Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Minucius Fel. Octav. cp. 34, 2. Quis enim sapientium dubitat, quis ignorat, omnia quae orta sunt occidere, quae facta sunt interire? Caelum quoque cum omnibus, quae caelo continentur, ita ut coepit, si desierit fontium dulcis aqua maria nutrire, in vim ignis abiturum, Stoicis constans opinio est, quod consumpto umore mundus hic omnis ignescat.
Stobaeus Eclogae l p. 171, 2 W. Ζήνωνι καὶ Κλεάνθει καὶ Χρυσίππῳ ἀρέσκει τὴν οὐσίαν μεταβάλλειν οἷον εἰς σπέρμα τὸ πῦρ, καὶ πάλιν ἐκ τούτου τοιαύτην ἀποτελεῖσθαι τὴν διακόσμησιν, οἵα πρότερον ἦν (Diels Arii Didymi Epit. phys. frgm. 36).
Plura habet Eusebius Pr. Ev. XV 18, 1-3 i. e. Arius Did. (fr. 36 DDG p. 468, 8). Ὅπως οἱ Στωϊκοὶ περὶ τῆς τοῦ παντὸς ἐκπυρώσεως δοξάζουσιν. Ἀρέσκει δὲ τοῖς πρεσβυτάτοις τῶν ἀπὸ τῆς αἱρέσεως ταύτης ἐξαιθεροῦσθαι πάντα κατὰ περιόδους τινὰς τὰς μεγίστας εἰς πῦρ αἰθερῶδες ἀναλυομένων πάντων. Καὶ ἑξῆς ἐπάγει· Ἐκ τούτων δὲ δῆλον, ὅτι Χρύσιππος ἐπὶ τῆς οὐσίας οὐ ταύτην παρείληφε τὴν σύγχυσιν (ἀδύνατον γάρ), ἀλλὰ τὴν ἀντὶ τῆς μεταβολῆς λεγομένην· οὐ γὰρ ἐπὶ τῆς τοῦ κόσμου κατὰ περιόδους τὰς μεγίστας γινομένης φθορᾶς κυρίως παραλαμβάνουσι τὴν φθορὰν οἱ τὴν εἰς πῦρ ἀνάλυσιν τῶν ὅλων δογματίζοντες, ἣν δὴ καλοῦσιν ἐκπύρωσιν· ἀλλ’ ἀντὶ τῆς κατὰ φύσιν μεταβολῆς χρῶνται τῇ προσηγορίᾳ τῆς φθορᾶς. ἀρέσκει γὰρ τοῖς Στωϊκοῖς φιλοσόφοις τὴν ὅλην οὐσίαν εἰς πῦρ μεταβάλλειν οἷον εἰς σπέρμα, καὶ πάλιν ἐκ τούτου αὐτὴν ἀποτελεῖσθαι τὴν διακόσμησιν, οἵα τὸ πρότερον ἦν. καὶ τοῦτο τὸ δόγμα τῶν ἀπὸ τῆς αἱρέσεως οἱ πρῶτοι καὶ πρεσβύτατοι προσήκαντο, Ζήνων τε καὶ Κλεάνθης καὶ Χρύσιππος. τὸν μὲν γὰρ τούτου μαθητὴν καὶ διάδοχον τῆς σχολῆς Ζήνωνά φασιν ἐπισχεῖν περὶ τῆς ἐκπυρώσεως τῶν ὅλων.Aëtius Plac. II 4, 13. οἱ φάμενοι δὲ τὴν διακόσμησιν αἰώνιον ὑπάρχειν περιοδευτικοὺς εἶναί φασι χρόνους, καθ’ οὓς κατὰ ταὐτὰ καὶ ὡςαύτως γίγνεσθαι πάντα καὶ τὴν αὐτὴν διασῴζεσθαι τοῦ κόσμου διάταξίν τε καὶ διακόσμησιν. ⟨οἱ Στωϊκοὶ⟩ μήτε αὔξεσθαι μήτε μειοῦσθαι τὸν κόσμον, τοῖς δὲ μέρεσιν ὁτὲ μὲν παρεκτείνεσθαι πρὸς πλέονα τόπον, ὁτὲ δὲ συστέλλεσθαι.
Hippolytus Philos. 21 (DDG p. 571, 20) Stoici, Chrysippus et Zeno: προσδέχονται δὲ ἐκπύρωσιν ἔσεσθαι καὶ κάθαρσιν τοῦ κόσμου τούτου οἱ μὲν παντός, οἱ δὲ μέρους· καὶ κατὰ μέρος δὲ αὐτὸν καθαίρεσθαι λέγουσιν· καὶ σχεδὸν τὴν φθορὰν καὶ τὴν ἑτέρου ἐξ αὐτῆς γένεσιν κάθαρσιν ὀνομάζουσιν.
