Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Philo octo partes animae commemorat: leg. alleg. I § 11 Vol. I p. 63, 22 Wendl., de mundi opificio § 117 Vol. I p. 41, 14 Wendl., de agricultura § 30 Vol. II p. 101, 3 Wendl., quis rer. divin. heres § 232 Vol. II p. 52, 13 Wendl., quod det. potiori insid. soleat § 168 Vol. I p. 296, 6 Wendl., et saepius.

Philo de animalibus adv. Alexandrum p. 170 Aucher. Non vides quod parvulum infantem nemo de ullo opere facto accusat unquam, eo quod prudentis aetatis nondum particeps fuerit? At puer, quamvis imperfectus comperitur, quia tamen homo est rationalis natura, paulo ante acceptis sapientiae seminibus, quamvis nondum formare rem potest, paulo tamen post oriri faciet; etenim aura recepta seminales vires ad modum scintillae in silva iuxta tempora cum illo crescentes vigere ac adhaerere debent. Aliorum vero (animalium) animae non habentes fontem mentis progressu deliberationis carent.

Jamblichus de anima apud Stobaeum ecl. I p. 317, 21 W. πάλιν τοίνυν περὶ τοῦ νοῦ καὶ πασῶν τῶν κρειττόνων δυνάμεων τῆς ψυχῆς οἱ μὲν Στωϊκοὶ λέγουσι μὴ εὐθὺς ἐμφύεσθαι τὸν λόγον, ὕστερον δὲ συναθροίζεσθαι ἀπὸ τῶν αἰσθήσεων καὶ φαντασιῶν περὶ δεκατέσσαρα ἔτη.

Aëtius Plac. IV 21. Πόθεν αἰσθητικὴ γίνεται ἡ ψυχὴ καὶ τί αὐτῆς τὸ ἡγεμονικόν. G. 102. Οἱ Στωϊκοί φασιν εἶναι τῆς ψυχῆς ἀνώτατον μέρος τὸ ἡγεμονικόν, τὸ ποιοῦν τὰς φαντασίας καὶ συγκαταθέσεις καὶ αἰσθήσεις καὶ ὁρμάς· καὶ τοῦτο λογισμὸν καλοῦσιν. - Ἀπὸ δὲ τοῦ ἡγεμονικοῦ ἑπτὰ μέρη ἐστὶ τῆς ψυχῆς ἐκπεφυκότα καὶ ἐκτεινόμενα εἰς τὸ σῶμα καθάπερ αἱ ἀπὸ τοῦ πολύποδος πλεκτάναι· τῶν δὲ ἑπτὰ μερῶν τῆς ψυχῆς πέντε μέν εἰσι τὰ αἰσθητήρια, ὅρασις ὄσφρησις ἀκοὴ γεῦσις καὶ ἁφή. - Ὧν ἡ μὲν ὅρασις ἐστὶ πνεῦμα διατεῖνον ἀπὸ ἡγεμονικοῦ μέχρις ὀφθαλμῶν, ἀκοὴ δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρις ὤτων, ὄσφρησις δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι μυκτήρων [λεπτῦνον], γεῦσις δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι γλώττης, ἁφὴ δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρις ἐπιφανείας εἰς θίξιν εὐαίσθητον τῶν προσπιπτόντων. - Τῶν δὲ λοιπῶν τὸ μὲν λέγεται σπέρμα, ὅπερ καὶ αὐτὸ πνεῦμά ἐστι διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῶν παραστατῶν· τὸ δὲ φωνᾶεν ὑπὸ τοῦ Ζήνωνος εἰρημένον, ὃ καὶ φωνὴν καλοῦσιν, ἔστι πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι φάρυγγος καὶ γλώττης καὶ τῶν οἰκείων ὀργάνων. αὐτὸ δὲ τὸ ἡγεμονικὸν ὥσπερ ἐν κόσμῳ ⟨ἥλιος⟩ κατοικεῖ ἐν τῇ ἡμετέρᾳ σφαιροειδεῖ κεφαλῇ. Seneca epist. 113, 23. inter Cleanthem et discipulum eius Chrysippum non convenit, quid sit ambulatio. Cleanthes ait spiritum esse a principali usque in pedes permissum, Chrsippus ipsum principale.

