Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Alexander Aphrod. de fato cp. 37 p. 210, 14 Bruns. ἴδωμεν δὲ καὶ ⟨τὸν⟩ ἐπὶ τούτῳ λόγον ἠρωτημένον, εἰ μὴ τὰς ὁμοίας ἀνάγκας ἔχει. λέγει δὲ οὕτως· Οὐ πάντα μὲν ἔστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἀκώλυτος καὶ ἀπαρεμόδιστος ἡ τοῦ κόσμου διοίκσις· οὐδὲ ἔστι μὲν τοῦτο, οὐκ ἔστι δὲ κόσμος· οὐδὲ ἔστι μὲν κόσμος, οὐκ εἰσὶν δὲ θεοί. εἰ δέ εἰσι θεοί, εἰσὶν ἀγαθοὶ οἱ θεοί. ἀλλ’ εἰ τοῦτο, ἔστιν ἀρετή. ἀλλ’ εἱ ἔστιν ἀρετή, ἔστι φρόνησις. ἀλλ’ εἰ τοῦτο, ἔστιν [ἡ] ἐπιστήμη ποιητέων τε καὶ οὐ ποιητέων. ἀλλὰ ποιητέα μέν ἐστι τὰ κατορθώματα, οὐ ποιητέα δὲ τὰ ἁμαρμήματα. οὐκ ἄρα πᾶν μὲν γίνεται καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἁμάρτημα καὶ κατόρθωμα. ἀλλὰ τὰ μὲν κατορθώματα καλά, τὰ δὲ ἁμαρτήματα αἰσχρά· καὶ τὰ μὲν καλὰ ἐπαινετά, τὰ δὲ αἰσχρὰ ψεκτά. οὐκ ἄρα πάντα μέν ἐστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἐπαινετὰ καὶ ψεκτά. ἀλλ’ εἰ τοῦτο, εἰσὶν ἔπαινοι καὶ ψόγοι. ἀλλ’ ἃ μὲν ἐπαινοῦμεν, τιμῶμεν, ἃ δὲ ψέγομεν, κολάζομεν· καὶ ὁ μὲν τιμῶν γεραίρει, ὁ δὲ κολάζων ἐπανορθοῖ. οὐκ ἄρα πάντα μὲν γίνεται καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ γεραίρειν καὶ ἐπανορθοῦν. καὶ οὗτος δὴ ὁ λόγος ἀπὸ τῆς αὐτῆς παλαίστρας ὢν δῆλον ὡς διὰ τῶν αὐτῶν ἂν ψευδὴς ὢν ἐλέγχοιτο. p. 212, 1. παραπλήσιοι δὲ τούτοις καὶ ὅσους ἄλλους εἰς σύστασιν τοῦδε τοῦ δόγματος λόγους παρατίθενται ἐπὶ πλέον, [καὶ] μέχρι ῥημάτων τὴν κομψείαν ἔχοντες, ἀλλ’ οὐκ ἐκ τῆς πρὸς τὰ πράγματα περὶ ὧν λέγονται σωμφωνίας τὴν πίστιν λαμβάνοντες.

Alexander Aphrod. de fato cp. 38. ὅτι δὲ μηδὲ οἱ ἐκ τοῦ δεικνύναι τὴν καθ’ ὁρμὴν κίνησιν τοῖς ζώοις μένουσαν πάντων γινομένων καθ’ εἱμαρμένην (scil. λόγοι) σῴζουσι τὸ ἐφ’ ἡμῖν, εἰ μὴ βούλοιτό τις ἀπλῶς τὸ ἀπό τινος κατὰ τὴν οἰκείαν γινόμενον φύσιν ἐπ’ ἐκείνῳ λέγειν —  — φθάνει διὰ τῶν πρώτων - δεδεῖχθαι.

Alexander Aphrod. quaestiones II 4 p. 50, 30 Bruns. εἰ ἐφ’ ἡμῖν ἐστι τοῦτο, οὗ τὸ ἀντείμενον ἐφ' ἡμῖν, τὸ οὗ τὸ ἀντικείμενον οὐκ ἐφ’ ἡμῖν, ἐκεῖνο οὐκ ἐφ’ ἡμῖν. τοῦ δ’ ἐφ’ ἡμῖν τὸ ἀντικείμενον οὐκ ἐφ’ ἡμῖν· τῷ γὰρ ἐφ’ ἡμῖν τὸ οὐκ ἐφ’ ἡμῖν ἀντικείμενον. οὐδὲ τὸ ἐφ’ ἡμῖν ἄρα ἐφ’ ἡμῖν. εἰ δὲ τὸ

ἐφ’ ἡμῖν μὴ ἐφ' ἡμῖν, οὐδέν ἐστιν ἐφ’ ἡμῖν. καθ’ οὓς ἄρα ἐφ' ἡμῖν ἐστιν, οὗ καὶ τὸ ἀντικείμενον ἐφ' ἡμῖν, κατὰ τούτους οὐδέν ἐστιν ἐφ' ἡμῖν. ibidem II 5 p. 51, 20. τῷ ἐφ' ἡμῖν τι εἶναι ἀντίκειται τὸ μηδὲν εἶναι ἐφ' ἡμῖν. ⟨τὸ δὲ μηδὲν εἶναι ἐφ’ ἡμῖν⟩ ἀδύνατον. τὸ οὖν τῷ ἐφ' ἡμῖν τι εἶναι ἀντικείμενον ἀδύνατον. ἀλλὰ μὴν ᾧ τὸ ἀντικείμενον ἀδύνατον, τοῦτο καθ’ εἱμαρμένην, εἴ γε ταῦτα καθ’ εἱμαρμένην γίνεται, οἷς τὰ ἀντικείμενα ἀδύνατόν ἐστιν ἢ εἶναι ἢ γενέσθαι. τὸ οὖν ἐφ' ἡμῖν τι εἶναι καθ’ εἱμαρμένην. τῷ δὲ ἐφ' ἡμῖν τι εἶναι καθ' εἱμαρμένην, σῴζοιτο ἂν τὸ ἐφ' ἡμῖν τι εἶναι κατὰ τοὺς ἅπαντα γίνεσθαι καθ’ εἱμαρμένην λέγοντας.