Arius Didymus epit. phys. fr. 37 Diels (DG. p. 469, 12. Euseb. praep. evang. XV 19, 1) ἐπὶ τοσοῦτον δὲ προελθὼν ὁ κοινὸς λόγος καὶ ⟨ἡ⟩ κοινὴ φύσις μείζων καὶ πλείων γενομένη, τέλος ἀναξηράνασα πάντα καὶ εἰς ἑαυτὴν ἀναλαβοῦσα ἐν τῇ πάσῃ οὐσίᾳ γίνεται, ἐπανελθοῦσα εἰς τὸν πρῶτον ῥηθέντα λόγον καὶ εἰς τὴν ἀνάστασιν ἐκείνην τὴν ποιοῦσαν ἐνιαυτὸν τὸν μέγιστον, καθ’ ὃν ἀπ’ αὐτῆς μόνης εἰς αὐτὴν πάλιν γίνεται ἡ ἀποκατάστασις. ἐπανελθοῦσα δὲ διὰ τάξιν, ἀφ’ οἵας διακοσμεῖν ὡσαύτως ἤρξατο, κατὰ λόγον πάλιν τὴν αὐτὴν διεξαγωγὴν ποιεῖται, τῶν τοιούτων περιόδων ἐξ ἀϊδίου γινομένων ἀκαταπαύστως. οὔτε γὰρ τῆς οὐσίας ἀρχὴν κἀνάπαυσιν οἷόν τε γίνεσθαι οὔτε τοῦ διοικοῦντος αὐτήν. οὐσίαν τε γὰρ τοῖς γινομένοις
ὑφεστάναι δεῖ, πεφυκυῖαν ἀναδέχεσθαι τὰς μεταβολὰς πάσας, καὶ τὸ δημιουργῆσαν ἐξ αὐτῆς, οἵα [γὰρ] ἐφ’ ἡμῶν τίς ἐστι φύσις δημιουργοῦσα τοιούτου τινὸς κατ’ ἀνάγκην ὄντος καὶ ἐν τῷ κόσμῳ ἀγενήτου. γενέσεως γὰρ ἀρχὴν οὐχ οἷόν τε εἶναι ἐπὶ τῆς φύσεως ταύτης. ὃν τρόπον δ’ ἀγένητός ἐστι, καὶ ἀναιρεθῆναι ἀδύνατόν ἐστιν αὐτὴν οὔτε αὐτῆς ἐξ αὑτῆς οὔτε ἔξωθέν τινος ἀναιρήσοντος αὐτήν.Origenes contra Celsum VIII 72 Vol. II p. 288, 21 Kö. (p. 795 Del.). οἱ μὲν οὖν ἀπὸ τῆς Στοᾶς ἐπικρατήσαντος ὡς οἷόν τε τοῦ ἰσχυροτέρου τῶν ἄλλων στοιχείου τὴν ἐκπύρωσιν ἔσεσθαι πάντων εἰς πῦρ μεταβαλλόντων.
Dio Chrysost. Or. XL § 37 (Vol. I p. 56, 5 Arn.). ἡ μὲν γὰρ λεγομένη παρὰ τοῖς σοφοῖς ἐπικράτησις αἰθέρος, ἐν ᾧ τὸ βασιλεῦον καὶ τὸ κυριώτατον τῆς ψυχικῆς δυνάμεως, ὃν οὐκ ἀποτρέπονται πῦρ ὀνομάζειν πολλάκις, ὅρῳ τε καὶ πρᾴως γιγνομένη ἔν τισι χρόνοις τεταγμένοις, μετὰ πάσης φιλίας καὶ ὁμονοίας ἔοικε συμβαίνειν. ἡ δὲ τῶν ἄλλων πλεονεξία καὶ διαφορὰ παρανόμως γιγνομένη τὸν ἔσχατον ἔχει κίνδυνον ὀλέθρου, περὶ τῶν ὅλων οὔποτε ἐσόμενον διὰ τὸ πᾶσαν εἰρήνην καὶ δικαιοσύνην ἐν αὐτοῖς ὑπάρχειν καὶ πανταχοῦ πάντα δουλεύειν καὶ ξυνακολουθεῖν εὐγνώμονι νόμῳ πειθόμενα καὶ εἴκοντα.
