Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Alexander Aphrod. de anima libri mant. p. 115, 6 Bruns. ἔτι εἰ ἡ ψυχὴ σῶμα, ἢ πῦρ ἢ πνεῦμα λεπτομερές ἐστι διὰ παντὸς διῆκον τοῦ ἐμψύχου σώματος. εἰ δὲ τοῦτο, δῆλον ὡς οὐκ ἀργὸν οὐδὲ ὡς ἔτυχεν ἔχον ἐροῦσιν αὐτό. οὐ γὰρ πᾶν πῦρ οὐδὲ πᾶν πνεῦμα ταύτην ἔχει τὴν δύναμιν. μετά τινος οὖν ἔσται εἴδους ἰδίου καὶ λόγου καὶ δυνάμεως καί, ὡς αὐτοὶ λέγουσιν, τόνου.

Alexander Aphrod. de anima p. 26, 13 Bruns. μᾶλλον δὲ κατὰ τοὺς τὴν ψυχὴν γεννῶντας ἐκ ποιᾶς μίξεως τε καὶ συνθέσεως τινων εἴη ἂν ἡ ψυχὴ ἤτοι ἁρμονία ἢ σύνθεσις καθ’ ἁρμονίαν τινῶν σωμάτων. ὧν εἰσιν οἵ τε ἀπὸ τῆς Στοᾶς, πνεῦμα αὐτὴν λέγοντες εἶναι συγκείμενόν πως ἔκ τε πυρὸς καὶ ἀέρος, καὶ οἱ περὶ Ἐπίκουρον.

Galenus περὶ ψυχῆς ἠθῶν ed. Bas. I 346. K. IV. 783. Ἐν ταὐτῷ δὲ γένει τῆς οὐσίας καὶ ἡ τῶν Στωϊκῶν περιέχεται δόξα· πνεῦμα μὲν γάρ τι τὴν ψυχὴν εἶναι βούλονται, καθάπερ καὶ τὴν φύσιν, ἀλλ’ ὑγρότερον μὲν καὶ ψυχρότερον τὸ τῆς φύσεως, ξηρότερον δὲ καὶ θερμότερον τὸ τῆς ψυχῆς. ὥστε καὶ τοῦθ’ ὕλη μέν τις οἰκεία τῆς ψυχῆς ἐστι τὸ πνεῦμα, τὸ δὲ τῆς ὕλης εἶδος ἤτοι κράσεως ἐν συμμετρίᾳ γιγνομένης τῆς ἀερώδους τε καὶ πυρώδους οὐσίας· οὔτε γὰρ ἀέρα μόνον οἷόν τε φάναι τὴν ψυχὴν οὔτε πῦρ, ὅτι μήτε ψυχρὸν ἄκρως ἐμφανῇ γίγνεσθαι ζῴου σῶμα, μήτε ἄκρως θερμόν, ἀλλὰ μηδὲ ἐπικρατούμενον ὑπὸ θατέρου κατὰ μεγάλην ὑπεροχήν, ὅπουγε κἂν βραχεῖ πλέον γένηται τοῦ συμμέτρου, πυρέττει μὲν τὸ ζῷον ἐν ταῖς τοῦ πυρὸς ἀμέτροις ὑπεροχαῖς, καταψύχεται δὲ καὶ πελιδνοῦται καὶ δυσαίσθητον ἢ

παντελῶς ἀναίσθητον γίνεται κατὰ τὰς τοῦ ἀέρος κράσεις· οὗτος γὰρ αὐτὸς ὅσον μὲν ἐφ’ ἑαυτῷ ψυχρός ἐστιν, ἐκ δὲ τῆς πρὸς τὸ πυρῶδες στοιχεῖον ἐπιμιξίας εὔκρατος γίνεται· δῆλον οὖν ἤδη σοι γέγονεν, ὡς ἡ τῆς ψυχῆς οὐσία κατὰ ποιὰν κρᾶσιν ἀέρος τε καὶ πυρὸς γίνεται κατὰ τοὺς Στωϊκούς, καὶ συνετὸς μὲν ὁ Χρύσιππος ἀπείργασται διὰ τὴν τούτων εὔκρατον μῖξιν.