Etymologicum Magn. s. v. τελετή p. 750, 16. Χρύσιππος δέ φησι, τοὺς περὶ τῶν θείων λόγους εἰκότως καλεῖσθαι τελετάς· χρῆναι γὰρ τούτους τελευταίους καὶ ἐπὶ πᾶσι διδάσκεσθαι, τῆς ψυχῆς ἐχούσης ἕρμα καὶ κεκρατημένης καὶ πρὸς τοὺς ἀμυήτους σιωπᾶν δυναμένης· μέγα γὰρ εἶναι τὸ ἆθλον ὑπὲρ θεῶν ἀκοῦσαί τε ὀρθὰ καὶ ἐγκρατεῖς γενέσθαι αὐτῶν.

Aëtius Plac. I 6 Πόθεν ἔννοιαν ἔσχον θεῶν ἄνθρωποι G 34. Ορίζονται δὲ τὴν τοῦ θεοῦ οὐσίαν οἱ Στωϊκοὶ οὕτως· πνεῦμα νοερὸν καὶ πυρῶδες, οὐκ ἔχον μὲν μορφήν, μεταβάλλον δ’ εἰς ὃ βούλεται καὶ συνεξομοιούμενον πᾶσιν. ἔσχον δὲ ἔννοιαν τούτου πρῶτον μὲν ἀπὸ τοῦ κάλλους τῶν ἐμφαινομένων προσλαμβάνοντες. οὐδὲν γὰρ τῶν καλῶν εἰκῆ καὶ ὡς ἔτυχε γίνεται, ἀλλὰ μετά τινος τέχνης δημιουργούσης. καλὸς δὲ ὁ κόσμος· δῆλον δὲ ἐκ τοῦ σχήματος καὶ τοῦ χρώματος καὶ τοῦ μεγέθους καὶ τῆς περὶ τὸν κόσμον τῶν ἀστέρων ποικιλίας. σφαιροειδὴς γὰρ ὁ κόσμος, ὃ πάντων σχημάτων πρωτεύει. μόνον γὰρ τοῦτο τοῖς ἑαυτοῦ μέρεσιν ὁμοιοῦται· περιφερὴς δὲ ὢν ἔχει τὰ μέρη περιφερῆ· διὰ τοῦτο γὰρ κατὰ τὸν Πλάτωνα ἐν τῇ κεφαλῇ τὸ ἱερώτατον συνέστηκε, νοῦς. Καὶ τὸ χρῶμα δὲ καλόν. κυανώδει γὰρ κέχρωσται, ὃ πορφύρας μέν ἐστι μελάντερον, στίλβουσαν δὲ ἔχει τὴν ποιότητα· καὶ διὰ ταύτην τὴν αἰτίαν τῷ τῆς χροιᾶς συντόνῳ διακόπτων τηλικαύτην ἀέρος ἀπόστασιν ἐκ τοσούτων διαστημάτων θεωρεῖται. Καὶ ἐκ τοῦ μεγέθους καλός. πάντων γὰρ τῶν ὁμογενῶν τὸ περιέχον καλὸν ὡς ζῷον καὶ δένδρον. ἐπιτελεῖ τὸ κάλλος τοῦ κόσμου καὶ ταῦτα τὰ φαινόμενα· ὁ μὲν γὰρ λοξὸς κύκλος ἐν οὐρανῷ διαφόροις εἰδώλοις πεποίκιλται. τῷ δ’ ἔνι καρκίνος ἐστί, λέων δ’ ἐπὶ τῷ, μετὰ δ’ αὐτόν παρθένος ἠδ’ ἐπί οἱ χηλαὶ καὶ σκορπίος αὐτός τοξευτής τε καὶ αἰγόκερως, ἐπὶ δ’ αἰγοκερῆϊ ὑδροχόος· δύο δ’ αὐτὸν ἐπ’ ἰχθύες ἀστερόεντες. τοὺς δὲ μετὰ κριός, ταῦρος δ’ ἐπὶ τῷ δίδυμοί τε.

