Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Achilles Isagoge 5 p. 129 Petav. Uranol. τὸ δὲ πᾶν τοῦ ὅλου παρὰ τοῖς Στωϊκοῖς διαφέρει. ὅλον μὲν γὰρ λέγουσι τὸν κόσμον· πᾶν δὲ μετὰ τοῦ κενοῦ.

Sextus adv. math. IX 332. καὶ δὴ οἱ μὲν ἀπὸ τῆς Στοᾶς φιλόσοφοι διαφέρειν ὑπολαμβάνουσι τὸ ὅλον καὶ τὸ πᾶν· ὅλον μὲν γὰρ εἶναι λέγουσι τὸν κόσμον, πᾶν δὲ τὸ σὺν τῷ κόσμῳ ἔξωθεν κενόν, καὶ διὰ τοῦτο τὸ μὲν ὅλον πεπερασμένον εἶναι, πεπέρασται γὰρ ὁ κόσμος, τὸ δὲ πᾶν ἄπειρον, τοιοῦτον γὰρ τὸ ἐκτὸς τοῦ κόσμου κενόν. [336. οἱ δὲ Στωϊκοὶ οὔτε ἕτερον τοῦ ὅλου τὸ μέρος οὔτε τὸ αὐτό φασιν ὑπάρχειν· ἡ γὰρ χεὶρ οὔτε ἡ αὐτὴ τῷ ἀνθρώπῳ ἐστίν, οὐ γάρ ἐστιν ἄνθρωπος, οὔτε ἑτέρα παρὰ τὸν ἄνθρωπον· σὺν αὐτῇ γὰρ ὁ ἄνθρωπος νοεῖται ἄνθρωπος.]

Plutarchus de comm. not. cp. 30 p. 1073d. καθόλου μὲν ἄτοπον καὶ παρὰ τὴν ἔννοιάν ἐστιν εἶναι μέν τι, μὴ ὂν δ’ εἶναι· καὶ ⟨ἄλλα δʼ⟩ εἶναι μέν, οὐκ ὄντα δὲ εἶναι λεγόντων, ἀτοπώτατόν ἐστι τὸ ἐπὶ τοῦ παντὸς λεγόμενον. κενὸν γὰρ ἄπειρον ἔξωθεν τῷ κόσμῳ περιθέντες οὔτε σῶμα τὸ πᾶν οὔτ’ ἀσώματον εἶναι λέγουσιν. ἕπεται δὲ τούτῳ τὸ μὴ ὂν εἶναι τὸ πᾶν· ὄντα γὰρ μόνα τὰ σώματα καλοῦσιν, ἐπειδὴ ὄντος τὸ ποιεῖν τι καὶ πάσχειν, τὸ δὲ πᾶν οὐκ ὄν ἐστιν· ὥστε οὔτε τι ποιήσει οὔτε τι πείσεται τὸ πᾶν. p. 1074a. ὥστ’ ἀνάγκη λέγειν αὐτοῖς ὅπερ λέγουσι μήτε μένον εἶναι τὸ πᾶν μήτε κινούμενον ibid. 6. τὸ πᾶν ὁμολογοῦντες μήτ’ ἔμψυχον εἶναι μήτ’ ἄψυχον ibid. οὔτοι δὲ τέλειον οὔ φασιν εἶναι τὸ πᾶν· ὡρισμένον γάρ τι τὸ τέλειον, τὸ δὲ πᾶν ὑπ’ ἀπειρίας ἀόριστον· οὐκοῦν ἔστι τι κατ’ αὐτούς, ὃ μήτ’ ἀτελὲς μήτε τέλειόν ἐστιν. ἀλλὰ μὴν οὔτε μέρος ἐστὶ τὸ πᾶν· οὐδὲν γὰρ αὐτοῦ μεῖζον· οὔθ’ ὅλον, ὡς αὐτοὶ λέγουσι. τεταγμένου γὰρ τὸ ὅλον κατηγορεῖσθαι, τὸ δὲ πᾶν δι’ ἀπειρίαν καὶ

ἀόριστον εἶναι καὶ ἄτακτον. αἴτιον τοίνυν οὔτε τοῦ παντὸς ἕτερόν ἐστι, τῷ μηδὲν εἶναι παρὰ τὸ πᾶν ἕτερον, οὔτ’ ἄλλου τὸ πᾶν ἀλλ’ οὐδ’ ἑαυτοῦ. ποιεῖν γὰρ οὐ πέφυκε, τῷ δὲ ποιεῖν τὸ αἴτιον νοεῖται.

