Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Philo de mundi opificio § 67 Vol. I p. 22, 13 Wendl. Τὸ σπέρμα τῶν ζῴων γενέσεως ἀρχὴν εἶναι συμβέβηκε. Τοῦτο ὡς ἔστι φαυλότατον, ἐοικὸς ἀφρῷ θεωρεῖται· ἀλλ’ ὅταν εἰς τὴν μήτραν καταβληθὲν ἐνστηρίσῃ, κίνησιν εὐθὺς λαβὸν εἰς φύσιν τρέπεται. Φύσις δὲ βελτίων σπέρματος, ἐπεὶ καὶ κίνησις ἠρεμίας ἐν γενητοῖς. Ἡ δὲ οἷα τεχνίτης ἢ κυριώτερον εἰπεῖν ἀνεπίληπτος τέχνη ζῳοπλαστεῖ τὴν μὲν ὑγρὰν οὐσίαν εἰς τὰ τοῦ σώματος μέλη καὶ μέρη διανέμουσα, τὴν δὲ πνευματικὴν εἰς τὰς τῆς ψυχῆς δυνάμεις, τήν τε θρεπτικὴν καὶ τὴν αἰσθητικήν.
Origenes in evang. Ioannis XX 2. Καὶ σαφές γε ὅτι τὸ μὲν σπέρμα [τινὰς] ἔχει τοὺς λόγους τοῦ σπείραντος ἐν ἑαυτῷ, ἔτι ἡσυχάζοντας καὶ ἀποκειμένους· τὸ δὲ τέκνον, μεταβαλόντος τοῦ σπέρματος καὶ ἐργασαμένου τὴν παρακειμένην αὐτῷ ὕλην, ἀπὸ τῆς γυναικὸς καὶ τῶν ἐπισυναγομένων τροφῶν μορφωθὲν καὶ εἰς γένεσιν εὐτρεπισθὲν ὑφίσταται.
Origenes in evang. Ioannis XX 5. Ὃ δὲ λέγω ἔσται σαφὲς ἐκ τῶν λεχθησομένων· ἐπεὶ γὰρ ἔχει ἐν ἑαυτῷ προγονικούς τε καὶ συγγενικοὺς λόγους ὁ σπείρων, ὁτὲ μὲν κρατεῖ ὁ αὐτοῦ λόγος καὶ ἀποτίκτεται τὸ γεννώμενον τῷ σπείραντι ὅμοιον, ὁτὲ δὲ ὁ λόγος τοῦ ἀδελφοῦ τοῦ σπείραντος ἢ τοῦ πατρὸς τοῦ σπείραντος ἢ τοῦ θείου τοῦ σπείραντος, ἐνίοτε καὶ πάππου τοῦ σπείραντος· παρ’ ὃ γίνονται οἱ ἀποτικτόμενοι ὅμοιοι τοῖσδε ἢ τοῖσδε. Ἔστι δὲ ἰδεῖν ἐπικρατοῦντα καὶ τὸν λόγον τῆς γυναικὸς ἢ τοῦ ἀδελφοῦ αὐτῆς ἢ τοῦ πάππου αὐτῆς, κατὰ τοὺς ἐν ταῖς μίξεσι βρασμοὺς ἅμα πάντων σειομένων ἕως ἐπικρατήσῃ τις τῶν σπερματικῶν λόγων.
Scholia in Hom. Iliad. Φ 483. ἐπειδὴ κατὰ μὲν τὰς πανσελήνους νύκτας, ὥς φησι Χρύσιππος, εὐτοκώταται γίνονται αἱ γυναῖκες, κατὰ δὲ σκοτομηνίας δύστοκοι ἄγαν. Scholia Genevensia I p. 210 Nicole. Χρύσιππος ἐν τῷ περὶ ἀρχαίας φυσικῆς δεικνὺς ὅτι σελήνη ἡ Ἄρτεμις καὶ τὰ περὶ τόκους δὲ εἰς αὐτὴν ⟨ἀναφέρων, λέγει ἐν⟩ ταῖς πανσελήνοις οὐ μόνον τὰς γυναῖκας εὐτοκωτάτας εἶναι, ἀλλὰ γίγνεσθαι ⟨ῥᾳδίως τὰ ζῷα⟩ πάντα.
