Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Stoicus apud Philonem de incorr. mundi p. 257, 12 B. (p. 31, 9 Cumont) postquam dixit omnem rem semine suo esse maiorem: ἐπὶ δὲ τοῦ παντὸς γενήσεται τοὐναντίον. τὸ μὲν γὰρ σπέρμα καὶ μεῖζον ἔσται καὶ πλείονα τόπον ἐφέξει, τὸ δ’ ἀποτέλεσμα βραχύτερον καὶ ἐν ἐλάττονι φανεῖται τόπῳ, καὶ ὁ κόσμος ἐκ σπέρματος συνιστάμενος οὐκ ἐκ τοῦ κατ’ ὀλίγον ἐπιδώσει πρὸς αὔξησιν, ἀλλ’ ἔμπαλιν ἐξ ὄγκου μείζονος εἰς ἐλάττονα συναιρεθήσεται. τὸ δὲ λεγόμενον ῥᾴδιον συνιδεῖν· ἅπαν σῶμα ἀναλυόμενον εἰς πῦρ διαλύεταί τε καὶ χεῖται, σβεννυμένης δὲ τῆς ἐν αὐτῷ φλογὸς στέλλεται καὶ συνάγεται· πίστεων δὲ τοῖς οὕτως ἐμφανέσι πρὸς μαρτυρίαν ὡς ἀδηλουμένοις οὐδεμία χρεία. καὶ μὴν ὁ κόσμος ὁ πυρωθεὶς γενήσεται μείζων, ἅτε συμπάσης τῆς οὐσίας εἰς τὸν λεπτότατον ἀναλυθείσης αἰθέρα· ὅ μοι δοκοῦσι καὶ οἱ Στωϊκοὶ προϊδόμενοι κενὸν ἄπειρον ἐκτὸς τοῦ κόσμου τῷ λόγῳ καταλιπεῖν, ἵν’ ἐπειδὴ χύσιν ἀπέραντόν τινα ἔμελλε λήψεσθαι μὴ ἀπορῇ τοῦ δεξομένου χωρίου τὴν ἀνάχυσιν. ὅτε μὲν οὖν εἰς τοσοῦτον ἐπιδέδωκε καὶ συνηύξηται ὡς μονονουχὶ τῇ ἀορίστῳ τοῦ κενοῦ φύσει τῷ τῆς ἐλάσεως ἀπειρομεγέθει συνδραμεῖν, σπέρματος ἔχει καὶ τοῦτο λόγον, ὅτε δὲ κατὰ τὴν πα λιγγενεσίαν ἐκ τελείων τῶν μερῶν τῆς συμπάσης οὐσίας . . . . . . . . . . . , στελλομένου μὲν κατὰ τὴν σβέσιν τοῦ πυρὸς εἰς παχὺν ἀέρα, στελλομένου δὲ ἀέρος εἰς ὕδωρ καὶ συνίζοντος, παχυνομένου δ’ ἔτι μᾶλλον ὕδατος κατὰ τὴν εἰς γῆν, τὸ πυκνότατον τῶν στοιχείων, μεταβολήν. ἔστι δὲ ταῦτα παρὰ τὰς κοινὰς ἐννοίας τῶν δυναμένων ἀκολουθίαν πράγματος ἐκλογίζεσθαι.