Diogenes Laërt. VII 159. ἡγεμονικὸν δὲ εἶναι τὸ κυριώτατον τῆς ψυχῆς, ἐν ᾧ αἱ φαντασίαι καὶ αἱ ὁρμαὶ γίνονται καὶ ὅθεν ὁ λόγος ἀναπέμπεται· ὅπερ εἶναι ἐν καρδίᾳ.

Aëtius Plac. IV 5, 6. 0ἱ Στωϊκοὶ πάντες ἐν ὅλῃ τῇ καρδίᾳ ἢ τῷ περὶ τὴν καρδίαν πνεύματι (sc. εἶναι τὸ ἡγεμονικόν). cf. Theodoret V 22 p. 73, 14.

Alexander Aphrod. de anima p. 97, 8 Bruns. καὶ ὅτι μὲν καὶ ἡ αἰσθητικὴ (scil. ψυχὴ) ὥσπερ καὶ ἡ θρεπτικὴ περὶ τὴν καρδίαν ἐστίν —  — ἐκ τούτων γνώριμον ἂν εἴη. ἀλλὰ μὴν ὅπου αἱ αἰσθήσεις τελευτῶσιν, ἐκεῖ καὶ τὴν φανταστικὴν ψυχὴν ἀναγκαῖον εἶναι —  — ἀλλὰ μὴν ἐν ᾧ ἡ φαντασία, ἐν τούτῳ καὶ αἱ συγκαταθέσεις, ἐν ᾧ δὲ αἱ συγκαταθέσεις, ἐν τούτῳ καὶ ὁρμαί τε καὶ ὀρέξεις. p. 98, 24. ὅτι δὲ καὶ τὸ λογιστικὸν μόριον τῆς ψυχῆς, ὃ καὶ ἰδίως ἡγεμονικὸν καλεῖται, ἐν τῇ καρδίᾳ καὶ αὐτό, δεικνύοιτο ἂν τῷ etc. (secuntur argumenta).

Stobaeus Florileg. 3, 66. Χρυσίππου· Χρύσιππος ὁ Στωϊκὸς ἔφη, τὴν διάνοιαν εἶναι λόγου πηγήν.

Galenus de Hipp. et Plat. plac. V 3 (160) p. 421 M. In libro qui inscriptus erat περὶ παθῶν θεραπευτικὸς Chrysippus dixerat: Ἔστι δέ γε τῆς ψυχῆς μέρη, δι’ ὧν ὁ ἐν αὐτῇ λόγος συνέστηκεν. G. ex aliis Chr. libris enucleare studet, quas dixerit Chr. animi partes: ἀναμιμνήσκων ἴσως ἡμᾶς τῶν ἐν τοῖς περὶ τοῦ λόγου γεγραμμένων, ὧν σὺ διῆλθες, ὡς ἔστιν ἐννοιῶν τέ τινων καὶ προλήψεων ἄθροισμα. ἀλλ’ εἴπερ ἑκάστην τῶν ἐννοιῶν καὶ προλήψεων εἶναι μόριον νομίζεις τῆς ψυχῆς, ἁμαρτάνεις διττά. πρώτον μὲν γὰρ οὐ ψυχῆς ἐχρῆν, ἀλλὰ λόγου ταῦτ’ εἶναι μόρια φάσκειν, ὥσπερ οὖν καὶ γράφεις ἐν τῇ περὶ λόγου πραγματείᾳ. οὐ γὰρ δήπου ταὐτόν ἐστι ψυχὴ καὶ λόγος· ἄλλως τε καὶ διὰ τῆς προγεγραμένης ῥήσεως ἐνεδείξω τῶν ἐν τῇ ψυχῇ συνισταμένων ὡς ἕν τι καὶ ὁ λόγος ἐστίν. οὐ ταὐτὸν δὲ ψυχή ἐστι καὶ τὸ ἐν αὐτῇ συντιστάμενον. ἔπειτα —  — τάς γ’ ἐννοίας καὶ προλήψεις οὐ μόρια τῆς ψυχῆς εἶναι λεκτέον. —  — - αἱ μὲν γὰρ ἔννοιαι καὶ αἱ προλήψεις ἐνέργειαι ⟨μόρια δὲ⟩ τῆς ψυχῆς, ὡς αὐτὸς σύ δι’ ἑτέρων ἐκδιδάσκεις, τό τε ἀκουστικὸν πνεῦμα καὶ τὸ ὀπτικὸν ἔτι τε πρὸς τοὑτοις φωνητικόν τε καὶ γεννητικόν, καὶ πρὸ πάντων αὐτῶν τὸ ἡγεμονικόν, ἐν ᾦ καὶ τὸν λόγον ἔφης συνίστασθαι etc. —  — τοῦτ’ οὖν τὸ πνεῦμα δύο μὲν κέκτηται μόριά τε καὶ στοιχεῖα καὶ καταστάσεις, δι’ ὅλων ἀλλήλοις κεκραμένα, τὸ ψυχρὸν καὶ θερμόν, εἴπερ δ’ ἑτέροις ὀνόμασι καὶ ἀπὸ τνῶ οὐσιῶν ἐθέλοι τις αὐτὰ προσαγορεύειν, ἀέρα τε καὶ πῦρ· οὐ μὴν ἀλλὰ καὶ ἰκμάδα τινὰ προσείληφεν ἀπὸ τῶν σωμάτων, ἐν οἷς διαιτᾶται.