μυρία δ’ ἄλλα καθ’ ὁμοίας τοῦ κόσμου περικλάσεις πεποίηκεν. ὅθεν καὶ Εὐριπίδης φησί· (Crit. fr. 1, 33. 34 p. 598 N) τό τ’ ἀστερωπὸν οὐρανοῦ σέλας χρόνου καλὸν ποίκιλμα τέκτονος σοφοῦ. ἐλάβομεν δὲ ἐκ τούτου ἔννοιαν θεοῦ· ἀεί τε γὰρ ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων τὴν ὑπόγειον φορὰν ἐνεχθέντα ὅμοια μὲν ἀνατέλλει τοῖς χρώμασιν, ἴσα δὲ τοῖς μεγέθεσι, καὶ κατὰ τόπους καὶ κατὰ χρόνους τοὺς αὐτούς. διόπερ οἱ τὸν περὶ τῶν θεῶν παραδόντες σεβασμὸν διὰ τριῶν ἐξέθηκαν ἡμῖν εἰδῶν, πρῶτον μὲν τοῦ φυσικοῦ, δεύτερον δὲ τοῦ μυθικοῦ, τρίτον δὲ τοῦ τὴν μαρτυρίαν ἐκ τῶν νόμων εἰληφότος. [διοικεῖσθαι del. Reiske] διδάσκεται δὲ τὸ μὲν φυσικὸν ὑπὸ τῶν φιλοσόφων, τὸ δὲ μυθικὸν ὑπὸ τῶν ποιητῶν, τὸ δὲ νομικὸν ὑφ’ ἑκάστης ἀεὶ πόλεως συνίσταται. Διαιρεῖται δὲ ἡ πᾶσα διδαχὴ εἰς εἴδη ἑπτά· καὶ πρῶτον μὲν τὸ ἐκ τῶν φαινομένων καὶ μετεώρων· θεοῦ γὰρ ἔννοιαν ἔσχον ἀπὸ τῶν φαινομένων ἀστέρων ὁρῶντες τούτους μεγάλης συμφωνίας ὄντας αἰτίους, καὶ τεταγμένως ἡμέραν τε καὶ νύκτα χειμῶνά τε καὶ θέρος ἀνατολάς τε καὶ δυσμὰς καὶ τὰ ὑπὸ τῆς γῆς ζῳογονούμενα καὶ καρπογονούμενα. διὸ πατὴρ μὲν ἔδοξεν αὐτοῖς οὐρανὸς ὑπάρχειν, μήτηρ δὲ γῆ· τούτων δὲ ὁ μὲν πατὴρ διὰ τὸ τὰς τῶν ὑδάτων ἐκχύσεις σπερμάτων ἔχειν τάξιν, ἡ δὲ [γῆ] μήτηρ διὰ τὸ δέχεσθαι ταῦτα καὶ τίκτειν· βλέποντες δὲ τοὺς ἀστέρας ἀεὶ θέοντας αἰτίους τε τοῦ θεωρεῖν ἡμᾶς ἥλιον καὶ σελήνην θεοὺς προσηγόρευσαν. - εἰς δεύτερον δὲ καὶ τρίτον τόπον τοὺς θεοὺς διεῖλον εἴς τε τὸ βλάπτον καὶ τὸ ὠφελοῦν· καὶ τοὺς μὲν ὠφελοῦντας Δία, Ἥραν, Ἑρμῆν, Δήμητραν, τοὺς δὲ βλάπτοντας Ποινάς, Ἐρινύας, Ἄρην, τούτους ἀφοσιούμενοι χαλεποὺς ὄντας καὶ βιαίους. - τέταρτον καὶ πέμπτον προστεθείκασι τοῖς πράγμασι καὶ τοῖς πάθεσι, παθῶν μὲν Ἔρωτα, Ἀφροδίτην, Πόθον, πραγμάτων δὲ Ἐλπίδα, Δίκην, Εὐνομίαν. - ἕκτον δὲ τόπον προσέλαβον τὸ ὑπὸ τῶν ποιητῶν πεπλασμένον· Ἡσίοδος γὰρ βουλόμενος τοῖς γενητοῖς θεοὺς πατέρας συστῆσαι εἰσήγαγε τοιούτους αὐτοῖς γεννήτορας (Hes. theog. 134) Κοῖόν τε Κρεῖόν θ’ Ὑπερίονά τ’ Ἰαπετόν τε. διὰ τοῦτο καὶ μυθικὸν κέκληται. - ἕβδομον δὲ καὶ ἐπὶ πᾶσι τὸ διὰ τὰς εἰς τὸν κοινὸν βίον εὐεργεσίας ἐκτετιμημένον, ἀνθρώπινον δὲ γεννηθὲν ὡς Ἡρακλέα ὡς Διοσκόρους ὡς Διόνυσον. - ἀνθρωποειδεῖς δ’ αὐτοὺς ἔφασαν εἶναι, διότι τῶν μὲν ἁπάντων τὸ θεῖον κυριώτατον, τῶν δὲ ζώων ἄνθρωπος κάλλιστον, κεκοσμημένον ἀρετῇ διαφόρως κατὰ τὴν τοῦ νοῦ σύστασιν· [τὸ κράτιστον·] τοῖς οὖν ἀριστεύουσι τὸ κράτιστον ὁμοίως [καὶ καλῶς] ἔχειν διενοήθησαν. Cf. Philo Leg. Alleg. III p. 107 M. Sextus adv. math. IX 26. 27.

Philo de monarchia I p. 216 M. Πόθεν τοῦ εἶναι θεὸν λαμβάνομεν ἔννοιαν. —  — Δύο δ’ ἐν ταῖς περὶ θεοῦ ζητήσεσι τὰ ἀνωτάτω ταῦτα ἐπαπορεῖ ἡ διάνοια τοῦ φιλοσοφοῦντος ἀνόθως· ἓν μὲν εἰ ἔστι τὸ θεῖον, ἕνεκα τῶν ἐπιτηδευσάντων ἀθεότητα, κακιῶν τὴν μεγίστην· ἕτερον δὲ τὸ τί ἔστι κατὰ τὴν οὐσίαν. Τὸ μὲν οὖν πρότερον οὐ πολὺς πόνος ἰδεῖν, τὸ δὲ δεύτερον οὐ χαλεπὸν μόνον, ἀλλὰ καὶ ἴσως ἀδύνατον, ἐπισκεπτέον δ’ ἑκάτερα.