Aëtius Plac. V 11, 3. Οἱ Στωϊκοὶ ἀπὸ τοῦ σώματος ὅλου καὶ τῆς ψυχῆς φέρεσθαι τὸ σπέρμα καὶ τῆς ὁμοιότητος ἀναπλάττεσθαι ἐκ τῶν
αὐτῶν γενῶν τοὺς τύπους καὶ τοὺς χαρακτῆρας, ὥσπερ ἂν εἰ ζῳγράφον ἀπὸ τῶν ὁμοίων χρωμάτων εἰκόνα τοῦ βλεπομένου. 4. Προΐεσθαι δὲ καὶ τὴν γυναῖκα σπέρμα· κἂν μὲν ἐπικρατήσῃ τὸ τῆς γυναικός, ὅμοιον εἶναι τὸ γεννώμενον τῇ μητρί, ἐὰν δὲ τὸ τοῦ ἀνδρὸς τῷ πατρί.Aëtius Plac. V 10, 4 (Πῶς δίδυμα καὶ τρίδυμα γίνεται G 114). Οἱ Στωϊκοὶ παρὰ τοὺς ἐν τῇ μήτρᾳ τόπους, ὅταν γὰρ εἰς πρῶτον καὶ δεύτερον ἐμπέσῃ σπέρμα, τότε γίνεσθαι τὰς ἐπισυλλήψεις καὶ τὰ δίδυμα καὶ τὰ τρίδυμα.
Aëtius Plac. V 9, 2 (Διὰ τί πολλάκις γυνὴ συνουσιάζουσα οὐ συλλαμβάνει) G. 113. Οἱ δὲ Στωϊκοὶ κατὰ λοξότητα τοῦ καυλοῦ μὴ δυναμένου τὸν γόνον εὐθυβολεῖν ἢ παρὰ τὸ ἀσύμμετρον τῶν μορίων, ὡς πρὸς τὴν ἀπόστασιν τῆς μήτρας.
Aëtius Plac. V 13, 3 (Πῶς στεῖραι γίνονται αἱ γυναῖκες καὶ ἄγονοι οἱ ἄνδρες). Οἱ Στωϊκοὶ αἰτιῶνται τὰς ἀσυμφύλους εἰς ἑκάτερον τῶν πλησιαζόντων δυνάμεις τε καὶ ποιότητας, οἷς ὅταν συμβῇ χωρισθῆναι μὲν ἀπ’ ἀλλήλων, συνελθεῖν δὲ ἑτέροις ὁμοφύλοις, συνεκράθη τὸ κατὰ φύσιν καὶ βρέφος τελεσιουργεῖαι.
Aëtius Plac. V 12, 3 (Πῶς ἄλλοις γίνονται ὅμοιοι οἱ γεννώμενοι καὶ οὐ τοῖς γονεῦσιν). Οἱ Στωϊκοὶ συμπαθείᾳ τῆς διανοίας.
Aëtius Plac. V 16, 2 (Πῶς τρέφεται τὰ ἔμβρυα G. 120). Οἱ Στωϊκοὶ διὰ τοῦ χορίου καὶ τοῦ ὀμφαλοῦ. ὅθεν τοῦτον εὐθέως ἀποδεῖν τὰς μαιουμένας καὶ ἀνευρύνειν τὸ στόμα, ἵνα ἑτέρα γένηται ἡ μελέτη τῆς τροφῆς.
Aëtius Plac. V 17, 1. Οἱ Στωϊκοὶ ἅμα ὅλον γίγνεσθαι (scil. τὸ ἔμβρυον).
Aëtius Plac. V 15, 2. Οἱ Στωϊκοὶ μέρος εἶναι αὐτὸ (scil. τὸ ἔμβρυον) τῆς γαστρός, οὐ ζῷον· ὥσπερ γὰρ τοὺς καρποὺς μέρη τῶν φυτῶν ὄντας πεπαινομένους ἀποῤῥεῖν, οὕτω καὶ τὸ ἔμβρυον.