Dio Chrysostomus Or. XXXVI § 51 (V. II p. 14, 13 Arn.). postquam gubernationem mundi sub imagine currus descripsit quattuor equis i. e. elementis vecti, etiam ἐκπύρωσιν quomodo fiat enarrat: ἐν ἀλλήλοις μεταβαλλομένων καὶ διαλλαττόντων τὰ εἴδη, μέχρις ἂν εἰς μίαν ἅπαντα συνέλθῃ φύσιν, ἡττηθέντα τοῦ κρείττονος. — — οἷον εἴ τις θαυματοποιὸς ἐκ κηροῦ πλάσας ἵππους, ἔπειτα ἀφαιρῶν καὶ περιξύων ἀφ’ ἑκάστου προστιθείη ἄλλοτε ἄλλῳ, τέλος δὲ ἅπαντας εἰς ἕνα τῶν τεττάρων ἀναλώσας μίαν μορφὴν ἐξ ἀπάσης τῆς ὕλης ἐργάζοιτο. εἶναί γε μὴν τὸ τοιοῦτο μὴ καθάπερ ἀψύχων πλασμάτων ἔξωθεν τοῦ δημιουργοῦ πραγματευομένου καὶ μεθιστάντος τὴν ὕλην, αὐτῶν δὲ ἐκείνων γίγνεσθαι τὸ πάθος, ὥσπερ ἐν ἀγῶνι μεγάλῳ τε καὶ ἀληθινῷ περὶ νίκης ἐριζόντων. Postremo autem Iovis ecum § 53 ἅτε πάντων ἀλκιμώτατον καὶ φύσει διάπυρον, ταχὺ ἀναλώσαντα τοὺς ἄλλους, καθάπερ οἶμαι τῷ ὄντι κηρίνους, ἐν οὐ πολλῷ τινι χρόνῳ, δοκοῦντι δὲ ἡμῖν ἀπείρῳ — — καὶ τὴν οὐσίαν πάντων πᾶσαν εἰς αὑτὸν ἀναλαβόντα πολὺ κρείττω καὶ λαμπρότερον ὀφθῆναι τοῦ πρότερον — — τόπον τε ὡς πλεῖστον καταλαβεῖν καὶ μείζονος χώρας δεηθῆναι τότε — — § 54 εἶναι - αὐτὸν ἤδη τηνικάδε ἁπλῶς τὴν τοῦ ἡνιόχου καὶ δεσπότου ψυχήν, μᾶλλον δὲ αὐτὸ τὸ φρονοῦν καὶ τὸ ἡγούμενον αὐτῆς. Sequitur παλιγγενεσίας descriptio fr. 622.
Simplicius in Aristot. Phys. p. 480, 27 Diels. ἔλεγε γὰρ Ἡράκλειτος ἐκ πυρὸς πεπερασμένου πάντα εἶναι καὶ εἰς τοῦτο πάντα ἀναλύεσθαι. εἶεν δ’ ἂν καὶ οἱ Στωϊκοὶ ταύτης τῆς δόξης. ἡ γὰρ ἐκπύρωσις τοιοῦτόν τι αἰνίττεται, καὶ πᾶν σῶμα πεπερασμένον εἶναι λέγουσιν.
Plutarchus de Stoic. repugn. 39 p. 1052c. Ἐν δὲ τῷ πρώτῳ περὶ Προνοίας τὸν Δία φησὶν αὔξεσθαι, μέχρις ἂν εἰς αὑτὸν ἅπαντα καταναλώσιῃ. Ἐπεὶ γὰρ ὁ θάνατος μέν ἐστι χωρισμὸς
ψυχῆς ἀπὸ τοῦ σώματος, ἡ δὲ τοῦ κόσμου ψυχὴ οὐ χωρίζεται μέν, αὔξεται δὲ συνεχῶς, μέχρις ἂν εἰς αὑτὴν καταναλώσῃ τὴν ὕλην, οὐ ῥητέον ἀποθνήσκειν τὸν κόσμον. p. 1052d. σαφῶς γὰρ αὐτὸς ἐν τῷ αὐτῷ γέγραφεν· Αὐτάρκης δ’ εἶναι λέγεται μόνος ὁ κόσμος, διὰ τὸ μόνος ἐν αὑτῷ πάντα ἔχειν ὧν δεῖται· καὶ τρέφεται ἐξ αὑτοῦ καὶ αὔξεται, τῶν ἄλλων μορίων εἰς ἄλληλα καταλλαττομένων.Plutarchus de Stoic. repugn. c. 41 p. 1053b. Καὶ μὴν ὅταν ἐκπύρωσις γένηται, διόλου ζῆν καὶ ζῷον εἶναί φησι ⟨τὸν κόσμον⟩, σβεννύμενον δ’ αὖθις καὶ παχυνόμενον, εἰς ὕδωρ καὶ γῆν καὶ τὸ σωματοειδὲς τρέπεσθαι. Λέγει δ’ ἐν τῷ πρώτῳ περὶ Προνοίας· Διόλου μὲν γὰρ ὢν ὁ κόσμος πυρώδης, εὐθὺς καὶ ψυχή ἐστιν ἑαυτοῦ καὶ ἡγεμονικόν· ὅτε δέ, μεταβαλὼν εἰς τὸ ὑγρὸν καὶ τὴν ἐναπολειφθεῖαν ψυχήν, τρόπον τινὰ εἰς σῶμα καὶ ψυχὴν μετέβαλεν, ὥστε συνεστάναι ἐκ τούτων, ἄλλον τινὰ ἔσχε λόγον. (τῇ δὲ σβέσει πάλιν καὶ τὴν ψυχὴν ἀνίσθαι καὶ ἀνυγραίνεσθαι, μεταβάλλουσαν εἰς τὸ σωματοειδές).
Plutarchus de comm. not. cp. 17 p. 1067 a. ὅταν ἐκπυρώσωσι τὸν κόσμον οὗτοι, κακὸν μὲν οὐδ’ ὁτιοῦν ἀπολείπεται, τὸ δ’ ὅλον φρόνιμόν ἐστι τηνικαῦτα καὶ σοφόν.