Philo de incorrupt. mund. p. 222, 2 B. (p. 4, 3 Cumont). Δημόκριτος μὲν οὖν καὶ Ἐπίκουρος καὶ ὁ πολὺς ὅμιλος τῶν ἀπὸ τῆς Στοᾶς φιλοσόφων γένεσιν καὶ φθορὰν ἀπολείπουσι τοῦ κόσμου, πλὴν οὐχ ὁμοίως· οἱ μὲν γὰρ πολλοὺς κόσμους ὑπογράφουσιν etc. — — οἱ δὲ Στωϊκοὶ κόσμον μὲν ἕνα, γενέσεως δὲ αὐτοῦ θεὸν αἴτιον, φθορᾶς δὲ μηκέτι θεόν, ἀλλὰ τὴν ὑπάρχουσαν ἐν τοῖς οὖσι πυρὸς ἀκαμάτου δύναμιν, χρόνων μακραῖς περιόδοις ἀναλύουσαν τὰ πάντα εἰς ἑαυτήν, ἐξ ἧς πάλιν αὖ ἀναγέννησιν κόσμου συνίστασθαι προμηθείᾳ τοῦ τεχνίτου. δύναται δὲ κατὰ τούτους ὁ μέν τις κόσμος ἀίδιος, ὁ δέ τις φθαρτὸς λέγεσθαι, φθαρτὸς μὲν ὁ κατὰ τὴν
διακόσμησιν, ἀίδιος δὲ ὁ κατὰ τὴν ἐκπύρωσιν παλιγγενεσίαις καὶ περιόδοις ἀθανατιζόμενος οὐδέποτε ληγούσαις.Philo de incorrupt. mund. p. 220, 9 B. varias definitiones τοῦ κόσμου enumerans: κατὰ δὲ τρίτον, ὡς δοκεῖ τοῖς Στωϊκοῖς διήκουσα ἄχρι τῆς ἐκπυρώσεως οὐσία τις ἢ διακεκοσμημένη ἢ ἀδιακόσμητος, οὗ τῆς κινήσεώς φασιν εἶναι τὸν χρόνον διάστημα.
Dio Chrysost. Or. XXXVI § 55 (II p. 15, 8 Arn.). λειφθεὶς δὴ μόνος ὁ νοῦς καὶ τόπον ἀμήχανον ἐμπλήσας αὑτοῦ ἅτ’ ἐπ’ ἴσης πανταχῇ κεχυμένος, οὐδενὸς ἐν αὐτῷ πυκνοῦ λειφθέντος, ἀλλὰ πάσης ἐπικρατούσης μανότητος, ὅτε κάλλιστος γίγνεται, τὴν καθαρωτάτην λαβὼν αὐγῆς ἀκηράτου φύσιν, εὐθὺς ἐπόθησε τὸν ἐξ ἀρχῆς βίον. ἔρωτα δὲ λαβών — — ὥρμησεν ἐπὶ τὸ γεννᾶν καὶ διανέμειν ἕκαστα καὶ δημιουργεῖν τὸν ὄντα νῦν κόσμον ἐξ ἀρχῆς πολὺ κρείττω καὶ λαμπρότερον ἅτε νεώτερον. ἀστράψας δὲ ὅλος οὐκ ἄτακτον οὐδὲ ῥυπαρὰν ἀστραπήν — — ἀλλὰ καθαρὰν καὶ ἀμιγῆ παντὸς σκοτεινοῦ, μετέβαλε ῥᾳδίως ἅμα τῇ νοήσει. μνησθεὶς δὲ Ἀφροδίτης καὶ γενέσεως ἐπράϋνε καὶ ἀνῆκεν αὑτόν, καὶ πολὺ τοῦ φωτὸς ἀποσβέσας εἰς ἀέρα πυρώδη τρέπεται πυρὸς ἠπίου. μιχθεὶς δὲ τότε Ἥρᾳ καὶ μεταλαβὼν τοῦ τελειοτάτου λέχους, ἀναπαυσάμενος ἀφίησι τὴν πᾶσαν αὖ τοῦ παντὸς γονήν. τοῦτον ὑμνοῦσι παῖδες σοφῶν ἐν ἀῤῥήτοις τελεταῖς Ἥρας καὶ Διὸς εὐδαίμονα γάμον. ὑγρὰν δὲ ποιήσας τὴν ὅλην οὐσίαν, ἓν σπέρμα τοῦ παντός, αὐτὸς ἐν τούτῳ διαθέων, καθάπερ ἐν γονῇ πνεῦμα τὸ πλάττον καὶ δημιουργοῦν, τότε δὴ μάλιστα προσεοικὼς τῇ τῶν ἄλλων συστάσει ζῴων, καθ’ ὅσον ἐκ ψυχῆς καὶ σώματος συνεστάναι λέγοιτ’ ἂν οὐκ ἄπο τρόπου, τὰ λοιπὰ ἤδη ῥᾳδίως πλάττει καὶ τυποῖ, λείαν καὶ μαλακὴν αὑτῷ περιχέας τὴν οὐσίαν καὶ πᾶσαν εἴκουσαν εὐπετῶς. ἐργασάμενος δὲ καὶ τελεώσας ἀπέδειξεν ἐξ ἀρχῆς τὸν ὄντα κόσμον εὐειδῆ καὶ καλὸν ἀμηχάνως, πολὺ δὴ λαμπρότερον ἢ οἷος ὁρᾶται νῦν etc.
