Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Porphyrius in Aristot. categ. p. 119, 34 Busse. ἀλλὰ μὴν καὶ εἴ τις φθείρειεν τὰ ζῷα, ὥσπερ φασὶν οἱ ἀπὸ τῆς Στοᾶς ἐν τῇ ἐκπυρώσει γίνεσθαι, αἴσθησις μὲν οὐκ ἔστιν ζῴου μὴ ὄντος, αἰσθητὸν μέντοι ἔσται· τὸ γὰρ πῦρ ἔσται.
Commenta Lucani Lib. VII 813 p. 252 Us. Uret cum terris: ἐκπύρωσις quam secuturam κατακλυσμοὺς adserunt Stoici.
Aëtius Plac. II 9, 2. Οἱ Στωϊκοὶ εἶναι κενόν, εἰς ὃ κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται ὁ κόσμος ἄπειρον ὄν.
Achilles Isagoge 8 p. 131 Petav. Uranol. Οἱ δὲ Στωϊκοὶ ἐκπύρωσιν λέγοντες κόσμου κατά τινας ὡρισμένους χρόνους εἶναι, κενὸν μέν, οὐ μὴν ἄπειρόν φασιν· ἀλλὰ τοσοῦτον ὅσον χωρῆσαι λυθὲν τὸ πᾶν.
Philo de incorr. mundi p. 254, 7 (p. 28, 23 Cumont). μεταβάλλειν δὲ (sc. τὸν κόσμον) ἢ εἰς φλόγα ἢ εἰς αὐγὴν ἀναγκαῖον· εἰς μὲν φλόγα ὡς ᾤετο Κλεάνθης, εἰς δ’ αὐγὴν ὡς ὁ Χρύσιππος. ibidem p. 250, 9 (p. 26, 9 Cumont). ἀλλ’ ἀμήχανον τοῦτό γε· (sc. mundum deleri ἀναιρέσει παντελεῖ τῆς ποιότητος) μένει γὰρ κατὰ τοὺς τἀναντία αἱρουμένους ἡ τῆς διακοσμήσεως ποιότης ἐπ’ ἐλάττονος οὐσίας τῆς τοῦ Διὼς σταλεῖσα κατὰ τὴν ἐκπύρωσιν.
Stoicus quidam apud Philonem περὶ ἀφθαρσίας κόσμου p. 252, 5. πυρὸς τριττὸν εἶδος· τὸ μὲν ἄνθραξ, τὸ δὲ φλόξ, τὸ δὲ αὐγή. ἄνθραξ μὲν οὖν ἐστι πῦρ ἐν οὐσίᾳ γεώδει, ὃ τρόπον ἕξεως πνευματικῆς πεφώλευκε καὶ ἐλλοχᾷ δι’ ὅλης ἄχρι περάτων τεταμένον. φλὸξ δέ ἐστιν ὅπερ ἐκ τροφῆς αἴρεται μετεωριζόμενον, αὐγὴ δὲ τὸ ἀποστελλόμενον ἐκ φλογός, συνεργὸν ὀφθαλμοῖς εἰς τὴν τῶν ὁρατῶν ἀντίληψιν.
Philo de incorrupt. mund. 235, 13 B. (p. 15, 4 Cumont). καὶ μὴν οἵ γε τὰς ἐκπυρώσεις καὶ τὰς παλιγγενεσίας εἰσηγούμενοι τοῦ κόσμου νομίζουσι καὶ ὁμολογοῦσι τοὺς ἀστέρας θεοὺς εἶναι, οὓς τῷ λόγῳ διαφθείρειν οὐκ ἐρυθριῶσιν. ἔδει γὰρ ἢ μύδρους διαπύρους ἀποφήνασθαι, καθάπερ ἔνιοι . . . . . . ἢ θείας ἢ δαιμονίας φύσεις νομίζοντας τὴν ἁρμόττουσαν θεοῖς ἀφθαρσίαν προσομολογῆσαι. νυνὶ δὲ τοσοῦτον δόξης ἀληθοῦς διήμαρτον, ὥστε λελήθασιν αὑτοὺς καὶ τῇ προνοίᾳ - ψυχὴ δ’ ἐστὶ τοῦ κόσμου - φθορὰν ἐπιφέροντες, ἐξ ὧν ἀνακόλουθα φιλοσοφοῦσιν (sequitur locus Chrysippi περὶ Αὐξανομένου n. 397).