Ἀεὶ τοίνυν γνωρίσματα τῶν δημιουργῶν πέφυκέ πως εἶναι τὰ δημιουργηθέντα· τίς γὰρ ἀνδριάντας ἢ γραφὰς θεασάμενος οὐκ εὐθὺς ἐνόησεν ἀνδριαντοποιὸν ἢ ζωγράφον; τίς δ’ ἐσθῆτας ἢ ναῦς ἢ οἰκίας ἰδὼν οὐκ ἔννοιαν ἔλαβεν ὑφάντου καὶ ναυπηγοῦ καὶ οἰκοδόμου. Παρελθὼν δέ τις εἰς πόλιν εὔνομον, ἐν ᾗ τὰ τῆς πολιτείας σφόδρα καλῶς διακεκόσμηται, τί ἕτερον ὑπολήψεται ἢ ὅτι ἐπιστατεῖται ἥδε ἡ πόλις ὑπ’ ἀρχόντων [ὡς] ἀγαθῶν; Τὸν οὖν ἀφικόμενον εἰς τὴν ἀληθῶς Μεγαλόπολιν, τόνδε τὸν κόσμον, καὶ θεασάμενον τὴν ὀρεινὴν καὶ πεδιάδα πλήθουσαν ζῴων καὶ φυτῶν, καὶ ποταμῶν αὐθιγενῶν καὶ χειμάρρων φορὰς καὶ πελαγῶν ἀναχύσεις καὶ εὐκρασίαν ἀέρος καὶ τῶν ἐτησίων ὡρῶν τροπάς· εἶτα ἥλιον καὶ σελήνην, τοὺς ἡμέρας καὶ νυκτὸς ἡγεμόνας, καὶ τὰς τῶν ἄλλων πλανητῶν τε καὶ ἀπλανῶν καὶ τοῦ σύμπαντος οὐρανοῦ περιπολήσεις καὶ χορείας, οὐκ εἰκότως, μᾶλλον δὲ ἀναγκαίως ἔννοιαν λήψεσθαι δεῖ τοῦ πατρὸς καὶ ποιητοῦ καὶ προσέτι ἡγεμόνος; Οὐδὲν γὰρ τῶν τεχνικῶν ἔργων ἀπαυτοματίζεται· τεχνικώτατος δὲ καὶ ὁ κόσμος, ὡς ὑπό τινος τὴν ἐπιστήμην ἀγαθοῦ καὶ τελειοτάτου πάντως δεδημιουργῆσθαι.

Cicero de nat. deor. III 10, 25. Et Chrysippus tibi acute dicere videbatur, homo sine dubio versutus et callidus (versutos eos appello, quorum celeriter mens versatur, callidos autem, quorum, tamquam manus opere, sic animus usu concalluit) is igitur: Si aliquid est, inquit, quod homo efficere non possit, qui id efficit, melior est homine. Homo autem haec, quae in mundo sunt, efficere non potest: qui potuit igitur, is praestat homini. Homini autem praestare quis possit, nisi deus? Est igitur deus. ibidem 26. Idemque si dei non sint, negat esse in omni natura quicquam homine melius; id autem putare quemquam hominem, nihil homine esse melius, summae arrogantiae censet esse. —  — Et si domus pulchra sit, intelligamus eam dominis, inquit, aedificatam esse, non muribus: sic igitur mundum deorum domum existimare debemus.

Cicero de natura deorum II 6, 16. Chrysippus quidem, quamquam est acerrimo ingenio, tamen ea dicit, ut ab ipsa natura didicisse, non ut ipse repperisse videatur. Si enim, inquit, est aliquid in rerum natura, quod hominis mens, quod ratio, quod vis, quod potestas humana efficere non possit: est certe id, quod illud efficit, homine melius. Atqui res caelestes omnesque eae, quarum est ordo sempiternus, ab homine confici non

possunt. Est igitur id, ⟨a⟩ quo illa conficiuntur, homine melius. Id autem quid potius dixeris, quam deum? Etenim si dii non sunt, quid esse potest in rerum natura homine melius? In eo enim solo est ratio, qua nihil potest esse praestantius. Esse autem hominem, qui nihil in omni mundo melius esse quam se putet, desipientis arrogantiae est. Ergo est aliquid melius. Est igitur profecto deus. Cf. Lactantius de ira cp. 10. Si quid est, inquit Chrysippus, quod efficiat ea, quae homo, licet ratione sit praeditus, facere non possit, id profecto est maius et fortius et sapientius homine. Cic. ibid. § 17. An vero, si domum magnam pulchramque videris, non possis adduci, ut, etiamsi dominum non videas, muribus illam et mustelis aedificatam putes: tantum ergo ornatum mundi, tantam varietatem pulcritudinemque rerum caelestium, tantam vim et magnitudinem maris atque terrarum, si tuum ac non deorum immortalium domicilium putes, nonne plane desipere videare?