Lactantius div. instit. VII 23. Melius Chrysippus quem Cicero ait fulcire porticum Stoicorum, qui in libris quos de providentia scripsit, cum de innovatione mundi loqueretur, haec intulit: τούτου δ’ οὕτως ἔχοντος, δῆλον ὡς οὐδὲν ἀδύνατον, καὶ ἡμᾶς μετὰ τὸ τελευτήσαι πάλιν περιόδων τινῶν εἰλημμένων χρόνου εἰς ὃ νῦν ἐσμεν καταστήσεσθαι σχῆμα.
Alexander Aphrod. comm. in Aristot. Analyt. pr. p. 180, 31 Wallies. ἀληθὲς δὲ δύναταί ποτε γενέσθαι κατ’ αὐτοὺς μετὰ τὸν θάνατον τὸν Δίωνος τό τούτου κεχώρισται ἡ ψυχὴ καὶ τὸ σῶμα δεικνυμένου Δίωνος· ἀρέσκει γὰρ αὐτοῖς τὸ μετὰ τὴν ἐκπύρωσιν πάλιν πάντα ταὐτὰ ἐν τῷ κόσμῳ γίνεσθαι κατ’ ἀριθμόν, ὡς καὶ τὸν ἰδίως ποιὸν πάλιν τὸν αὐτὸν τῷ πρόσθεν εἶναί τε καὶ γίνεσθαι ἐν ἐκείνῳ τῷ κόσμῳ, ὡς ἐν τοῖς περὶ κόσμου Χρύσιππος λέγει. p. 181, 13. εἰ δὲ λέγοιεν — — μηκέτι τὴν αὐτὴν ψυχήν τε καὶ
σῶμα κατ’ ἀριθμὸν εἶναι τὰ συντιθέμενα, οὐδὲν τοῦτο πρὸς τὸν λόγον ἐστίν. ibid. 25: Καὶ λέγουσι δὲ καὶ τοῖς ἰδίως ποιοῖς τοῖς ὕστερον γινομένοις πρὸς τοὺς πρόσθεν παραλλαγὰς μόνον γίνεσθαι κατά τινα τῶν ἔξωθεν συμβεβηκότων, οἷαι παραλλαγαὶ καὶ ἐπὶ τοῦ αὐτοῦ μένοντός τε καὶ ζῶντος Δίωνος οὐκ ἀλλάσσουσιν αὐτόν· οὐ γὰρ ἄλλος γίνεται, εἰ πρότερον ἔχων ἐπὶ τῆς ὄψεως φακοὺς ὕστερον μηκέτ’ ἔχοι· τοιαύτας δέ φασι τὰς ἐν τοῖς ἰδίως ποιοῖς τοῖς ἐν ἄλλῳ κόσμῳ παρὰ τοὺς ἐν ἄλλῳ γίνεσθαι.Nemesius de nat. hom. cp. 38 p. 277. οἱ δὲ Στωϊκοί φασιν ἀποκαθισταμένους τοὺς πλάνητας εἰς τὸ αὐτὸ σημεῖον κατά τε μῆκος καὶ πλάτος, ἔνθα τὴν ἀρχὴν ἕκαστος ἦν, ὅτε τὸ πρῶτον ὁ κόσμος συνέστη, ἐν ῥηταῖς χρόνων περιόδοις ἐκπύρωσιν καὶ φθορὰν τῶν ὄντων ἀπεργάζεσθαι· καὶ πάλιν ἐξ ὑπαρχῆς εἰς τὸ αὐτὸ τὸν κόσμον ἀποκαθίστασθαι· τῶν ἀστέρων ὁμοίως πάλιν φερομένων, ἕκαστον ἐν τῇ προτέρᾳ περιόδῳ γινόμενον ἀπαραλλάκτως ἀποτελεῖσθαι. ἔσεσθαι γὰρ πάλιν Σωκράτη καὶ Πλάτωνα καὶ ἕκαστον τῶν