Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Galenus de usu respirationis toto libro probare studet, ὅτι ἡ ἀναπνοὴ γίνεται διὰ ψύξιν τινὰ τῆς ἐμφύτου θερμασίας.

Diogenes Laërt. VII 158. τὸν δὲ ὕπνον γίνεσθαι ἐκλυομένου τοῦ αἰσθητικοῦ τόνου περὶ τὸ ἡγεμονικόν. αἰτίας δὲ τῶν παθῶν ἀπολείπουσι τὰς περὶ τὸ πνεῦμα τροπάς.

Aëtius Plac. V 24, 4. Πλάτων οἱ Στωϊκοὶ τὸν μὲν ὕπνον γίνεσθαι ἀνέσει τοῦ αἰσθητικοῦ πνεύματος, οὐ κατὰ ἀναχαλασμὸν καθάπερ † ἐπὶ τῆς γῆς, φερομένου δὲ ὡς ἐπὶ τὸ ἡγεμονικὸν μεσόφρυον· ὅταν δὲ παντελὴς γένηται ἡ ἄνεσις τοῦ αἰσθητικοῦ πνεύματος, τότε γίγνεσθαι θάνατον.

Tertullianus de anima cp. 43. Stoici somnum resolutionem sensualis vigoris affirmant etc. ibid. —  — si forte cum Stoicis resolutionem sensualis vigoris somnum determinemus.

Aëtius Plac. V 30, 5. Οἱ Στωϊκοὶ συμφώνως (scil. τῷ Παρμενίδῃ) τὸ γῆρας γίγνεσθαι διὰ τὴν τοῦ θερμοῦ ἔλλειψιν. οἱ γὰρ αὐτῶν πλέον ἔχοντες τὸ θερμὸν ἐπὶ πλεῖον γηρῶσιν.

Galenus de temperamentis l. I cp. 3 (K. Vol. I p. 523). ἀλλ' εἴπερ ὁ θάνατος, φασὶ (scil. οἱ ἀπ’ Ἀθηναίου τοῦ Ἀτταλέως), τοιοῦτος (scil. ψυχρὸς καὶ ξηρός), ἀναγκαῖον ἤδη τὴν ζωήν, ὡς ἂν ἐναντίαν ὑπάρχουσαν αὐτῷ, θερμήν τε εἶναι καὶ ὑγράν· καὶ μὴν εἴπερ ἡ ζωή, φασι, θερμόν τι χρῆμα καὶ ὑγρόν ἐστιν, ἀνάγκη πᾶσα καὶ τὴν ὁμοιοτάτην αὐτῇ κρᾶσιν ἀρίστην ὑπάρχειν, εἰ δὲ τοῦτο, παντί που δῆλον ὡς εὐκρατοτάην. ὥστ’ εἰς ταὐτὸ συμβαίνειν ὑγρὰν καὶ θερμὴν φύσιν εὐκράτῳ, καὶ μηδὲν ἄλλο εἶναι τὴν εὐκρασίαν ἢ τῆς ὑγρότητός τε καὶ θερμότητος ἐπικρατούσης. οἱ μὲν δὴ τῶν ἀμφὶ τὸν Ἀθήναιον λόγοι τοιοίδε. δοκεῖ δέ πως ἡ αὐτὴ δόξα καὶ Ἀριστοτέλους εἶναι τοῦ φιλοσόφου καὶ Θεοφράστου γε μετ’ αὐτὸν καὶ τῶν Στωϊκῶν.

Galenus adv. Iulianum 4 Vol. XVIII A p. 259. οὐδὲν ἂν εὕροις οὔτ’ Ἀριστοτέλους οὔτε Θεοφράστου βιβλίον, ἐν ᾧ, περὶ νοσημάτων ἀναγκασθέντες εἰπεῖν τι, ⟨ἄνευ τοῦ⟩ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ μνημονεῦσαι διῆλθον τὸν λόγον, ἀλλὰ καὶ τούτων ἀεὶ μέμνηνται καὶ σὺν