Sextus adv. math. IX 78. τῶν τε σωμάτων τὰ μέν ἐστιν ἡνωμένα, τὰ δὲ ἐκ συναπτομένων, τὰ δὲ ἐκ διεστώτων. ἡνωμένα μὲν οὖν ἐστὶ τὰ ὑπὸ μιᾶς ἕξεως κρατούμενα, καθάπερ φυτὰ καὶ ζῷα, ἐκ συναπτομένων δὲ τὰ ἔκ τε παρακειμένων καὶ πρὸς ἕν τι κεφάλαιον νευόντων συνεστῶτα ὡς ἀλύσεις καὶ πυργίσκοι καὶ νῆες, ἐκ διεστώτων δὲ τὰ ἐκ διεζευγμένων καὶ [ἐκ] κεχωρισμένων καὶ καθ’ αὑτὰ ὑποκειμένων συγκείμενα, ὡς στρατιαὶ καὶ ποῖμναι καὶ χοροί. ἐπεὶ οὖν καὶ ὁ κόσμος σῶμά ἐστιν, ἤτοι ἡνωμένον ἐστὶ σῶμα ἢ ἐκ συναπτομένων ἢ ἐκ διεστώτων. οὔτε δὲ ἐκ συναπτομένων οὔτε ἐκ διεστώτων, ὡς δείκνυμεν ἐκ τῶν περὶ αὐτὸν συμπαθειῶν. κατὰ γὰρ τὰς τῆς σελήνης αὐξήσεις καὶ φθίσεις πολλὰ τῶν τε ἐπιγείων ζῴων καὶ θαλασσίων φθίνει τε καὶ αὔξεται, ἀμπώτεις τε καὶ πλημμυρίδες περί τινα μέρη τῆς θαλάσσης γίνονται. ὡσαύτως δὲ καὶ κατά τινας τῶν ἀστέρων ἐπιτολὰς καὶ δύσεις μεταβολαὶ τοῦ περιέχοντος καὶ παμποίκιλοι περὶ τὸν ἀέρα τροπαὶ συμβαίνουσιν, ὁτὲ μὲν ἐπὶ τὸ κρεῖττον, ὁτὲ δὲ λοιμικῶς. ἐξ ὧν συμφανὲς ὅτι ἡνωμένον τι σῶμα καθέστηκεν ὁ κόσμος. ἐπὶ μὲν γὰρ τῶν ἐκ συναπτομένων ἢ διεστώτων οὐ συμπάσχει τὰ μέρη ἀλλήλοις, εἴ γε ἐν στρατιᾷ πάντων, εἰ τύχοι, διαφθαρέντων τῶν στρατιωτῶν οὐδὲν κατὰ διάδοσιν πάσχειν φαίνεται ὁ περισωθείς· ἐπὶ δὲ τῶν ἡνωμένων συμπάθειά τίς ἐστιν, εἴ γε δακτύλου τεμνομένου τὸ ὅλον συνδιατίθεται σῶμα. ἡνωμένον τοίνυν ἐστὶ σῶμα καὶ ὁ κόσμος. ἀλλ’ ἐπεὶ τῶν ἡνωμένων σωμάτων τὰ μὲν ὑπὸ ψιλῆς ἕξεως συνέχεται, τὰ δὲ ὑπὸ φύσεως, τὰ δὲ ὑπὸ ψυχῆς, καὶ ἕξεως μὲν ὡς λίθοι καὶ ξύλα, φύσεως δὲ καθάπερ τὰ φυτά, ψυχῆς δὲ τὰ ζῷα, πάντως δὴ καὶ ὁ κόσμος ὑπό τινος τούτων διακρατεῖται. καὶ ὑπὸ μὲν ψιλῆς ἕξεως οὐκ ἂν συνέχοιτο. τὰ γὰρ ὑπὸ ἕξεως κρατούμενα οὐδεμίαν ἀξιόλογον μεταβολήν τε καὶ τροπὴν ἀναδέχεται, καθάπερ ξύλα καὶ λίθοι, ἀλλὰ μόνον ἐξ αὑτῶν πάσχει τὴν κατὰ ἄνεσιν καὶ τὴν κατὰ συμπιεσμὸν διάθεσιν· ὁ δὲ κόσμος ἀξιολόγους ἀναδέχεται μεταβολάς, ὁτὲ μὲν κρυμαλέου τοῦ περιέχοντος γιγνομένου ὁτὲ δὲ ἀλεεινοῦ, καὶ ὁτὲ μὲν αὐχμώδους ὁτὲ δὲ νοτεροῦ, ὁτὲ δὲ ἄλλως πως κατὰ τὰς

τῶν οὐρανίων κινήσεις ἑτεροιουμένου· οὐ τοίνυν ὑπὸ ψιλῆς ἕξεως ὁ κόσμος συνέχεται. εἰ δὲ μὴ ὑπὸ ταύτης, πάντως ὑπὸ φύσεως· καὶ γὰρ τὰ ὑπὸ ψυχῆς διακρατούμενα πολὺ πρότερον ὑπὸ φύσεως συνείχετο. ἀνάγκη ἄρα ὑπὸ τῆς ἀρίστης αὐτὸν φύσεως συνέχεσθαι, ἐπεὶ καὶ περιέχει τὰς πάντων φύσεις. ἡ δέ γε τὰς πάντων περιέχουσα φύσεις καὶ τὰς λογικὰς περιέσχηκεν. ἀλλὰ καὶ ἡ τὰς λογικὰς περιέχουσα φύσις πάντως ἐστὶ λογική. οὐ γὰρ οἷόν τε τὸ ὅλον τοῦ μέρους χεῖρον εἶναι, ἀλλ’ εἰ ἀρίστη ἐστὶ φύσις ἡ τὸν κόσμον διοικοῦσα, νοερά τε ἔσται καὶ σπουδαία καὶ ἀθάνατος. τοιαύτη δὲ τυγχάνουσα θεός ἐστιν, εἰσὶν ἄρα θεοί.

