Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Tertullianus de carne Christi cp. 12. Opinor sensualis est animae natura. Adeo nihil animale sine sensu, nihil sensuale sine anima. —  — Igitur cum omnibus anima sentire praestet, et ipsa sentiat omnium etiam sensus, nedum qualitates, cui veri simile est, ut ipsa. sensum sui ab initio sortita non sit? Unde illi scire quod interdum sibi sit necessarium ex naturalium necessitate, si non scit suam qualitatem, cui quid necessarium est? Hoc quidem in omni anima recognoscere est, notitiam sui dico, sine qua notitia sui nulla anima se ministrare potuisset. Puto autem magis hominem, animal solum rationale, computes et animam esse sortitum, quae illum faciat animal rationale, ipsa in primis rationalis. Porro quomodo rationalis quae efficit hominem rationale animal, si ipsa rationem suam nescit, ignorans semet ipsam.

Plutarchus apud Olympiodorum in Plat. Phaedon. p. 124, 20 ed. Finckh. Ὅτι οὐχ ἡ ψυχὴ τρέπει ἑαυτὴν εἰς τὴν τῶν πραγμάτων κατάληψιν καὶ ἀπάτην κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς· πῶς γὰρ αἰτία ἑαυτῇ γνώσεως ἡ ψυχὴ καὶ ἀγνοίας, μήπω αὐτὰς ἔχουσα ἀρχήν.

Plutarchus de comm. not. cp. 47 p. 1084f. φαντασία γάρ τις ἡ ἔννοιά ἐστι, φαντασία δὲ τύπωσις ἐν ψυχῇ· ψυχῆς δὲ φύσις ἀναθυμίασις, ἣν τυπωθῆναι μὲν ἐργῶδες διὰ μανότητα, δεξαμένην δὲ τηρῆσαι τύπωσιν ἀδύνατον· ἥ τε γὰρ τροφὴ καὶ ἡ γένεσις αὐτῆς ἐξ ὑγρῶν οὖσα συνεχῆ τὴν ἐπιφορὰν ἔχει καὶ τὴν ἀνάλωσιν· ἥ τε πρὸς τὸν ἀέρα ⟨διὰ⟩ τῆς ἀναπνοῆς ἐπιμιξία καινὴν ἀεὶ ποιεῖ τὴν ἀναθυμίασιν, ἐξισταμένην καὶ τρεπομένην ὑπὸ τοῦ θύραθεν ἐμβάλλοντος ὀχετοῦ καὶ πάλιν ἐξιόντος. p. 1085a. ἀλλ’ οὕτω παρακούουσιν ἑαυτῶν, ὥστε τὰς ἐννοίας ἀποκειμένας τινὰς ὁριζόμενοι νοήσεις, μνήμας δὲ μονίμους καὶ σχετικὰς τυπώσεις, τὰς δ’ ἐπιστήμας καὶ παντάπασι πηγνύντες ὡς τὸ ἀμετάπτωτον καὶ βέβαιον ἐχούσας, εἶτα τούτοις ὑποτίθεσθαι βάσιν - οὐσίας - φερομένης ἀεὶ καὶ ῥεούσης.

Plutarchus de comm. not. cp. 45 p. 1084a. ἄτοπον γὰρ εὖ μάλα τὰς ἀρετὰς καὶ τὰς κακίας, πρὸς δὲ ταύταις τὰς τέχνας καὶ τὰς μνήμας πάσας, ἔτι δὲ φαντασίας καὶ πάθη καὶ ὁρμὰς καὶ συγκαταθέσεις σώματα ποιουμένους, ἐν μηδενὶ φάναι κεῖσθαι μηδ’ ὑπάρχειν τόπον τούτοις, ἕνα ⟨δὲ⟩ τὸν ἐν τῇ καρδίᾳ πόρον στιγμιαῖον ἀπολιπεῖν, ὅπου τὸ ἡγεμονικὸν συστέλλουσι τῆς ψυχῆς, ὑπὸ τοσούτων σωμάτων κατεχόμενον, ὅσων τοὺς πάνυ δοκοῦντας ἀφορίζειν καὶ ἀποκρίνειν ἕτερον ἑτέρου πολὺ πλῆθος διαπέφευγε. τὸ δὲ μὴ μόνον σώματα ταῦτα ποιεῖν, ἀλλὰ καὶ ζῷα λογικὰ - ὑπερβολή τίς ἐστιν - παρανομίας εἰς τὴν - συνήθειαν. p. 1084c. ἀλλὰ πρὸς τούτοις ἔτι καὶ τὰς ἐνεργείας σώματα καὶ ζῷα ποιοῦσι etc.

