗ πράξει τις πρᾶξαι τὸ ἀντικείμενον, μήποτε καὶ αὐτὸ τῶν - παρορωμένων.

Alexander Aphrod. de fato cp. 15 p. 186, 3 Bruns. τὸ δὲ λέγειν καὶ τοὺς βουλευσαμένους τῷ φαινομένῳ συγκατατίθεσθαι καὶ διὰ τοῦτο καὶ τῇ φαντασίᾳ ὁμοίως τοῖς ἄλλοις ζῴοις ἕπεσθαι, οὐκ ἀληθές.

Alexander Aphrod. de fato cp. 26 p. 196, 13 Bruns. ἅ δὲ ἀποροῦσιν πρὸς τὸ εἶναι τοιοῦτον τὸ ἐφ' ἡμῖν, ὁποῖον ἡ κοινὴ πρόληψις τῶν ἀνθρώπων πεπίστευκεν, ἀπορεῖν μὲν οὐκ ἄλογον, τὸ δὲ τοῖς ἀπορουμένοις ἐποχουμένους ὡς ὁμολογουμένοις - συναγωνίζεσθαι τοῖς ἀπορουμέοις καθ’ αὑτῶν, πῶς οὐ παντάπασιν ἄλογον; 21. οὐ χεῖρον δὲ ἴσως καὶ ἡμᾶς τῶν ἀπορουμένων ὑφ' αὐτῶν, οἷς μάλιστα θαῤῥοῦσιν, ταῦτα προχειρισαμένους ἐξετάσαι. - ἔστι δή τι τῶν ἀπορουμένων ὑπ' αὐτῶν καὶ τοιοῦτον· Εἰ, φασίν, ταῦτά ἐστιν ἐφ’ ἡμῖν, ὧν καὶ τὰ ἀντικείμενα

δυνάμεθα, καὶ ἐπὶ τοῖς τοιούτοις οἵ τε ἔπαινοι καὶ οἱ ψόγοι προτροπαί τε καὶ άποτροπαὶ κολάσεις τε καὶ τιμαί, οὐκ ἔσται τὸ φρονίμοις εἰναι καὶ τὸ ἀρετὰς ἔχειν ἐπί τοῖς ἔχουσιν, ὅτι μηκέτ’ εἰσὶν τῶν ἀντικειμένων κακιῶν ταῖς ἀρεταῖς δεκτικοί, ὁμοίως δὲ οὐδὲ αἱ κακίαι ἐπὶ τοῖς κακοῖς· οὐδὲ γὰρ ἐπὶ τούτοις τὸ μηκέτ’ εἴναι κακοῖς· ἀλλὰ μὴν ἄτοπον τὸ μὴ λέγειν τὰς ἀρετὰς καὶ τὰς κακίας ἐφ' ἡμῖν μηδὲ τοὺς ἐπαίνους καὶ τοὺς ψόλους ἐπὶ τούτων γίνεσθαι· οὐκ ἄρα τὸ ἐφ’ ἡμῖν τοιοῦτον.