Sextus adv. math. IX 86. εἴπερ τε ἐν γῇ καὶ θαλάσσῃ, πολλῆς οὔσης παχυμερείας, ποικίλα συνίσταται ζῷα ψυχικῆς τε καὶ αἰσθητικῆς μετέχοντα δυνάμεως, πολλῷ πιθανώτερόν ἐστιν ἐν τῷ ἀέρι, πολὺ τὸ καθαρὸν καὶ εἰλικρινὲς ἕχοντι παρὰ τὴν γῆν καὶ τὸ ὕδωρ, ἔμψυχά τινα καὶ νοερὰ συνίστασθαι ζῷα. καὶ τούτῳ συμφωνεῖ τὸ τοὺς Διοσκούρους ἀγαθούς τινας εἷναι δαίμονας, σωτῆρας εὐσέλμων νεῶν καὶ τὸ· (Hes. Op. et D. 252) τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ ἀθάνατοι Ζηνὸς φύλακες μερόπων ἀνθρώπων. ἀλλ’ εἰ ἐν τῷ ἀέρι πιθανὸν ὑπάρχειν ζῷα, πάντως εὔλογον καὶ ἐν τῷ αἰθέρι ζῴων εἶναι φύσιν, ὅθεν καὶ ἄνθρωποι νοερᾶς μετέχουσι δυνάμεως, ἐκεῖθεν αὐτὴν σπάσαντες. ὄντων δὲ αἰθερίων ζῴων καὶ κατὰ πολὺ τῶν ἐπιγείων ὑπερφέρειν δοκούντων τῷ ἄφθαρτα εἶναι καὶ ἀγέννητα, δοθήσεται καὶ θεοὺς ὑπάρχειν, τούτων μὴ διαφέροντας.

Sextus adv. math. IX 95 (antecedit locus Xenoph. Mem. I 4, 8). τοιοῦτος μὲν οὖν ὁ τοῦ Ξενοφῶντός ἐστι λόγος, δύναμίν γε ἐπαγωγικὴν ἔχων καὶ τοιαύτην· γῆς πολλῆς οὔσης ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις, καὶ ὑγροῦ πολλοῦ ὄντος ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις· καὶ νοῦ ἄρα πολλοῦ ὄντος ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις. νοερὸς ἄρα ὁ κόσμος ἐστίν, καὶ διὰ τοῦτο θεός. (enarrantur deinde § 96 97 quae alii philosophi huic argumentationi obiecerant et refutantur). 98. ἔνεστι δὲ καὶ οὕτως τὸν αὐτὸν συνερωτᾶν λόγον. εἰ μὴ ἦν τι γεῶδες ἐν τῷ κόσμῳ, οὐδὲ ἐν σοί τι ἂν ἦν γεῶδες, καὶ εἰ μὴ ἦν τι ὑγρὸν ἐν κόσμῳ, οὐδ’ ἂν ἐν σοὶ ἦν τι ὑγρόν· καὶ ὁμοίως ἐπὶ ἀέρος καὶ πυρός· τοίνυν καὶ εἰ μὴ ἦν τις ἐν κόσμῳ νοῦς, οὐδ’ ἂν ἐν σοί τις ἧν νοῦς· ἔστι δέ γε ἐν σοί τις νοῦς· ἔστιν ἄρα καὶ ἐν κόσμῳ. καὶ διὰ τοῦτο νοερός ἐστιν ὁ κόσμος. νοερὸς δὲ ὢν καὶ θεὸς καθέστηκεν. τῆς δὲ αὐτῆς δυνάμεως ἐστι καὶ ὁ τοῦτον τὸν τρόπον ἔχων λόγος· ἆρά γε ἄγαλμα εὖ δεδημιουργημένον θεασάμενος διστάσειας ἄν, εἰ τεχνίτης νοῦς τοῦτο ἐποίησεν; ἢ οὔτ’ ἂν ἀπόσχοις τοῦ ὑπονοεῖν τι τοιοῦτον, ὡς καὶ θαυμάζειν τὴν περιττότητα τῆς δημιουργίας καὶ τὴν τέχνην; ἆρ’ οὖν ἐπὶ μὲν τούτων τὸν ἔξωθεν θεωρῶν τύπον προσμαρτυρεῖς τῷ κατεσκευακότι καὶ φὴς εἶναί τινα τὸν δημιουργόν, τὸν δὲ ἐν σοὶ ὁρῶν νοῦν, τοσαύτῃ ποικιλίᾳ διαφέροντα παντὸς ἀγάλματος καὶ πάσης γραφῆς, γεννητὸν ὄντα νομίζεις ἀπὸ τύχης γεγονέναι, οὐχὶ δὲ ὑπό τινος δημιουργοῦ δύναμιν καὶ σύνεσιν ὑπερβάλλουσαν ἔχοντος; ὅσπερ οὐκ ἂν ἄλλοθί που διατρίβοι ἢ ἐν τῷ κόσμῳ, διοικῶν αὐτὸν καὶ τὰ ἐν αὐτῷ γεννῶν τε καὶ αὔξων. οὗτος δέ ἐστι θεός. εἰσὶν ἄρα θεοί.