Galenus defin. medicae 445 Vol. XIX p. 452 K. οἱ δὲ μὴ εἶναι ζῷον λέγοντες (scil. τὸ ἔμβρυον) τρέφεσθαι μὲν αὐτὸ καὶ αὔξεσθαι ὥσπερ καὶ τὰ δένδρα, ὁρμὴν δὲ καὶ ἀφορμὴν οὐκ ἔχειν ὥσπερ τὰ ζῷα.
[Galenus] εἰ ζῷον τὸ κατὰ γαστρός 2 Vol. XIX p. 165 K. μόριον γὰρ καὶ ἀπόσπασμα ὂν τοῦ μεγάλου ζῴου τοῦ κόσμου μένον μὲν ἐν μυχοῖς καὶ φωλεῦον συγκρίσεως ἐπέχει λόγον, διακριθὲν δὲ καὶ γενόμενον ἔξω τούτου τοῦ βάθους οἷον χάους ἀσπάζεται τὴν ὁμόφυλον καὶ ὁμοίαν φύσιν ταῖς τῆς ἐνεργείας πράξεσιν· κινεῖσθαι γὰρ ταῖς ἐξ αὐτοῦ κινήσεσιν ἄρχεται.
Philo de fortitudine p. 398 Vol. II. Mang. Εἰ γὰρ τὰ φυτῶν τρόπον ἐμπεριαυξανόμενα καὶ μέρη νομιζόμενα τῶν κυούντων, νῦν μὲν ἡνωμένα, μηνῶν δὲ περιόδοις αὖθις ἀποσπασθησόμενα τῆς συμφυΐας - φυλάττεται etc.
Philo de fuga et inventione § 13 Vol. III p. 112, 15 Wendl. Τὸ γὰρ γενόμενον ζῷον ἀτελὲς μέν ἐστι τῷ ποσῷ· μάρτυρες δ’ αἱ καθ’ ἡλικίαν ἑκάστην παραυξήσεις· τέλειον δὲ τῷ ποιῷ· μένει γὰρ ἡ αὐτὴ ποιότης, ἅτε ἀπὸ μένοντος ἐκμαγεῖσα καὶ μηδαμῆ τρεπομένου θείου λόγου.
Galenus de foet. format. 4 K. IV 674. ed Bas. I 217. Τί ποτ’ οὖν ἔδοξε Χρυσίππῳ καὶ ἄλλοις πολλοῖς φιλοσόφοις Στωϊκοῖς τε καὶ Περιπατητικοῖς ἀποφήνασθαι περὶ καρδίας, ὡς πρώτη τε φύεται τῶν τοῦ ζώου μορίων, ὑπ’ αὐτῆς τε τἄλλα γίγνοιτο, καὶ ὡς τῷ πρώτως διαπλασθέντι καὶ φλεβῶν καὶ νεύρων ἀναγκαῖον ὑπάρχειν ἀρχήν; ibid. K. 677 οἱ δέ γε ἀποφηνάμενοι τὴν καρδίαν πρώτην διαπεπλάσθαι, μήτε φαινόμενον ἐξ ἀνατομῆς ἔχοντες εἰπεῖν, ἐξ οὗ τὴν ἀρχὴν τῆς εὑρέσεως ἐποιήσαντο, μήτε λογικήν τινα ἀπόδειξιν ἄλλην, ἑτέραν ἀφ’ ἑτέρας συνάπτουσιν ἄγνοιαν, ὑπὸ τῆς καρδίας τἄλλα γεγονέναι φάσκοντες, εἶναί τε ταύτην, ὥσπερ τῆς γενέσεως αὐτῶν, οὕτω καὶ τῆς διοικήσεως ἡγεμόνα. ibid. 6. K. 698. ed. Bas. I 221. πρώτην - ὑπόθεσιν — — ὑποτίθενται, τὴν καρδίαν ἁπάντων πρώτην γίγνεσθαι λέγοντες· δευτέραν δ’ ἐπὶ τῇδε, τἄλλα μόρια διαπλάττειν ἐκείνην, ὡς ἀπολλυμένου τοῦ διαπλάσαντος αὐτὴν καὶ μηκέτ’ ὄντος· εἶτ’ ἐφεξῆς ὡς ἀκόλουθον ἐπιφέροντες, ὅτι καὶ τὸ βουλευόμενον ἡμῶν μέρος τῆς ψυχῆς ἐν ταύτῃ καθέστηκεν· εἰ δὲ τὸ βουλευόμενον καὶ ⟨τὸ⟩ τῶν σιτίων, ὥς φασιν, καὶ πομάτων καὶ ἀφροδισίων καὶ χρημάτων ἐπιθυμοῦν, καὶ δηλαδὴ καὶ τὸ θυμούμενον καὶ φιλονεικοῦν etc.