ἀνθρώπων σὺν τοῖς αὐτοῖς καὶ φίλοις καὶ πολίταις· καὶ τὰ αὐτὰ πείσεσθαι καὶ τὰ αὐτὰ μεταχειριεῖσθαι, καὶ πᾶσαν πόλιν καὶ κώμην καὶ ἀγρὸν ὁμοίως ἀποκαθίστασθαι· γίνεσθαι δὲ τὴν ἀποκατάστασιν τοῦ παντὸς οὐχ ἅπαξ, ἀλλὰ πολλάκις· μᾶλλον δὲ εἰς ἄπειρον καὶ ἀτελεύτητον τὰ αὐτὰ ἀποκαθίστασθαι. τοὺς δὲ θεοὺς τοὺς μὴ ὑποκειμένους τῇ φθορᾷ, ταύτῃ παρακολουθήσαντας μιᾷ περιόδῳ, γινώσκειν ἐκ ταύτης πάντα τὰ μέλλοντα ἔσεσθαι ἐν ταῖς ἑξῆς περιόδοις. οὐδὲν γὰρ ξένον ἔσεσθαι παρὰ τὰ γενόμενα πρότερον, ἀλλὰ πάντα ὡςαύτως ἀπαραλλάκτως ἄχρι καὶ τῶν ἐλαχίστων.
Origenes contra Celsum IV 68 Vol. I p. 338, 3 Kö. (p. 555 Delarue). τῶν δὲ Στωϊκῶν οἱ πλείους οὐ μόνον τὴν τῶν θνητῶν περίοδον τοιαύτην εἶναί φασιν ἀλλὰ καὶ τὴν τῶν ἀθανάτων καὶ τῶν κατ’ αὐτοὺς θεῶν· μετὰ γὰρ τὴν τοῦ παντὸς ἐκπύρωσιν, ἀπειράκις γενομένην καὶ ἀπειράκις ἐσομένην, ἡ αὐτὴ τάξις ἀπ’ ἀρχῆς μέχρι τέλους πάντων γέγονέ τε καὶ ἔσται. Πειρώμενοι μέντοι θεραπεύειν πως τὰς ἀπεμφάσεις οἱ ἀπὸ τῆς Στοᾶς οὐκ οἶδ’ ὅπως ἀπαραλλάκτους φασὶν ἔσεσθαι κατὰ περίοδον τοῖς ἀπὸ τῶν προτέρων περιόδων πάντας· ἵνα μὴ Σωκράτης πάλιν γένηται, ἀλλ’ ἀπαράλλακτός τις τῷ Σωκράτει, γαμήσων ἀπαράλλακτόν τινα Ξανθίππῃ, καὶ κατηγορηθησόμενος ὑπὸ ἀπαραλλάκτων Ἀνύτῳ καὶ Μελήτῳ. Οὐκ οἶδα δὲ πῶς ὁ μὲν κόσμος ἀεὶ ὁ αὐτός ἐστι καὶ οὐκ ἀπαράλλακτος ἕτερος ἑτέρῳ· τὰ δ’ ἐν αὐτῷ οὐ τὰ αὐτά, ἀλλ’ ἀπαράλλακτα. Cf. ibid. V 20 Vol. II p. 21, 23 Kö. (p. 592 Del.). φασὶ δὴ οἱ ἀπὸ τῆς Στοᾶς κατὰ περίοδον ἐκπύρωσιν τοῦ παντὸς γίγνεσθαι καὶ ἑξῆς αὐτῇ διακόσμησιν πάντ’ ἀπαράλλακτα ἔχουσαν, ὡς πρὸς τὴν προτέραν διακόσμησιν ὅσοι δ’ αὐτῶν ᾐδέσθησαν τὸ δόγμα, ὀλίγην εἰρήκασι παραλλαγὴν καὶ σφόδρα βραχεῖαν γίγνεσθαι κατὰ περίοδον τοῖς ἐπὶ τῆς πρὸ αὐτῆς περιόδου. (add. ibid. 23 Vol. II p. 24, 10 Kö. (p. 595 Del.) verba: διαλεκτικαῖς ὡς οἴονται ἀνάγκαις ταῦτα παριστάντες.)