Galenus περὶ τ. τ. ψυχῆς ἠθῶν. ed. Bas. I 346, K. IV 786. - ὑφ’ Ἡρακλείτου· καὶ γὰρ οὗτος οὕτως εἶπεν· αὐγὴ ξηρὴ ψυχὴ σοφωτάτη, τὴν ξηρότητα πάλιν ἀξιῶν εἶναι συνέσεως αἰτίαν· τὸ γὰρ τῆς αὐγῆς ὄνομα τοῦτ’ ἐνδείκνυται, καὶ βελτίονά γε δόξαν ταύτην εἶναι νομιστέον, ἐννοήσαντας καὶ τοὺς ἀστέρας αὐγοειδεῖς τε ἅμα καὶ ξηροὺς ὄντας ἄκραν σύνεσιν ἔχειν· εἰ γὰρ μή τις αὐτοῖς ὑπάρχειν τοῦτο φαίη, δόξει τῆς τῶν θεῶν ὑπεροχῆς ἀναίσθητος εἶναι.

Anonymi scholia in Hermog. ideas Walz. Rh. gr. VII p. 884. οἱ μὲν γὰρ Στωϊκοὶ λέγουσι μὴ εἶναι ψυχήν, ἀλλ’ ἐκ τῆς κράσεως τῶν στοιχείων ἀποτελεῖσθαι τὴν γένεσιν· ὅταν μὲν γὰρ πλεονάσῃ τὸ θερμόν, ποιεῖ τὸν λέοντα, ὅθεν, φησί, καὶ θυμικός ἐστιν· ὅταν δὲ κατὰ λόγον καὶ σχεδὸν ἐξ ἴσου συνέλθῃ, ποιεῖ τὸν ἄνθρωπον· ταύτης τῆς δόξης προστάτης ἐγένετο καὶ Γαληνός.

Nemesius de nat. hom. cp. 2 p. 46. ἐπειδὴ δὲ καὶ Κλεάνθους τοῦ στωϊκοῦ καὶ Χρυσίππου φέρονται λόγοι τινὲς οὐκ εὐκαταφρόνητοι, ἐκθετέον καὶ τούτων τὰς λὺσεις ὡς ἐπέλυσαν οἱ ἀπὸ Πλάτωνος (sequuntur plura Cleanthis argumenta, quibus corpoream animae naturam probabat eorumque refutationes; dein p. 53) Χρύσιππος δέ φησιν ὅτι ὁ θάνατός ἐστι ψυχῆς χωρισμὸς ἀπὸ σώματος· οὐδὲν δὲ ἀσώματον ἀπὸ σώματος χωρίζεται· οὐδὲ γὰρ ἐφάπτεται σώματος ἀσώματον, ἡ δὲ ψυχὴ καὶ ἐφάπτεται καὶ χωρίζεται τοῦ σώματος, σῶμα ἄρα ἡ ψυχή.

Tertullianus de anima cp. 5. Sed et Chrysippus manum ei (scil. Cleanthi) porrigit, constituens corpralia ab incorporalibus derelinqui ommino non posse, quia nec contingantur ab eis (unde et Lucretius: tangere enim et tangi nisi corpus nulla potest res) derelicto autem corpore ab anima affici morte. Igitur copus anima, quae nisi corporalis corpus non derelinqueret.