Diogenes Laërt. VII 137. λέγουσι δὲ κόσμον τριχῶς· αὐτόν τε τὸν θεὸν τὸν ἐκ τῆς ἁπάσης οὐσίας ἰδίως ποιόν, ὃς δὴ ἄφθαρτός ἐστι καὶ ἀγένητος, δημιουργὸς ὢν τῆς διακοσμήσεως, κατὰ χρόνων ποιὰς περιόδους ἀναλίσκων εἰς ἑαυτὸν τὴν ἅπασαν οὐσίαν καὶ πάλιν ἐξ αὑτοῦ γεννῶν. 138. καὶ αὐτὴν δὲ τὴν διακόσμησιν [τῶν ἀστέρων] κόσμον εἶναι λέγουσι· καὶ τρίτον τὸ συνεστηκὸς ἐξ ἀμφοῖν.

Stobaeus Eclogae l. p. 184, 8 W. Χρυσίππου. Κόσμον δ’ εἷναί φησιν ὁ Χρύσιππος σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων· ἢ τὸ ἐκ θεῶν καὶ ἀνθρώπων σύστημα καὶ ἐκ τῶν ἕνεκα τούτων γεγονότων. Λέγεται δ’ ἐτέρως κόσμος ὁ θεός, καθ’ ὃν ἡ διακόσμησις γίνεται καὶ τελειοῦται. Τοῦ δὲ κατὰ τὴν διακόσμησιν λεγομένου κόσμου τὸ μὲν εἶναι περιφερόμενον περὶ τὸ μέσον, τὸ δ’ ὑπομένον· περιφερόμενον μὲν τὸν αἰθέρα, ὑπομένον δὲ τὴν γῆν καὶ τὰ ἐπ’ αὐτῆς ὑγρὰ καὶ τὸν ἀέρα. Τὸ γὰρ τῆς πάσης οὐσίας πυκνότατον ὑπέρεισμα πάντων εἶναι κατὰ φύσιν, ὅνπερ τρόπον ἐν ζώῳ τὰ ὀστέα, τοῦτο δὲ καλεῖσθαι γῆν. Περὶ δὲ ταύτην τὸ ὕδωρ περικεχύσθαι σφαιρικῶς, ὁμαλωτέραν τὴν ἰσχὺν διειληχός. Τῆς γὰρ γῆς ἐξοχάς τινας ἐχούσης ἀνωμάλους διὰ τοῦ ὕδατος εἰς ὕψος ἀνηκούσας, ταύτας δὴ νήσους καλεῖσθαι· τούτων δὲ τὰς ἐπὶ πλεῖον διηκούσας ἠπείρους προσηγορεῦσθαι ὑπ’ ἀγνοίας τοῦ περιέχεσθαι καὶ ταύτας πελάγεσι μεγάλοις. Ἀπὸ δὲ τοῦ ὕδατος τὸν ἀέρα ἐξῆφθαι καθάπερ ἐξατμισθέντα, καὶ περικεχύσθαι σφαιρικῶς· ἐκ δὲ τούτου τὸν αἰθέρα ἀραιότατον ὄντα καὶ εἰλικρινέστατον. Τὸν μὲν οὖν κατὰ τὴν διακόσμησιν λεγόμενον κόσμον εἰς ταύτας διακεκρίσθαι τὰς φύσεις· τὸ δὲ περιφερόμενον αὐτῷ ἐγκυκλίως αἰθέρα εἶναι, ἐν ᾧ τὰ ἄστρα καθίδρυται, τά τε ἀπλανῆ καὶ τὰ πλανώμενα, θεῖα τὴν φύσιν ὄντα καὶ ἔμψυχα καὶ διοικούμενα κατὰ τὴν πρόνοιαν. Τῶν μὲν οὖν ἀπλανῶν ἀστέρων ἀκατάληπτον εἶναι τὸ πλῆθος, τὰ δὲ πλανώμενα ἑπτὰ τὸν ἀριθμὸν εἶναι, πάντα δὲ τὰ πλανώμενα ταπεινότερα τῶν ἀπλανῶν. Τετάχθαι δὲ τὰ μὲν ἀπλανῆ ἐπὶ μιᾶς ἐπιφανείας, ὡς καὶ ὁρᾶται. τὰ

δὲ πλανώμενα ἐπ’ ἄλλης καὶ ἄλλης σφαίρας· περιέχεσθαι δὲ πάσας τὰς τῶν πλανωμένων ὑπὸ τῆς τῶν ἀπλανῶν σφαίρας. Τῶν δὲ πλανωμένων ὑψηλοτάτην εἶναι μετὰ τὴν ⟨τῶν⟩ ἀπλανῶν τὴν τοῦ Κρόνου, μετὰ δὲ ταύτην τὴν τοῦ Διός, εἶτα τὴν τοῦ Ἄρεος, ἐφεξῆς δὲ τὴν τοῦ Ἑρμοῦ καὶ μετ’ αὐτὴν τὴν τῆς Ἀφροδίτης, εἶτα τὴν τοῦ ἡλίου, ἐπὶ πᾶσι δὲ τὴν τῆς σελήνης, πλησιάζουσαν τῷ ἀέρι. Διὸ καὶ ἀερωδεστέραν φαίνεσθαι καὶ μάλιστα διατείνειν τὴν ἀπ’ αὐτῆς δύναμιν εἰς τὰ περίγεια. Ὑπὸ δὲ τὴν σελήνην τὴν τοῦ ὑπ’ αὐτοῦ φερομένου ἀέρος, εἶτα τὴν ⟨τοῦ⟩ ὕδατος, τελευταίαν δὲ τὴν τῆς γῆς, περὶ τὸ μέσον σημεῖον τοῦ κόσμου κειμένης, ὃ δὴ τοῦ παντός ἐστι κάτω, ἄνω δὲ τὸ ἀπ’ αὐτοῦ εἰς τὸ κύκλῳ πάντῃ (Diels Arii Didymi Epit. phys. frgm. 31).