Sextus adv. math. VII 307. ναί φασιν (scil. dogmatici i. e. Stoici) ἀλλὰ ταὐτόν ἐστι διάνοια καὶ αἴσθησις, οὐ κατὰ ταὐτὸ δέ, ἀλλὰ κατ’ ἄλλο μὲν διάνοια, κατ’ ἄλλο δὲ αἴσθησις· καὶ ὃν τρόπον τὸ αὐτὸ ποτήριον κοῖλόν τε καὶ περίκυρτον λέγεται, οὐ κατὰ ταὐτὸ δέ, ἀλλὰ κατ’ ἄλλο μὲν κοῖλον, οἷον τὸ ἐντὸς μέρος, κατ’ ἄλλο δὲ περίκυρτον, καθάπερ τὸ ἐκτός, καὶ ὡς ἡ αὐτὴ ὁδὸς ἀνάντης τε καὶ κατάντης νοεῖται, ἀνάντης μὲν τοῖς ἀνιοῦσι δι’ αὐτῆς, κατάντης δὲ τοῖς κατιοῦσιν, οὕτως ἡ αὐτὴ δύναμις κατ’ ἄλλο μέν ἐστι νοῦς κατ’ ἄλλο δὲ αἴσθησις, καὶ οὐκ εἴργεται ἡ αὐτὴ οὖσα τῆς προειρημένης τῶν αἰσθήσεων καταλήψεως. ibid. 359. ἀλλ’ ἔνιοι τῶν δογματικῶν τὴν ἀνώτερον εἰρημένην ὑπότευξιν καὶ ἐπὶ τοῦ παρόντος θρυλοῦσι, λέγοντες μὴ κεχωρίσθαι ταῦτα τὰ διαφέροντα τῆς ψυχῆς μέρη, τουτέστι τὸ λογικὸν καὶ ἄλογον, ἀλλ’ ὡς τὸ μέλι ὅλον δι’ ὅλου ὑγρὸν ἅμα καὶ γλυκύ ἐστιν, οὕτω καὶ ἡ ψυχὴ ὅλη δι’ ὅλου δύο ἔχει τὰς ἀντιπαρηκούσας ἀλλήλαις δυνάμεις, ὧν ἡ μέν ἐστι λογικὴ ἡ δὲ ἄλογος· καὶ κινεῖσθαι τὴν μὲν λογικὴν ὑπὸ τῶν νοητῶν, τὴν δὲ ἄλογον ἀντιληπτικὴν γίνεσθαι τῶν αἰσθητῶν ὅθεν καὶ μάταιον εἶναι τὸ λέγειν τὴν διάνοιαν ἢ κοινῶς τὴν ψυχὴν μὴ δύνασθαι τῆς ἑτέρας τούτων τῶν πραγμάτων διαφορᾶς ἀντιλαμβάνεσθαι· διάφορον γὰρ ἔχουσα τὴν κατασκευήν, εὐθὺς καὶ ἀμφοτέρων ἔσται ἀντιληπτική.

