Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Arius Didymus epit. phys. fr. 39 Diels (DG p. 471, 11). εἶναι δὲ ψυχὴν ἐν τῷ ὅλῳ φασίν, ὃ καλοῦσιν αἰθέρα καὶ ἀέρα, κύκλῳ περι⟨έχουσαν⟩ γῆν καὶ θάλασσαν καὶ ἐκ τούτων ἀναθυμιαθεῖσ⟨αν⟩· τὰς δὲ λοιπὰς ψυχὰς προσπεφυκέναι ταύτῃ, ὅσαι τε ἐν ζῴοις εἰσὶ καὶ ὅσαι ἐν τῷ περιέχοντι· διαμένειν γὰρ ἐκεῖ τὰς τῶν ἀποθανόντων ψυχάς. ἔνιοι δὲ τὴν μὲν τοῦ ὅλου ἀΐδιον, τὰς δὲ λοιπὰς συμμίγνυσθαι ἐπὶ τελευτῇ εἰς ἐκείνην. ἔχειν δὲ πᾶσαν ψυχὴν ἡγεμονικόν τι ἐν αὑτῇ, ὃ δὴ ζωὴ καὶ αἴσθησίς ἐστι καὶ ὁρμή.
Cicero Tuscul. disp. I 77. Stoici autem usuram nobis largiuntur tamquam cornicibus; diu mansuros aiunt animos, semper negant.
Alexander Aphrod. de anima libri mant. p. 118, 6 Brunσ. Ὅτι μὴ μία ἡ τῆς ψυχῆς δύναμις, ὡς τὴν αὐτήν πως ἔχουσαν ποτὲ μὲν διανοεῖσθαι, ποτὲ δὲ ὀργίζεσθαι, ποτὲ δ’ ἐπιθυμεῖν παρὰ μέρος δεικτέον.
Themistius paraphr. in Arist. de anima I 1 p. 5 Sp. οἱ μὲν πολυδύναμον ἀξιοῦσιν εἶναι τὴν ψυχὴν ἐφ’ ἑνὸς οὖσαν ὑποκειμένου, οἱ δὲ πολυμερῆ, διορίζοντες καὶ τοῖς τόποις τὰ μέρη, ὥσπερ οἱ Στωϊκοί.
Jamblichus de anima apud Stobaeum ecl. I p. 373, 15 W. ἐπὶ δὴ τούτοις δεῖ νοεῖν ὡς οἱ μὲν Στωϊκοὶ πάσας τῆς ὁποιασοῦν ψυχῆς τὰς ἐνεργείας συμμιγνύουσιν τοῖς διοικουμένοις καὶ ἀψύχοις, οἱ δ’ ἀπὸ Πλάτωνος οὐ πάσας.
Jamblichus de anima apud Stobaeum ecl. I p. 367, 17 W. ἀλλὰ μὴν οἵ γε ἀπὸ Χρυσίππου καὶ Ζήνωνος φιλόσοφοι καὶ πάντες ὅσοι σῶμα τὴν ψυχὴν νοοῦσι τὰς μὲν δυνάμεις ὡς ἐν τῷ ὑποκειμένῳ ποιότητας συμβιβάζουσι, τὴν δὲ ψυχὴν ὡς οὐσίαν προϋποκειμένην ταῖς
δυνάμεσι προτιθέασιν, ἐκ δ’ ἀμφοτέρων τούτων σύνθετον φύσιν ἐξ ἀνομοίων συνάγουσιν. p. 368, 6. καθ’ οὓς δὲ μία ζωὴ τῆς ψυχῆς ἐστιν ἡ τοῦ συνθέτου, συγκεκραμένης τῆς ψυχῆς τῷ σώματι, ὡς οἱ Στωϊκοὶ λέγουσιν, — — κατὰ τούτους εἷς ἐστιν ὁ τρόπος τῆς παρουσίας αὐτῶν, ὁ ἐν τῷ μετέχεσθαι ἢ ἐν τῷ κεκρᾶσθαι τῷ ὅλῳ ζῴῳ. πῶς οὖν διακρίνονται; κατὰ μὲν τοὺς Στωϊκοὺς ἔνιαι μὲν διαφορότητι ⟨τῶν⟩ ὑποκειμένων σωμάτων· πνεύματα γὰρ ἀπὸ τοῦ ἡγεμονικοῦ φασιν οὗτοι διατείνειν