Sextus adv. math. IX 111. πρὸς τούτοις καὶ ἀπὸ τῆς τοῦ

κόσμου κινήσεως ἐπιχειροῦσι κατασκευάζειν τὴν τῶν θεῶν ὕπαρξιν οἵτε ἀπὸ τῆς Στοᾶς καὶ οἱ τούτοις συμπνέοντες. ὅτι γὰρ κινεῖται ὁ κόσμος πᾶς ἄν τις ὁμολογήσειεν ὑπὸ πολλῶν εἰς τοῦτο ἐναγόμενος. ἤτοι οὖν ὑπὸ φύσεως κινεῖται ἢ ὑπὸ προαιρέσεως ἢ ὑπὸ δίνης καὶ κατ’ ἀνάγκην. ἀλλ’ ὑπὸ μὲν δίνης καὶ κατ’ ἀνάγκην οὐκ εὔλογον. ἤτοι γὰρ ἄτακτός ἐστιν ἢ διατεταγμένη ἡ δίνη. καὶ εἰ μὲν ἄτακτος, οὐκ ἂν δυνηθείη τεταγμένως τι κινεῖν· εἰ δὲ μετὰ τάξεως τι κινεῖ καὶ συμφωνίας, θεία τις ἔσται καὶ δαιμόνιος· οὐ γὰρ ἄν ποτε τεταγμένως καὶ σωτηρίως τὸ ὅλον ἐκίνει μὴ νοερὰ καὶ θεία καθεστῶσα. τοιαύτη δὲ οὖσα οὐκέτι ἂν εἴη δίνη· ἄτακτον γάρ ἐστιν αὕτη καὶ ὀλιγοχρόνιον. ὥστε κατ’ ἀνάγκην μὲν καὶ ὑπὸ δίνης, ὡς ἔλεγον οἱ περὶ τὸν Δημόκριτον, οὐκ ἂν κινοῖτο ὁ κόσμος. καὶ μὴν οὐδὲ φύσει ἀφαντάστῳ, παρόσον ἡ νοερὰ φύσις ἀμείνων ἐστὶ ταύτης. ὁρῶνται δὲ τοιαῦται φύσεις ἐν κόσμῳ περιεχόμεναι. ἀνάγκη ἄρα καὶ αὐτὸν νοερὰν ἔχειν φύσιν, ὑφ’ ἧς τεταγμένως κινεῖται, ἥτις εὐθέως ἐστὶ θεός. (Sequuntur § 115-120 duo alia argumenta a motu mundi ducta).

Sextus adv. math. IX 123. σκοπῶμεν δὲ ἑξῆς καὶ τὸν τρόπον τῶν ἀκολουθούντων ἀτόπων τοῖς ἀναιροῦσι τὸ θεῖον. εἰ γὰρ μὴ εἰσὶ θεοί, οὐκ ἔστιν εὐσέβεια, μόνον τῶν αἱρετῶν ὑπάρχουσα. ἔστι γὰρ εὐσέβεια ἐπιστήμη θεῶν θεραπείας· τῶν δ’ ἀνυπάρκτων οὐ δύναταί τις εἶναι θεραπεία, ὅθεν οὐδὲ ἐπιστήμη τις περὶ ταύτην γενήσεται. - ὥστε εἰ μὴ εἰσὶ θεοί, ἀνύπαρκτός ἐστιν ἡ εὐσέβεια. ὑπάρχει δὲ εὐσέβεια· τοίνυν ῥητέον εἶναι θεούς. καὶ πάλιν εἰ μὴ εἰσὶ θεοί, ἀνύπαρκτός ἐστιν ἡ ὁσιότης, δικαιοσύνη τις οὖσα πρὸς θεούς· ἔστι δέ γε κατὰ τὰς κοινὰς ἐννοίας καὶ προλήψεις πάντων ἀνθρώπων ὁσιότης, καθό τι καὶ ὅσιόν ἐστιν. καὶ ⟨τὸ⟩ θεῖον ἄρα ἔστιν. εἴ γε μὴν μὴ εἰσὶ θεοί, ἀναιρεῖται σοφία, ἐπιστήμη οὖσα θείων τε καὶ ἀνθρωπείων πραγμάτων, —  — οὐδὲ ἐπιστήμη τις ἔσται θείων καὶ ἀνθρωπείων πραγμάτων, ἀνθρώπων ⟨μὲν⟩ ὑπαρχόντων θεῶν δὲ μὴ ὑφεστώτων· ἄτοπον δέ γε λέγειν μὴ εἶναι σοφίαν· ἄτοπον ἄρα καὶ τὸ τοὺς θεοὺς ἀξιοῦν ἀνυπάρκτους. καὶ μὴν εἴπερ καὶ ἡ δικαιοσύνη κατὰ τὴν ἐπιπλοκὴν τῶν ἀνθρώπων πρός τε ἀλλήλους καὶ πρὸς θεοὺς εἰσῆκται, εἰ μὴ εἰσὶ θεοί, οὐδὲ δικαιοσύνη συστήσεται· ὅπερ ἄτοπον. - ῥητέον ἄρα καὶ θεοὺς ὑπάρχειν.

Sextus adv. math. IX 132. πρός τούτοις εἰ μὴ εἰσὶ θεοί, οὐδὲ μαντικὴ ὑπάρχει, ἐπιστήμη οὖσα θεωρητικὴ καὶ ἐξηγητικὴ τῶν ὑπὸ θεῶν ἀνθρώποις διδομένων σημείων, οὐδὲ μὴν θεοληπτικὴ καὶ ἀστρομαντική, οὐ λογική, οὐχ ἡ δι’ ὀνείρων πρόῤῥησις. ἄτοπον δέ γε τοσοῦτο πλῆθος πραγμάτων ἀναιρεῖν πεπιστευμένων ἤδη παρὰ πᾶσιν ἀνθρώποις· εἰσὶν ἄρα θεοί.

