Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Galenus de locis afectis II 5 Vol. VIII p. 127. κατὰ μὲν γὰρ τὸν ἀληθῆ λόγον καὶ βλέπειν αὐτὸ τοῦτο (scil. τὸ τῆς ψυχῆς ἡγεμονικόν) καὶ ἀκούειν ὑποληπτέον, ἀλλὰ δι’ ὀφθαλμῶν μὲν βλέπειν, δι’ ὤτων δ’ ἀκούειν· ἐννοεῖν μέντοι καὶ μεμνῆσθαι καὶ λογίζεσθαι καὶ προαιρεῖσθαι μήτ’ ὀφθαλμοῖς ἔτι μήτ’ ὠσὶ μήτε γλώττῃ μήτ’ ἄλλῳ τινὶ προσχρώμενον.
Potinus Ennead. IV lib. VII 7 (Vol. II p. 111, 10 Mü.). ὅταν δάκτυλον λέγηται ἀλγεῖν ἄνθρωπος, ἡ μὲν ὀδύνη περὶ τὸν δάκτυλον δήπουθεν, ἡ δ’ αἴσθησις τοῦ ἀλγεῖν δῆλον ὅτι ὁμολογήσουσιν ὡς περὶ τὸ ἡγεμονοῦν γίγνεται· ἄλλου δὴ ὄντος τοῦ πονοῦντος μέρους τοῦ πνεύματος, τὸ ἡγεμονοῦν αἰσθάνεται καὶ ὅλη ἡ ψυχὴ τὸ αὐτὸ πάσχει. πῶς οὖν τοῦτο συμβαίνει; διαδόσει, φήσουσι, παθόντος μὲν πρώτως τοῦ περὶ τὸν δάκτυλον ψυχκοῦ πνεύματος, μεταδόντος δὲ τῷ ἐφεξῆς καὶ τούτου ἄλλῳ, ἕως οὗ πρὸς τὸ ἡγεμονοῦν ἀφίκοιτο.
Galenus de instrum. odoratus 3. Vol. II 862 K. φωτοειδέστατον μὲν οὖν ἐποίησεν (scil. ἡ φύσις) τὸ τῆς ὄψεως ὄργανον, ὡς ἂν καὶ μόνον αὐγῆς καὶ φωτὸς αἰσθανόμενον, ἀερῶδες τὸ τῆς ἀκοῆς, αἰσθητικὸν ἐσόμενον καὶ τοῦτο τῶν κατὰ τὸν ἀέρα ψόφων. οὕτω δὲ καὶ τὸ τῶν χυμῶν διαγνωστικὸν ὄργανον, τὴν γλῶτταν, ἐκ τῆς ὑγροτέρας ἰδέας τοῦ σώματος ἡ φύσις εἰργάσατο. μεταξὺ δὲ ἀέρος τε καὶ ὑγροῦ [καὶ πυρὸς] τὸ τῆς ὀσφρήσεως ἐστιν αἰσθητόν, οὔθ’ οὕτω λεπτομερὲς ὑπάρχον, ὡς ὁ ἀήρ, οὔθ’ οὕτω παχυμερές, ὡς τὸ ὑγρόν. ὅσον γὰρ ἀποῤῥεῖ τῶν σωμάτων ἑκάστου, τοῦτ’ ἐστὶ τῶν ὀσφρητῶν ἡ οὐσία.
Galenus de usu partium VIII 6 Vol. III p. 639. τεττάρων οὖν ὄντων κατὰ τὴν κεφαλὴν αἰσθητικῶν ὀργάνων, ὀφθαλμῶν καὶ ὤτων καὶ
ῥινὸς καὶ γλώττης, — — ἔστιν αὐτοῖς κατ’ εἶδος ἀνομοιότης ἔν τε ταῖς αἰσθητικαῖς δυνάμεσιν αὐταῖς καὶ τοῖς σώμασι δι’ ὧν ἀφικνοῦνται. αἱ μὲν γὰρ δυνάμεις ἡ μὲν ὀδμῶν, ἡ δὲ χυμῶν, ἡ δὲ φωνῶν, ἡ δὲ χρωμάτων ἐστὶ διαγνωστική. — — ἕκαστον μὲν γὰρ αὐτῶν ἀλλοιωθῆναι χρὴ πάντως, ἵν' αἴσθησις γένηται· ἀλλοιοῦται δ’ οὐχ ὑπὸ παντὸς αἰσθητοῦ πᾶν, ἀλλὰ τὸ μὲν αὐγοειδὲς καὶ φωτοειδὲς ὑπὸ χρωμάτων, τὸ δ’ ἀερῶδες ὑπὸ φωνῶν, τὸ δ’ ἀτμῶδες ὑπὸ τῶν ὀσφρητῶν, ἑνὶ δὲ λόγῳ τὸ ὅμοιον τῷ ὁμοίῳ γνώριμον. οὔτε δὲ τὸ ἀερῶδες αἰσθητήριον ἀλλοιωθῆναι δύναταί ποτ’ ὑπὸ χρωμάτων, λαμπρὸν γὰρ εἶναι χρὴ καὶ καθαρὸν καὶ αὐγοειδές, εἴ τι μέλλει ῥᾳδίως τε καὶ εἰλικρινῶς ἐκδέξασθαι τὴν ἐκ τῶν χρωμάτων ἀλλοίωσιν, — — οὔτ’ αὖ τὸ θολερὸν καὶ ἀτμῶδες, ἀλλ’ οὐδὲ τὸ ὑγρόν τε καὶ ὑδατῶδες, ὥσπερ οὐδὲ τὸ σκληρόν τε καὶ γεῶδες. — — ἀλλ’ οὐδὲν ἦν