ἄλλα κατ’ ἄλλα, τὰ μὲν εἰς ὀφθαλμούς, τὰ δὲ εἰς ὦτα, τὰ δὲ εἰς ἄλλα αἰσθητήρια· ἔνιαι δὲ ἰδιότητι ποιότητος περὶ τὸ αὐτὸ ὑποκείμενον· ὥσπερ γὰρ τὸ μῆλον ἐν τῷ αὐτῷ σώματι τὴν γλυκύτητα ἔχει καὶ τὴν εὐωδίαν, οὕτω καὶ τὸ ἡγεμονικὸν ἐν ταὐτῷ φαντασίαν, συγκατάθεσιν, ὁρμήν, λόγον συνείληφε.Aëtius Plac. IV 4, 4. Οἱ Στωϊκοὶ ἐξ ὀκτὼ μερῶν φασι συνεστάναι (τὴν ψυχήν), πέντε μὲν τῶν αἰσθητικῶν ὁρατικοῦ ἀκουστικοῦ ὀσφραντικοῦ γευστικοῦ ἁπτικοῦ, ἕκτου δὲ φωνητικοῦ, ἑβδόμου δὲ σπερματικοῦ, ὀγδόου δὲ αὐτοῦ τοῦ ἡγεμονικοῦ, ἀφ’ οὗ ταῦτα πάντα ἐπιτέταται διὰ τῶν οἰκείων ὀργάνων προσφερῶς ταῖς τοῦ πολύποδος πλεκτάναις. Cf. Theodoret V 20 p. 72, 44.
Diogenes Laërt. VII 110. φασὶ δὲ τὴν ψυχὴν εἶναι ὀκταμερῆ· μέρη γὰρ αὐτῆς τά τε πέντε αἰσθητήρια καὶ τὸ φωνητικὸν μόριον καὶ τὸ διανοητικόν, ὅπερ ἐστὶν αὐτὴ ἡ διάνοια, καὶ τὸ γεννητικόν. 157. μέρη δὲ ψυχῆς λέγουσιν ὀκτώ, τὰς πέντε αἰσθήσεις καὶ τοὺς ἐν ἡμῖν σπερματικοὺς λόγους καὶ τὸ φωνητικὸν καὶ τὸ λογιστικόν.
Origenes contra Celsum V 47 Vol. II p. 51, 19 Kö. (p. 614 Delarue). ἄλλη μὲν ἡ κατ’ Ἐπίκουρον δικαιοσύνη, ἄλλη δὲ ἡ κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς, ἀρνουμένους τὸ τριμερὲς τῆς ψυχῆς.
Porphyrius de anima apud Stobaeum ecl. I p. 350, 13. αὐτίκα οἱ μὲν ἀπὸ τῆς Στοᾶς ὀκταμερῆ τὴν ψυχὴν θέντες καὶ πέντε μὲν μέρη τὰ αἰσθητικὰ λαβόντες, ἕκτον δὲ τὸ φωνητικὸν καὶ ἕβδομον τὸ σπερματικόν, τὸ λοιπὸν τὸ ἡγεμονικὸν ὡς ἂν ἄρχοντος χώραν ἔχειν ὑπετίθεντο, τὰ δὲ ἄλλα μέρη ἐν ὑπηρέτου τάξει ἀπεδίδοσαν, ὥστε τὸ αὐτὸ ἐξ ἄρχοντος καὶ ἀρχομένων συνεστάναι.
Jamblichus de anima apud Stobaeum ecl. I p. 369, 5. οἱ ἀπὸ Ζήνωνος ὀκταμερῆ τὴν ψυχὴν [δια]δοξάζουσι, περὶ ⟨ἣν⟩ τὰς δυνάμεις εἶναι πλείονας, ὥσπερ ἐν τῷ ἡγεμονικῷ ἐνυπαρχουσῶν φαντασίας, συγκαταθέσεως, ὁρμῆς, λόγου.
Philo quaest. et solut. in Genesin I 75 (p. 49 Aucher). Cum octo partibus anima nostra constet, ex rationali individua et irrationali
in septem partes distingui solita, in quinque nempe sensus et in vocis instrumentum et geniturae etc.