αὐτοῖς πολλάκις ἑκατέρας τῆς χολῆς, μελαίνης τε καὶ ξανθῆς, οὐκ ὀλιγάκις δὲ καὶ φλέγματος, οἵ γε τὰς διαφορὰς αὐτῶν διέρχονται, τὸ μὲν ὀξύ, τὸ δ’ ἁλμυρὸν ἢ ἁλυκόν, ἄλλο δὲ γλυκὺ προσαγορεύοντες. οὐ μὴν οὐδὲ Χρύσιππος ἑτέρως, ἀλλ’ οὕτως ἀεὶ καὶ περὶ νοσημάτων καὶ περὶ τῶν χυμῶν διαλέγεται. ⟨καὶ⟩ εἴ τις ἐθέλοι μόνων τῶν εἰρημένων τριῶν ἀνδρῶν ἐκλέγειν τὰς ῥήσεις, οὐκ ὀλίγα πληρώσει βιβλία, σχολάζων δὴ οὕτως τις ὥσπερ Ἰουλιανὸς ἐπὶ τῆς Ἀλεξανδρείας ἐσχόλαζεν. ἐὰν δὲ καὶ τῶν ἄλλων, τῶν Στωϊκῶν ἢ Περιπατητικῶν ἐκλέγειν τὰς ῥήσεις, ὅλην βιβλιοθήκην πληρώσει. Cf. ibid. p. 258. πότερον οὖν Ἀριστοτέλους καὶ Χρυσίππου καὶ τῶν ἄλλων ἁπάντων Περιπατητικῶν τε καὶ Στωϊκῶν ἑξῆς παραγράψω τὰς ῥήσεις, ἐν αἷς φλέγμα καὶ χολὴν αἰτιῶνται καὶ τὰ πρῶτα νοσήματα τέτταρα ὑπάρχειν φασίν, ὥσπερ καὶ τὰ στοιχεῖα, τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρόν etc. Cf. etiam p. 264 et I n. 132.

Galenus de morborum causis 1 Vol. VII p. 1 K. 'ἐδείχθη κατὰ μὲν τοὺς ἡνῶσθαί τε καὶ ἠλλοιῶσθαι τὴν ὑποβεβλημένην οὐσίαν γενέσει καὶ φθορᾷ δοξάζοντας ἅπασα νόσος ὁμοιομεροῦς τε καὶ ἁπλοῦ πρὸς αἴσθησιν σώματος ἤτοι δυσκρασία τις ὑπάρχουσα ἢ τῆς συνεχείας αὐτοῦ τῶν μερῶν διαίρεσις.

Nemesius de nat. hom. cp. 2 p. 38. Διαφωνεῖται σχεδὸν ἅπασι τοῖς παλαιοῖς ὁ περὶ τῆς ψυχῆς λόγος. Δημόκριτος μὲν γὰρ καὶ Ἐπίκουρος καὶ πᾶν τὸ τῶν Στωϊκῶν φιλοσόφων σύστημα σῶμα τὴν ψυχὴν ἀποφαίνονται· καὶ αὐτοὶ δὲ οὗτοι οἱ σῶμα τῆν ψυχὴν ἀποφαινόμενοι, διαφέρονται περὶ τῆς οὐσίας αὐτῆς· οἱ μὲν γὰρ Στωϊκοὶ πνεῦμα λέγουσιν αὐτὴν ἔνθερμον καὶ διάπυρον. Tertullianus de anima cp. 5. Sed etiam Stoicos allego, qui spiritum praedicantes animam paene nobiscum, qua proxima inter se flatus et spiritus, tamen corpus animam facile persuadebunt.

Diogenes Laërt. VII 156. δοκεῖ δὲ αὐτοῖς τὴν μὲν φύσιν εἶναι πῦρ τεχνικόν, ὁδῷ βαδίζον εἰς γένεσιν, ὅπερ ἐστὶ πνεῦμα πυροειδὲς καὶ τεχνοειδές· τὴν δὲ ψυχὴν αἰσθητικὴν ⟨φύσιν⟩. ταύτην δὲ εἶναι τὸ συμφυὲς ἡμῖν πνεῦμα· διὸ καὶ σῶμα εἶναι καὶ μετὰ τὸν θάνατον ἐπιμένειν· φθαρτὴν δὲ ὑπάρχειν. τὴν δὲ τῶν ὅλων ἄφθαρτον, ἧς μέρη εἶναι τὰς ἐν τοῖς ζῴοις.