Plutarchus de comm. not. cp. 44 p. 1083a. Ὁ τοίνυν περὶ αὐξήσεως λόγος ἐστὶ μὲν ἀρχαῖος· ἠρώτηται γάρ, ὥς φησι Χρύσιππος, ὑπὸ Ἐπιχάρμου· τῶν δ’ ἐν Ἀκαδημείᾳ οἰομένων, μὴ πάνυ ῥᾴδιον μηδ’ αὐτόθεν ἕτοιμον εἶναι τὴν ἀπορίαν — — κατεβόησαν, ὡς τὰς προλήψεις ἀναιρούντων. — — p. 1083c. Οὕτω δέ πως τούτων λεγομένων καὶ τιθεμένων (praecedit Academicorum sententia περὶ αὐξήσεως) τί ἀξιοῦσιν οἱ πρόδικοι τῆς ἐναργείας οὗτοι καὶ κανόνες τῶν ἐννοιῶν; Ἕκαστον ἡμῶν δίδυμον εἶναι καὶ διφυᾶ καὶ διττόν — — δύο σώματα ταὐτὸν ἔχοντα χρῶμα, ταὐτὸν δὲ σχῆμα, ταὐτὸν δὲ βάρος καὶ τόπον ⟨τὸν αὐτόν, καὶ ταῦθʼ⟩ ὑπὸ μηδενὸς ἀνθρώπων ὁρώμενα πρότερον — — ὡς δύο ἡμῶν ἕκαστός ἐστιν ὑποκείμενα, τὸ μὲν οὐσία, τὸ δὲ ⟨ποιότης⟩· καὶ τὸ μὲν ἀεὶ ῥεῖ καὶ φέρεται, μήτ’ αὐξόμενον μήτε μειούμενον, μήτε ὅλως οἷόν ἐστι διαμένον, τὸ δὲ διαμένει καὶ αὐξάνεται καὶ μειοῦται καὶ πάντα πάσχει τἀναντία θατέρῳ, συμπεφυκὸς καὶ συνηρμοσμένον καὶ συγκεχυμένον, καὶ τῆς διαφορᾶς τῇ αἰσθήσει μηδαμοῦ παρέχον ἅψασθαι.
Plutarchus de Stoic. repugn. cp. 29 p. 1047b. Ἐν δὲ ταῖς Φυσικαῖς Θέσεσι περὶ τῶν ἐμπειρίας. καὶ ἱστορίας δεομένων
διακελευσάμενος τὴν ἡσυχίαν ἔχειν, ἂν μήτι κρείττον καὶ ἐναργέστερον ἔχωμεν λέγειν ἵνα, φησί, μήτε Πλάτωνι παραπλησίως ὑπονοήσωμεν, τὴν μὲν ὑγρὰν τροφὴν εἰς τὸν πλεύμονα φέρεσθαι, τὴν δὲ ξηρὰν εἰς τὴν κοιλίαν, μήτε ἕτερα παραπλήσια γεγονότα τούτοις διαπτώματα.Aëtius Plac. V 23, 1. Ἡράκλειτος καὶ οἱ Στωϊκοὶ ἄρχεσθαι τοὺς ἀνθρώπους τῆς τελειότητος περὶ τὴν δευτέραν ἑβδομάδα, περὶ ἣν ὁ σπερματικὸς κινεῖται ὀῤῥός. καὶ γὰρ τὰ δένδρα ἄρχεται τότε τελειότητος, ὅταν ἄρχηται γεννᾶν τὰ σπέρματα, ἀτελῆ δέ ἐστιν ἄωρα καὶ ἄκαρπα ὄντα· τέλειος οὖν τότε ἄνθρωπος· περὶ δὲ τὴν δευτέραν ἑβδομάδα ἔννοια γίνεται καλοῦ τε καὶ κακοῦ καὶ τῆς διδασκαλίας αὐτῶν.