Alexander Aphrod. de anima libri mant. p. 117 (argumenta Stoicorum enumerat, quibus animam corpus esse probabant). 1. οὔτε γὰρ ἐπεὶ κατηγορεῖται τὸ ὅμοιον αὐτῆς, διὰ τοῦτό ἐστιν σῶμα. - 9. ἀλλὰ καὶ ὁ λόγος ψευδὴς ὁ λέγων ἀσώματον σώματι μὴ συμπάσχειν, ὥστε μὴ εἶναι ἀσώματον τὴν ψυχήν. - 21. οὐχ ὑγιὴς δὲ λόγος οὐδὲ ὁ λέγων μηδὲν ἀσώματον σώματος χωρίζεσθαι, τὴν δὲ ψυχὴν τοῦ σώματος χωρίζεσθαι, ὥστε μὴ εἶναι ἀσώματον. - 28. οὐκ ἀληθὲς δὲ οὐδὲ τὸ λέγειν ταῦτα χωρίζεσθαι ἀπ’ ἀλλήλων, ὅσα ἅπτεται ἀλλήλων. - 30. ἔτι οὐκ ἀληθὲς τὸ ᾧ ἀναπνέομεν, τούτῳ ἐσμὲν ἔμπνοι, τῇ δὲ ψυχῇ

ἔμψυχοι· οὐδὲ εἰ ἄνευ τοῦ συμφύτου πνεύματος μὴ δύναιτο τὰ ζῷα εἶναι, διὰ τοῦτο τοῦτό ἐστι ψυχή.

Alexander Aphrod. de anima p. 18, 10 Bruns. τὸ δὲ λέγειν τῶν τοῦ σώματος μερῶν ἀνάγκην εἶναι καὶ τὰ μέρη σώματα εἶναι, ὥσπερ καὶ τῆς ἐπιφανείας καὶ τῆς γραμμῆς καὶ τοῦ χρόνου τὰ μέρη τῆς μὲν ἐπιφάνειαι, τῆς δὲ γραμμαί, τοῦ δὲ χρόνοι, μέρη δὲ τοῦ ζῴου σώματος ὄντος τό τε εἶδος καὶ ἡ ὕλη, ὥστε καὶ σώματα, πεπλανημένων. idem p. 18, 27. ἀλλ’ οὐδὲ ὁ λέγων λόγος οὗ τὸ μέρος σῶμα καὶ αὐτὸ σῶμα, τῆς δὲ ψυχῆς ἡ αἴσθησις μέρος οὖσα σῶμά ἐστι, καὶ αὐτὴ ἄρα σῶμα, δείκνυσίν τι. - p. 19, 2. καὶ γὰρ εἰ σῶμα ἡ ψυχή, καὶ σῶμα οὐχ ὡς ἡ ὕλη, ἔσται ἐξ ὕλης καὶ εἴδους, εἴγε πᾶν σῶμα κατ’ αὐτοὺς τὸ παρὰ τὴν ὕλην τοιοῦτον.

Alexander Aphrod. de anima libri mant. p. 113, 31 Bruns. εἰ ἡ ψυχὴ σῶμα, πᾶν δὲ σῶμα μιᾷ γέ τινι αἰσθήσει αἰσθητὸν τῇ αὑτοῦ φύσει (λέγω δὲ περὶ τῶν ἐνεργείᾳ ὄντων σωμάτων καί, ὥς φασιν αὐτοί, πεποιωμένων) εἴη ἂν καὶ ἡ ψυχὴ αἰσθητή (οὐ γὰρ δὴ ἄποιόν γε σῶμα αὐτὴν ἐροῦσιν, ἔσται γὰρ ὕλη) οὐκ ἔστιν δέ· οὐκ ἄρα σῶμα.

Tertullianus de anima cp. 8. Quid enim, inquit Soranus, si mare negent corpus, quia extra mare immobilis et gravis navis efficitur? Quanto ergo validius corpus animae, quod tanti postea ponderis corpus levissima mobilitate circumfert?