Commenta Lucani Lib. IX 7 p. 290 Us. Quos ignea virtus: animae virtutem significat, non corporis: quoniam Stoici animam ignem dicunt.

Hieronymus epist. 126 (ad Marcellinum et Anapsychiam). Super animae statu memini vestrae quaestiunculae —  — utrum lapsa de caelo sit, ut Pythagoras philosophus omnesque Platonici est Origenes putant, an a propria Dei substantia, ut Stoici etc.

Galenus de simpl. medicam. temp. et fac. V 9 ed. Bas. II 58 K. XI 731. οἱ μὲν οὖν Στωϊκοὶ ταὐτὸν τοῦτο τὸ πνεῦμα τὴν οὐσίαν τῆς ψυχῆς εἶναι δοξάζουσιν.

Scholia in Hom. Iliad. II 857. ἐκ τούτου καὶ οἱ Στωϊκοὶ ὁρίζονται τὴν ψυχήν· ψυχή ἐστι πνεῦμα συμφυὲς καὶ ἀναθυμίασις αἰσθητικὴ ἐκ τῶν τοῦ σώματος ὑγρῶν ἀναδιδομένη.

Aëtius Plac. IV 3, 3 Οἱ Στωϊκοὶ πνεῦμα νοερὸν θερμόν (τὴν ψυχήν). Cf. Theodoret V 18 p. 77, 21.

Galenus defin. medicae 29 Vol. XIX p. 355 K. ψυχή ἐστιν —  — κατὰ δὲ τοὺς Στωϊκοὺς σῶμα λεπτομερὲς ἐξ ἑαυτοῦ κινούμενον κατὰ σπερματικοὺς λόγους.

Galenus de usu partium VI, 17. Vol. III p. 496 K. οὐδὲ γὰρ οὐδ’ οὗτος ὁ λόγος ἀδύνατος, ὡς ἀναθυμίασίς τις, εἰ γε ἐστίν, αἵματος χρηστοῦ τὸ ψυχικὸν πνεῦμα.

Galenus comm. 5 in Hippocr. epid. 6 ed. Bas. V 509 K. XVII B 246. ὅσοι γὰρ οἴονται τὴν ψυχὴν εἶναι πνεῦμα, διασῴζεσθαι λέγουσιν αὐτὴν ἔκ τε τῆς ἀναθυμιάσεως τοῦ αἵματος καὶ τοῦ κατὰ τὴν εἰσπνοὴν ἑλκομένου διὰ τῆς τραχείας ἀρτηρίας εἰσω τοῦ σώματος ⟨ἀέρος⟩.

Galenus de usu respirat. cp. 5 (K. Vol. IV p. 502) ἀναγκαῖόν ἐστι τοῦτο τὸ πνεῦμα (scil. τὸ ψυχικὸν) τρέφεσθαι. πόθεν οὖν, φασίν, ἄλλοθεν ἕξει τὴν τροφήν, εἰ μὴ παρὰ τοῦ διὰ τῆς εἰσπνοῆς ἑλκομένου; καίτοι κἀκ τῆς τοῦ αἵματος ἀναθυμιάσεως οὐκ ἀπεικὸς αὐτὸ τρέφεσθαι, καθάπερ καὶ πολλοῖς τῶν ἐλλογίμων ἰατρῶν τε καὶ φιλοσόφων ἔδοξεν.

Tertullianus de anima cp. 10. Quid est, oro te, spirare? flatum opinor ex semet ipso agere. Quid est vivere? flatum opinor ex semet ipso non agere? Hoc enim respondere debebo si non idem est spirare, quod vivere. Sed mortui erit non agere flatum: ergo viventis est agere flatum. Sed et spirantis est agere flatum: ergo et spirare viventis est. Utrumque si sine anima decurrere potuisset, non fuisset animae spirare, sed solummodo vivere. At enim vivere spirare est, et spirare vivere est. Ergo totum hoc et spirare et vivere eius est, cuius et vivere, id est animae etc.