Aëtius Plac. IV 8, 1. Οἱ Στωϊκοὶ ὁρίζονται οὕτως τὴν αἴσθησιν· αἴσθησίς ἐστιν ἀντίληψις δι’ αἰσθητηρίου ἢ κατάληψις. πολλαχῶς δὲ λέγεται ἡ αἴσθησις ἥ τε γὰρ ἕξις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια· καὶ ἡ φαντασία ἡ καταληπτικὴ δι’ αἰσθητηρίου γίνεται κατ’ αὐτὸ τὸ ἡγεμονικόν. ἀφ’ οὗ πάλιν αἰσθητήρια λέγεται πνεύματα νοερὰ ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα τεταμένα.

Aëtius Plac. IV 8, 8. Οἱ Στωϊκοὶ σωμάτων τὰς αἰσθήσεις.

Aëtius Plac. IV 8, 7. Οἱ Στωϊκοὶ τήνδε τὴν κοινὴν αἴσθησιν ἐντὸς ἁφὴν προσαγορεύουσι, καθ’ ἣν καὶ ἡμῶν αὐτῶν ἀντιλαμβανόμεθα.

Aëtius Plac. IV 10, 1. Οἱ Στωϊκοὶ πέντε τὰς εἰδικὰς αἰσθήσεις, ὅρασιν ἀκοὴν ὄσφρησιν γεῦσιν ἁφήν.

Aëtius Plac. IV 23, 1. Οἱ Στωϊκοὶ τὰ μὲν πάθη ἐν τοῖς πεπονθόσι τόποις, τὰς δὲ αἰσθήσεις ἐν τῷ ἡγεμονικῷ.

Galenus de symptomatum causis I 8 Vol. VII p. 139 K. καὶ περὶ μὲν τῶν αἰσθητικῶν ὀργάνων ἀπάντων, ἔτι τε τῶν κατὰ ταῦτα δυνάμεων ἤδη μοι δοκῶ πέρας ἔχειν τὸν λόγον. ἐπ’ αὐτὸ δὲ τὸ κατάρχον αὐτῶν ἐπιπέμπον τε τοῖς κατὰ μέρος οἷον ἐκ πηγῆς τινος ἑαυτοῦ τὰς δυνάμεις ἐπιέναι τῷ λόγῳ καιρός. ἔστι δὲ δήπου τὸ πρῶτον αἰσθητικόν. ἐν αὐτοῖς μὲν γὰρ τοῖς κατὰ μέρος ὀργάνοις ἑκάστῃ τῶν αἰσθήσεων ἡ ἀπὸ τῶν αἰσθητῶν ἀλλοίωσις ἐπιτελεῖται. ταύτης δὲ αἰσθητικὸν γίγνεται τὸ ἀλλοιούμενον μόριον, ἐκ τοῦ δέχεσθαι τὴν ἀπ’ ἐγκεφάλου κατιοῦσαν εἰς αὐτὸ διὰ τοῦ νεύρου δύναμιν.

Galenus de locis affectis I 7 Vol. VIII p. 66 K. καὶ διαφέρει πάμπολυ κατὰ τοῦτο τὰ φυσικὰ τῶν ψυχικῶν ὀργάνων, εἴ γε τοῖς μὲν φυσικοῖς ἐδείχθη σύμφυτος ἡ τῆς ἐνεργείας δύναμις οὖσα, τοῖς ψυχικοῖς δὲ ἀπὸ τῆς ἀρχῆς ἐπιῥεῖν ὁμοίως ἡλιακῷ φωτί. —  — 67. οἱ δὲ μύες —  — ὅτι οὐκ ἔχουσι σύμφυτον αἰσθήσεως τε καὶ κινήσεως ἀρχήν, διὰ τοῦτο τῶν νεύρων ἀεὶ χρήζουσι, χορηγούντων αὐτοῖς ταῦτα, καθάπερ ὁ ἥλιος τὴν αὐγὴν ἅπασιν οἷς φωτίζει. ibid. IV 1. Vol. VIII p. 218 K. opticam facultatem dicit perire, ὅταν ἤτοι μηδ’ ὅλως ἢ παντάπασιν ὀλίγον ἐπιπέμπηται τὸ αὐγοειδὲς πνεῦμα παρὰ τῆς κατὰ τὸν ἐγκέφαλον ἀρχῆς.