Chalcidius in Timaeum cp. 221. Ergo spiritum animam esse dicentes corpus esse animam plane fatentur. Quodsi ita est, corpus corpori sociatum est. Societas porro vel ex adplicatione fit vel ex permixtione vel ex concretione. Si adplicita sint corpus et anima, quid ex adplicatione compositum horum duum quatenus totum erit vivum? Vita enim secundum ipsos in solo spiritu, qui adplicitus non permanat ad corpus intimum. nihil enim penetrat adplicitum. et totum animal vivere aiunt: non igitur anima et corpus adplicatione sociantur. Si vero permixta sunt, anima unum aliquid non erit sed permixta multa. Stoici spiritum, id est animam, unum quid esse profitentur: non ergo permixta sunt. Superest ut ex concretione manent: ergo et per se invicem transeunt duo corpora, et locus unus quo corpus continetur duobus corporibus praebebit capacitatem, cum vas quod aquam recipit vinum et aquam simul capere non possit. Neque igitur ex adplicatione neque permixtione neque vero concretione corpus et anima sociantur. ex quo confit animam non esse corpus. Est igitur virtus et potentia carens corpore.

Alexander Aphrod. de anima libri mant. p. 115, 32 Bruns. ἀλλ’ οὐδὲ ὡς ἐν ἀγγείῳ τῷ σώματι εἴη ἂν ἡ ψυχή. εἴη γὰρ ἂν καὶ οὕτως οὐχ ὅλον ἔμψυχον τὸ σῶμα. ἀλλὰ οὐδὲ κατὰ παράθεσιν. οὐδὲ γὰρ οὕτως ὅλον ἔμψυχον ἔσται τὸ σῶμα. —  — εἰ δὲ ὅλον δι’ ὅλου, ἐπειδὴ πᾶν τὸ σῶμα ἔμψυχον, πῶς σῶμα διὰ σώματος διήκει, δεικνύναι δεῖ. καὶ γὰρ καί, ἐπεὶ αἱ τῆς ψυχῆς ποιότητες σώματα κατ’ αὐτοὺς καὶ αἱ τοῦ σώματος, πολλὰ σώματά ἐστιν ἐν τῷ αὐτῷ καὶ διάφορα δι’ ἀλλήλων διήκοντα καὶ ἐν τῷ αὐτῷ τόπῳ.

p. 116, 13. ἔτι εἰ καὶ αἱ ἀρεταὶ σώματα καὶ αἱ τέχναι, πῶς οὐ προσγενόμενα ταῦθτά τινι στενοχωρήσει τὸ σῶμα ἢ αὐξήσει;

Alexander Aphrod. in Aristot. Topica II p. 93 Ald. p. 173, 14. ἐπεὶ τῷ λέγοντι τὴν ψυχὴν σῶμα ἕπεται τὸ σῶμα διὰ σώματος χωρεῖν καὶ τὸ στοιχεῖον αὐτὴν εἶναι ἢ ἐκ στοιχείων.

Plotinus Ennead. IV lib. VII 10 (Vol. II p. 114 Mü.). ἔτι εἰ σῶμα οὖσα ἡ ψυχὴ διῆλθε διὰ παντός, κἂν κραθεῖσα εἴη, ὃν τρόπον τοῖς ἄλλοις σώμασιν ἡ κρᾶσις· εἰ δὲ ἡ τῶν σωμάτων κρᾶσις οὐδὲν ἐνεργείᾳ ἐᾷ εἶναι τῶν κραθέντων, οὐδ’ ἂν ἡ ψυχὴ ἔτι ⟨ἐνεργείᾳ⟩ ἐνείη τοῖς σώμασιν, ἀλλὰ δυνάμει μόνον, ἀπολέσασα τὸ εἶναι ψυχή· ὥσπερ εἰ γλυκὺ καὶ πικρὸν κραθείη, τὸ γλυκὺ οὐκ ἔστιν· οὐκ ἄρα ἔχομεν ψυχήν. τὸ δὲ δὴ σῶμα ὂν σώματι κεκράσθαι ὅλον δι’ ὅλου, ὡς ὅπου ἂν ᾗ, καὶ θάτερον εἶναι, ἴσον ὄγκον ἀμφοτέρων καὶ τὸ πᾶν κατεχόντων, καὶ μηδεμίαν αὔξησιν γεγονέναι ἐπεμβληθέντος τοῦ ἑτέρου, οὐδὲν ἀπολείψει ὃ μὴ τέμῃ. οὐ γὰρ κατὰ μεγάλα μέρη παραλλὰξ ἡ κρᾶσις (οὕτω γάρ φασι παράθεσιν ἔσεσθαι), διεληλυθὸς δὲ διὰ παντὸς τὸ ἐπεμβληθὲν [ἐπὶ] σμικρότερον (ὅπερ ἀδύνατον, τὸ ἔλαττον ἴσον γενέσθαι τῷ μείζονι) ἀλλ’ οὖν διεληλυθὸς πᾶν τέμνει κατὰ πᾶν. —  — - οὐ τοίνυν ὅλον δι’ ὅλου χωρεῖν δυνατὸν τὸ σῶμα· ἡ δὲ ψυχὴ δι’ ὅλων· ἀσώματος ἄρα.