πλέον, ἀλλοιωθῆναι μὲν τοῦτο, μὴ γνῶναι δὲ τὴν ἀλλοίωσιν τὸ φαντασιούμενον καὶ μεμνημένον καὶ λογιζόμενον, ὅπερ ἦν τὸ ἡγεμονικόν. p. 642. οὐκοῦν — — αὐγοειδεῖ καὶ λαμπροειδεῖ μέλλοντι τῷ κατὰ τὴν ὄψιν αἰσθητηρίῳ γενήσεσθαι τὸ πνεῦμα δεόντως πλεῖστον ἀπὸ τῆς ἀρχῆς ἐπιπέμπεται. p. 648. σχεδὸν γὰρ ὅσον λείπεται πρὸς λεπτομέρειαν ὁ ἀὴρ αὐγῆς, τοσοῦτον καὶ ἀτμὸς ἀέρος.Philo de fuga et inventione § 182 Vol. III p. 149, 31. Ποτίζεται οὖν, ὥσπερ ἀπὸ πηγῆς τοῦ κατὰ ψυχὴν ἡγεμονικοῦ τὸ σώματος ἡγεμονικὸν πρόσωπον, τὸ μὲν ὁρατικὸν πνεῦμα τείνοντος εἰς ὄμματα, τὸ δ’ ἀκουστικὸν εἰς οὖς, εἰς δὲ μυκτῆρας τὸ ὀσφρήσεως, τὸ δ’ αὖ γεύσεως εἰς στόμα, καὶ τὸ ἁφῆς εἰς σύμπασαν τὴν ἐπιφάνειαν.
Philo de posteritate Caini § 126 Vol. II p. 27, 26 Wendl. οὐδεὶς γοῦν εὖ φρονῶν εἴποι ἂν ὀφθαλμοὺς ὁρᾶν, ἀλλὰ νοῦν δι’ ὀφθαλμῶν, οὐδ’ ὦτα ἀκούειν, ἀλλὰ δι’ ὤτων ἐκεῖνον, οὐδὲ μυκτῆρας ὀσφραίνεσθαι, ἀλλὰ διὰ μυκτήρων τὸ ἡγεμονικόν etc.
Chalcidius ad Timaeum cp. 237. Stoici vero videndi causam in nativi spiritus intentione constituunt, cuius effigiem coni similem volunt. Hoc quippe progresso ex oculorum penetrali, quod appellatur pupula, et ab exordio tenui, quo magis porrigitur, in soliditatem opimato exordio, penes id quod videtur locatam fundi omnifariam dilatarique visus inlustrationem. Quodque omnis natura modo mensuraque moveatur, spatii quoque magnitudinisque coni modum fore, eaque re neque valde adplicata visui nec nimium distantia visibilia clare videri. certe conum ipsum pro modo mensuraque intentionis augeri, et prout basis eius vel directa vel inflexa erit incidetque in contemplabilem speciem, ita adparebunt quae videntur. Oneraria quippe navis eminus visa perexigua apparet deficiente contemplationis vigore nec se per omnia navis membra fundente spiritu. turris item quadrata rotunditatem simulat cylindri, atque etiam ex obliquo visa porticus in exile deficit oculorum depravatione. Sic etiam stellarum ignis
exiguus adparet, atque ipse sol multis partibus quam terra maior intra bipedalis diametri ambitum cernitur. Sentire porro mentem putant perinde ut eam pepulerit spiritus, qui id quod ipse patitur ex visibilium specierum concretione mentis intimnis tradit: porrectus siquidem et veluti patefactus candida esse denuntiat quae videntur, confusus porro et confoecatior atra et tenebrosa significat. Similisque eius passio est eorum, qui marini piscis contagione torpent, siquidem per linum et