Simplicius in Aristot. Phys. p. 886, 11 Diels. τοῦτο δὲ τὸ ζήτημα
τῇ τῶν Στωϊκῶν ἐστι μᾶλλον ἁρμόττον παλιγγενεσίᾳ· λέγοντες γὰρ ἐκεῖνοι τὸν αὐτὸν ἐμὲ πάλιν γίνεσθαι ἐν τῇ παλιγγενεσίᾳ, ζητοῦσιν εἰκότως πότερον εἷς εἰμι τῷ ἀριθμῷ ὁ νῦν καὶ τότε, διὰ τὸ τῇ οὐσίᾳ εἶναι ὁ αὐτός, ἢ τῇ κατατάξει τῇ εἰς ἄλλην καὶ ἄλλην κοσμοποιΐαν διαφοροῦμαι.Origenes contra Celsum IV 12 Vol. I p. 282, 9 Kö. (p. 508 Delarue). ὅτι ἀρχαιότατοι ἄνδρες γενόμενοι Μωυσῆς καί τινες τῶν προφητῶν οὐ παρ’ ἑτέρων εἰλήφασι τὰ περὶ τῆς τοῦ κόσμου ἐκπυρώσεως, ἀλλ’ (εἰ χρὴ ἐπιστήσαντα τοῖς χρόνοις εἰπεῖν) μᾶλλον τούτων ἕτεροι παρακούσαντες καὶ μὴ ἀκριβώσαντες τὰ ὑπὸ τούτων λεγόμενα ἀνέπλασαν κατὰ περιόδους ταυτότητας καὶ ἀπαραλλάκτους τοῖς ἰδίως ποιοῖς καὶ τοῖς συμβεβηκόσιν αὐτοῖς ⟨κόσμους⟩· ἡμεῖς δὲ οὔτε τὸν κατακλυσμὸν οὔτε τὴν ἐκπύρωσιν κύκλοις καὶ ἀστέρων περιόδοις ἀνατίθεμεν.
Origenes de principiis (interpr. Rufino) II cp. 3 p. 81 ed. Delarue. Iam vero qui indissimiles sibi mundos ac per omnia pares aliquando evenire confirmant, nescio quibus id possint asserere documentis. (Hanc sententiam cum liberi arbitrii doctrina pugnare Origenes contendit). Non enim cursu aliquo in eosdem se circulos post multa saecula. revolvente aguntur animae, ut hoc aut illud vel agant vel capiant etc.
Clemens Al. Stromat. V 1 p. 649 Pott. οἶδεν γὰρ καὶ οὗτος (scil. Heraclitus) τὴν διὰ πυρὸς κάθαρσιν — — ἣν ὕστερον ἐκπύρωσιν ἐκάλεσαν οἱ Στωϊκοί. καθ’ ὃν καὶ τὸν ἰδίως ποιὸν ἀναστήσεσθαι δογματίζουσι.