Longinus apud Eusebium praep. evang. XV p. 823 a. τῶν δὲ περὶ ψυχὴν ἴχνος οὐδὲν οὐδὲ τεκμήριον ἐν τοῖς σώμασιν εὑρίσκεται, κἂν εἰ φιλοτιμοῖτό τις, ὡς Ἐπίκουρος καὶ Χρύσιππος, ἅπαντα λίθον κινεῖν καὶ πᾶσαν ἐρευνᾶν δύναμιν σώματος εἰς γένεσιν τῶν περὶ ψυχῆς πράξεων.

Jamblichus de anima apud Stobaeum ed. I p. 371, 22. οὐ μὴν ἔτι γε τούτοις συγχωροῦσιν οἱ σῶμα τὴν ψυχὴν ὑπολαμβάνοντες, οἷον οἱ Στωϊκοὶ καὶ ἄλλοι πλείονες· —  — πάντες γὰρ οὗτοι σωματοειδεῖς τὰς κινήσεις αὐτῇ ἀποδιδόασιν.

Philo quaest. et solut. in Genesin II 4 (p. 77 Aucher). Corpus autem nostrum, ex multis compositum, extrinsecus et intrinsecus unitum est atque propria habitudine constat; superior autem habitudo conexionis istorum anima est, quae in medio consistens ubique permeat usque ud superficiem deque superficie in medium vertitur, ut unica natura spiritualis duplici convolvatur ligamine in firmiorem soliditatem unionemque coaptata.

Philo quaest. et solut. in Exod. II 120 (p. 547 Aucher). siquidem a se ipso est motus amimae, ut convenit dicere maxime secundum ex Stoa philosophos.

Plotinus Ennead. IV lib. VII 11 (Vol. II p. 115 Mü.). τὸ δὲ φύσιν μὲν πρότερον τὸ αὐτὸ πνεῦμα λέγειν, ἐν δὲ ψυχρῷ γενομένην καὶ στομωθεῖσαν ψυχὴν γίγνεσθαι, λεπτοτέραν ἐν ψυχρῷ γενομένην, - ὃ δὴ καὶ αὐτὸ ἄτοπον· πολλὰ γὰρ ζῷα ἐν θερμῷ γίγνεται καὶ ψυχὴν ἔχει οὐ ψυχθεῖσαν - ἀλλ’ οὖν φασί γε προτέραν φύσιν ψυχῆς εἶναι κατὰ συντυχίας τὰς ἔξω γιγνομένης. συμβαίνει οὖν αὐτοῖς τὸ χεῖρον πρῶτον ποιεῖν καὶ πρὸ τούτου ἄλλο ἔλαττον, ἣν λέγουσιν ἕξιν· ὁ δὲ νοῦς ὕστατος, ἀπὸ τῆς ψυχῆς δηλονότι γενόμενος.