Themistius Paraphr. in Anal. poster. p. 79, 1 Spengel. τὸ εἶναι πολλαχῶς ἐν ταῖς ἀποδείξεσι μέτιμεν· ἐνίοτε μὲν γὰρ ἀπὸ συμβεβηκότος καὶ πόῤῥω τῆς οὐσίας τοῦ πράγματος, ἐνιότε δὲ ἀπὸ τοῦ πράγματος καὶ τοῦ ἐκείνου τι ἔχειν, οἷον ὅτι εἰσὶ θεοὶ ἀπὸ συμβεβηκότος μέν, ὅτι εἰσὶ βωμοὶ ὡς Χρύσιππός φησιν, ἀπὸ δὲ τοῦ πράγματος ὅτι θεραπεύουσιν, ὅτι προλέγουσιν, ὅτι κινοῦνται τὸν ἄπειρον χρόνον ποικίλας κινήσεις. Cf. idem ad Arist. de anima I 1 p. 8 Sp. ὥσπερ εἴ τις θεὸν

ὁρίσασθαι προελόμενος τὸ βωμοὺς εἶναι θεῶν καὶ θυσίας καὶ νεὼς καὶ ἀγάλματα οἴοιτο αὐτῷ συμβαλεῖσθαι πρὸς τὴν ἀπόδειξιν τοῦ τί ἦν εἶναι, καθάπερ ὑπελάμβανε Χρύσιππος· λίαν γὰρ ἀπηρτημένα ταῦτα τῆς οὐσίας ἐστὶ τῶν θεῶν· τὸ μέντοι γε κινεῖσθαι ἀεὶ καὶ τὸ προλέγειν μὲν τὸν Ἀπόλλω, θεραπεύειν δὲ τὸν Ἀσκληπιὸν ἱκανὸν ἤδη προοίμιον τοῦ τί ἦν εἶναι οἷον ὅτι θεός ἐστι ζῷον ἀΐδιον εὐποιητικὸν ἀνθρώπων.

Sextus adv. math. IX 77. καὶ ἔτι τὸ γεννητικὸν λογικοῦ καὶ φρονίμου πάντως καὶ αὐτὸ λογικόν ἐστι καὶ φρόνιμον. ἡ δέ γε προειρημένη δύναμις (scil. ἡ τὴν τῶν ὄντων οὐσίαν κινοῦσα καὶ σχηματίζουσα) ἀνθρώπους πέφυκε κατασκευάζειν· λογικὴ τοίνυν καὶ φρονίμη γενήσεται, ὅπερ ἦν θείας φύσεως. εἰσὶν ἄρα θεοὶ.

Diogenes Laërt. VII 147. Θεὸν δὲ εἶναι ζῷον ἀθάνατον λογικὸν τέλειον ἢ νοερὸν ἐν εὐδαιμονίᾳ, κακοῦ παντὸς ἀνεπίδεκτον, προνοητικὸν κόσμου τε καὶ τῶν ἐν κόσμῳ· μὴ εἶναι μέντοι ἀνθρωπόμορφον. εἶναι δὲ τὸν μὲν δημιουργὸν τῶν ὅλων καὶ ὥσπερ πατέρα πάντων, κοινῶς τε καὶ τὸ μέρος αὐτοῦ τὸ διῆκον διὰ πάντων, ὃ πολλαῖς προσηγορίαις προσονομάζεται κατὰ τὰς δυνάμεις. Δία μὲν γάρ φασι δι’ ὃν τὰ πάντα, Ζῆνα δὲ καλοῦσι παρ’ ὅσον τοῦ ζῆν αἴτιός ἐστιν ἢ διὰ τοῦ ζῆν κεχώρηκεν, Ἀθηνᾶν δὲ κατὰ τὴν εἰς αἰθέρα διάτασιν τοῦ ἡγεμονικοῦ αὐτοῦ, Ἥραν δὲ κατὰ τὴν εἰς ἀέρα καὶ Ἥφαιστον κατὰ τὴν εἰς τὸ τεχνικὸν πῦρ καὶ Ποσειδῶνα κατὰ τὴν εἰς τὸ ὑγρὸν καὶ Δήμητραν κατὰ τὴν εἰς γῆν. ὁμοίως δὲ καὶ τὰς ἄλλας προσηγορίας ἐχόμενοί τινος οἰκειότητος ἀπέδοσαν.

Diogenes Laërt. VII 148. Οὐσίαν δὲ θεοῦ Ζήνων μέν φησι τὸν ὅλον κόσμον καὶ τὸν οὐρανόν, ὁμοίως δὲ καὶ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ θεῶν.

Philodemus de pietate c. 15 (DDG p. 548, 4). κὰν τοῖς περὶ Προνοίας μέντοι τὰς αὐτὰς ἐκτίθησιν συνοικειώσεις τῇ ψυχῇ τοῦ παντὸς καὶ τὰ τῶν θεῶν ὀνόματα ἐφαρμόττει τῆς δρειμύτητος ἀπολαύων ἀκοπιάτως.

Seneca de beneficiis IV 7. Natura, inquit, haec mihi praestat. Non intellegis te, cum hoc dicis, mutare nomen deo? quid enim aliud est natura quam deus et divina ratio toti mundo partibusque eius inserta. Quotiens voles, tibi licet aliter hunc auctorem rerum nostrarum compellare: et Iovem illum optimum ac maximum rite dices et Tonantem et Statorem. —  — Hunc eundem et fatum si dixeris, non mentieris. nam cum fatum nihil aliud sit quam series inplexa causarum, ille est

prima omnium causa, ex qua ceterae pendent. Quaecunque voles illi nomina proprie aptabis vim aliquam effectumque coelestium rerum continentia: tot appellationes eius possunt esse quot munera. cp. 8. Hunc et Liberum patrem et Herculem ac Mercurium nostri putant; Liberum patrem, quia omnium parens sit, quod primum inventa seminum vis est ** consultura per voluptatem. Herculem quia vis eius invicta sit, quandoque lassata fuerit operibus editis in ignem recessura. Mercurium, quia ratio penes illum est numerusque et ordo et scientia. Quocunque te flexeris, ibi illum videbis occurrentem tibi. nihil ab illo vacat: opus suum ipse implet.