Iustinus Apol. I 20. Οἱ λεγόμενοι δὲ Στωϊκοὶ φιλόσοφοι καὶ αὐτὸν τὸν θεὸν εἰς πῦρ ἀναλύεσθαι δογματίζουσι καὶ αὖ πάλιν κατὰ μεταβολὴν τὸν κόσμον γενέσθαι λέγουσιν. ibid. τῷ γὰρ λέγειν ἡμᾶς ὑπὸ θεοῦ πάντα κεκοσμῆσθαι καὶ γεγενῆσθαι, Πλάτωνος δόξομεν λέγειν δόγμα· τῷ δὲ ἐκπύρωσιν γενέσθαι Στωϊκῶν. idem II 7. οὕτω γὰρ ἡμεῖς τὴν ἐκπύρωσιν φαμὲν γενήσεσθαι, ἀλλ’ οὐχ ὡς οἱ Στωϊκοὶ κατὰ τὸν τῆς εἰς ἄλληλα πάντων μεταβολῆς λόγον.
Athanasius Or. IV c. Arianos c. 13 p. 626. Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιουμένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπείρως παύεσθαι.
Philo de anim. sacrif. idon. Vol. II Mang. p. 242. Ἡ δὲ εἰς μέλη τοῦ ζῴου διανομὴ δηλοῖ, ἤτοι ὡς ἓν τὰ πάντα ἢ ὅτι ἐξ ἑνός τε καὶ εἰς ἕν· ὅπερ οἱ μὲν κόρον καὶ χρησμοσύνην ἐκάλεσαν, οἱ δ’ ἐκπύρωσιν καὶ διακόσμησιν· ἐκπύρωσιν μὲν κατὰ τὴν τοῦ θεοῦ δυναστείαν τῶν ἄλλων ἐπικρατήσαντος, διακόσμησιν δὲ κατὰ τὴν τῶν τεττάρων στοιχείων ἰσονομίαν, ἣν ἀντιδιδόασιν ἀλλήλοις.
Simplicius in Aristot. de caelo p. 132b Karsten p. 294, 4 Heibg. καὶ Ἡράκλειτος δὲ ποτὲ μὲν ἐκπυροῦσθαι λέγει τὸν κόσμον, ποτὲ δὲ ἐκ τοῦ πυρὸς συνίστασθαι πάλιν αὐτὸν κατά τινας χρόνων περιόδους, ἐν οἷς φησί· μέτρα ἁπτόμενος καὶ μέτρα σβεννύμενος. ταύτης δὲ τῆς δόξης ὕστερον ἐγένοντο καὶ οἱ Στωϊκοί. Cf. ibid. p. 307, 15. μεταβέβηκεν ἐπὶ τοὺς γενητὸν μὲν καὶ αὐτούς, φθειρόμενον δὲ καὶ πάλιν γινόμενον ἐναλλὰξ λέγοντας καὶ τοῦτο διηνεκῶς, ὡς Ἐμπεδοκλῆς καὶ Ἡράκλειτος ἐδόκουν λέγειν καὶ ὕστερον τῶν Στωϊκῶν τινες.
Plutarchus de comm. not. cp. 35 p. 1077b). Ἀλλὰ τοῦ [τε] κόσμου πάλιν τὸ [πῦρ, ὃ] σπέρμα λέγουσιν εἶναι ⟨μεῖζον⟩ καὶ μετὰ τὴν ἐκπύρωσιν, ⟨ὅτε⟩ εἰς σπέρμα μετέβαλε, τὸν κόσμον, ἐκ
βραχυτέρου σώματος καὶ ὄγκου χύσιν ἔχοντα πολλήν, καὶ τοῦ κενοῦ προσἐπιλαμβάνοντα χώραν ἄπλετον ἐπινεμομένην τῇ αὐξήσει, γεννωμένου δ’ αὖθις ὑποχωρεῖν τὸ μέγεθος καὶ συνολισθαίνειν, δυομένης καὶ συναγομένης περὶ τὴν γένεσιν εἰς ἑαυτὴν τῆς ὕλης. Philo de incorrupt. mund. p. 255, 8 (p. 29, 13 Cumont). φέρε δ’ οὖν, ὥς φησιν ὁ Χρύσιππος, τὸ ἀναστοιχειῶσαν τὴν διακόσμησιν εἰς αὑτὸ πῦρ τοῦ μέλλοντος ἀποτελεῖσθαι κόσμου σπέρμα εἶναι καὶ ὧν ἐπ’ αὐτῷ πεφιλοσόφηκε μηδὲν ἐψεῦσθαι, πρῶτον μὲν ὅτι καὶ ἐκ σπέρματος ἡ γένεσις καὶ εἰς σπέρμα ἡ ἀνάλυσις, ἔπειτα δ’ ὅτι φυσιολογεῖται ὁ κόσμος καὶ φύσις λογική, οὐ μόνον ἔμψυχος ὢν ἀλλὰ καὶ νοερὸς πρὸς δὲ καὶ φρόνιμος, ἐκ τούτων τοὐναντίον οὗ βούλεται κατασκευάζεται τὸ μηδέποτε φθαρήσεσθαι.