Philo de sacrif. Abel et Cain § 137 Vol. I p. 256, 22 Wendl. ὅτι τὸ ἡγεμονικὸν κατὰ ἀμερῆ χρόνων διαστήματα ⟨πολλὰς⟩ πρὸς ἑκάτερον

τό τι εὖ καὶ χεῖρον τροπὰς λαμβάνον, ἀλλάττοντας ἀεὶ τύπους δέχεται τότε μὲν καθαροῦ καὶ δοκίμου, τότε δὲ παρακεκομμένου καὶ κιβδήλου νομίσματος. Τὴν δεδεγμένην οὖν χώραν ἄμφω τὰ μαχόμενα, καλόν τε καὶ αἰσχρὸν καὶ πρὸς ἑκάτερον ᾠκειωμένην καὶ τὴν ἴσην τιμὴν ἀμφοτέροις ἀπονέμουσαν —  — ὁ νομοθέτης ἀπὸ τοῦ θείου βωμοῦ κατεβίβασε (Dubitat Philo § 136 utrum cerebro an cordi insit animi principale: εἴγε καὶ κατὰ τὸν νομοθέτην ἐν ἑτέρῳ τούτων τὸ ἡγεμονικὸν ἀνωμολόγηται).

Philo Leg. Alleg. I § 59 Vol. I p. 75, 25 Wendl. Οἰ δὲ λέγουσι τὴν καρδίαν ξύλον εἰρῆσθαι ζωῆς, ἐπειδὴ αἰτία τε τοῦ ζῆν ἐστι, καὶ τὴν μέσην τοῦ σώματος χώραν ἔλαχεν, ὡς ἂν κατ’ αὐτοὺς ἡγεμονικὸν ὑπάρχουσα. - § 61. τὸ ἡγεμονικὸν ἡμῶν πανδεχές ἐστι καὶ ἔοικε κηρῷ πάντας τύπους, καλούς τε καὶ αἰσχροὺς δεχομένῳ.

Philo Leg. Alleg. I § 30 Vol. I p. 68 Wendl. Τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου δυσὶ προὔχει, φαντασίᾳ καὶ ὁρμῇ· ἡ μὲν οὖν φαντασία συνίσταται κατὰ τὴν τοῦ ἐκτὸς πρόσοδον τυποῦντος νοῦν δι’ αἰσθήσεως· ἡ δὲ ὁρμή, τὸ ἀδελφὸν τῆς φαντασίας, κατὰ τὴν τοῦ νοῦ τονικὴν δύναμιν· ἣν τείνας δι’ αἰσθήσεως ἅπτεται τοῦ ὑποκειμένου καὶ πρὸς αὐτὸ χωρεῖ γλιχόμενος ἐφικέσθαι καὶ συλλαβεῖν αὐτό.