harundinem perque manus serpat virus illud penetretque intimum sensum. idem cp. 266. At vero Stoici deum visum vocantes, quod optimum putabant. id enim pulchro dei nomine afficiendum esse duxerunt.Alexander Aphrod. de anima libri mant. p. 130, 14 Bruns. Εἰσὶν δέ τινες, οἳ διὰ τῆς τοῦ ἀέρος συνεντάσεως τὸ ὁρᾶν φασι γίνεσθαι. νυττόμενον γὰρ ὑπὸ τῆς ὄψεως τὸν συνάπτοντα τῇ κόρῃ ἀέρα σχηματίζεσθαι εἰς κῶνον· τούτου δὲ οἷον τυπουμένου κατὰ τὴν βάσιν ὑπὸ τῶν ὁρατῶν τὴν αἴσθησιν γίνεσθαι, καθάπερ καὶ τῇ ἁφῇ, διὰ βακτηρίας. 26. ἀλλὰ καὶ τῆς ὄψεως ἀπὸ τοῦ ἡγεμονικοῦ γινομένης, εἰ καὶ ἐπὶ ταύτης τὰ τῆς τονικῆς κινήσεώς ἐστιν, ὥσπερ λέγεται πρὸς αὐτῶν, πῶς οὐ γίνονται διαλείψεις τινὲς τοῦ ὁρᾶν, ἅτε μὴ συνεχοῦς ἐπὶ τὰ πέρατα τῆς τάσεως γινομένης, δι’ αὐτὸ δὲ τοῦτο μηδὲ τῆς ἐπερείσεως; ὅπερ ἄν τις ἐπιζητήσειεν καὶ περὶ τῆς ἁφῆς, καθ’ ἣν ἁπτόμεθα τῶν ἑτέρων σωμάτων· οὐδὲ γὰρ ἐπὶ ταύτης διαλείψεις τῆς ἀντιλήψεως γίνονται· ἔδει δέ γε· τοιαύτη γὰρ ἡ τονικὴ κίνησις κατ’ αὐτούς. εἰ δὲ τὸ πνεῦμα τοῦτο δή, ὃ καλοῦσιν ὄψιν, μόνον κινεῖται τὴν προειρημένην κίνησιν, ἣν λέγουσι τονικήν, ἄλογον τὸ ἐπὶ μόνου τούτου λέγειν οὕτω· καίτοι γε οὔ φασιν.
Galenus de Hipp. et Plat. plac. VII (642 M. K.). μὴ τοίνυν ὡς διὰ βακτηρίας τοῦ πέριξ ἀέρος ὁρᾶν ἡμᾶς οἱ Στωϊκοὶ λεγέτωσαν.
Aëtius Plac. IV 15, 3 (DDG p. 406, 4). Χρύσιππος κατὰ τὴν συνέντασιν τοῦ μεταξὺ ἀέρος ὁρᾶν ἡμᾶς, νυγέντος μὲν ὑπὸ τοῦ ὁρατικοῦ (Stob. ὀπτικοῦ) πνεύματος, ὅπερ ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῆς κόρης διήκει, κατὰ δὲ τὴν πρὸς τὸν περικείμενον ἀέρα ἐπιβολὴν ἐντείνοντος αὐτὸν κωνοειδῶς, ὅταν ᾖ ὁμογενὴς ὁ ἀήρ. προχέονται δὲ ἐκ τῆς ὄψεως ἀκτῖνες πύριναι, οὐχὶ μέλαιναι καὶ ὀμιχλώδεις· διόπερ ὁρατὸν εἶναι τὸ σκότος.
Diogenes Laërt. VII 157 ὁρᾶν δὲ τοῦ μεταξὺ τῆς ὁράσεως καὶ τοῦ ὑποκειμένου φωτὸς ἐντεινομένου κωνοειδῶς, καθά φησι Χρύσιππος ἐν δευτέρᾳ τῶν φυσικῶν καὶ Ἀπολλόδωρος. γίνεσθαι μέντοι τὸ κωνοειδὲς τοῦ ἀέρος πρὸς τῇ ὄψει, τὴν δὲ βάσιν πρὸς τῷ ὁρωμένῳ· ὡς διὰ βακτηρίας οὖν τοῦ ταθέντος ἀέρος τὸ βλεπόμενον ἀναγγέλλεσθαι.
Alexander Aphrod. de anima libri mant. p. 131, 30 Bruns. ἔτι διὰ τί ἐκ μὲν φωτὸς τὰ ἐν σκότῳ ὄντα οὐχ ὁρᾶται, ἐκ δὲ σκότους τὰ ἐν τῷ φωτί; τὸ γὰρ λέγειν, τὸν μὲν πεφωτισμένον ἀέρα τῷ διακεκρίσθαι μᾶλλον ἔχειν ἰσχὺν καὶ δύνασθαι τῇ ἐπερείσει τὴν αἴσθησιν κινεῖν, τὸν δὲ ἀφώτιστον τῷ κεχαλάσθαι μὴ δύνασθαι ὑπὸ τῆς ὄψεως συνεντείνεσθαι, καίτοι πυκνότερον ὄντα τοῦ πεφωτισμένου, πῶς πιθανόν;