Arius Didymus apud Eusebium praep. evang. XV 15 p. 817, 6. Ὅλον δὲ τὸν κόσμον σὺν τοῖς ἑαυτοῦ μέρεσι προσαγορεύουσι θεόν· τοῦτον δὲ ἕνα μόνον εἶναί φασι καὶ πεπερασμένον καὶ ζῷον καὶ ἀΐδιον καὶ θεόν. ἐν γὰρ τούτῳ πάντα περιέχεσθαι τὰ σώματα, κενὸν δὲ μηδὲν ὑπάρχειν ἐν αὐτῷ. τὸ γὰρ ἐκ πάσης τῆς οὐσίας ποιὸν προσαγορεύεσθαι ⟨θεόν, οὐ⟩ τὸ κατὰ τὴν διακόσμησιν τὴν τοιαύτην διάταξιν ἔχον. διὸ κατὰ μὲν τὴν προτέραν ἀπόδοσιν ἀΐδιον τὸν κόσμον εἶναί φασι, κατὰ δὲ τὴν διακόσμησιν γενητὸν καὶ μεταβλητὸν κατὰ περιόδους ἀπείρους γεγονυίας τε καὶ ἐσομένας. καὶ τὸ μὲν ἐκ τῆς πάσης οὐσίας ποιὸν κόσμον ἀΐδιον εἶναι καὶ θεόν. λέγεσθαι δὲ κόσμον ⟨καὶ⟩ σύστημα ἐξ οὐρανοῦ καὶ ἀέρος καὶ γῆς καὶ θαλάττης καὶ τῶν ἐν αὐτοῖς φύσεων· λέγεσθαι δὲ κόσμον καὶ τὸ οἰκητήριον θεῶν καὶ ἀνθρώπων ⟨καὶ τὸ ἐκ θεῶν καὶ ἀνθρώπων⟩ καὶ τῶν ἕνεκα τούτων γενομένων σύστημα. ὃν γὰρ τρόπον πόλις λέγεται διχῶς τό τε οἰκητήριον καὶ τὸ ἐκ τῶν ἐνοικούντων σὺν τοῖς πολίταις σύστημα, οὕτω καὶ ὁ κόσμος οἱονεὶ πόλις ἐστὶν ἐκ θεῶν καὶ ἀνθρώπων συνεστῶσα, τῶν μὲν θεῶν τὴν ἡγεμονίαν ἐχόντων, τῶν δ’ ἀνθρώπων ὑποτεταγμένων. κοινωνίαν δ’ ὑπάρχειν πρὸς ἀλλήλους διὰ τὸ λόγου μετέχειν, ὅς ἐστι φύσει νόμος· τὰ δ’ ἄλλα πάντα γεγονέναι τούτων ἕνεκα. οἷς ἀκολούθως νομιστέον προνοεῖν τῶν ἀνθρώπων τὸν τὰ ὅλα διοικοῦντα θεόν, εὐεργετικὸν ὄντα καὶ χρηστὸν καὶ φιλάνθρωπον δίκαιόν τε καὶ πάσας ἔχοντα τὰς ἀρετάς. διὸ δὴ καὶ Ζεὺς λέγεται ὁ κόσμος, ἐπειδὴ τοῦ ζῆν αἴτιος ἡμῖν ἐστι. καθ’ ὅσον δὲ εἰρομένῳ λόγῳ πάντα διοικεῖ ἀπαραβάτως ἐξ ἀϊδίου, προσονομάζεσθαι εἱμαρμένην· Ἀδράστειαν δὲ ὅτι οὐδὲν ἔστιν αὐτὸν ἀποδιδράσκειν· πρόνοιαν δ’ ὅτι πρὸς τὸ χρήσιμον οἰκονομεῖ ἕκαστα (frgm. 29 Arii Did. epit. p. 464, 9 Diels).

Cleomedes Circul. doctr. I cp 1 p. 1 Dake. Τοῦ κόσμου πολλαχῶς λεγομένου ὁ νῦν ἡμῖν λόγος ἐνεστηκὼς περὶ τοῦ κατὰ τὴν διακόσμησίν ἐστιν· ὃν ὁρίζονται οὕτω. Κόσμος ἐστὶ σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων. Οὗτος δὲ πάντα μὲν τὰ σώματα ἐμπεριέχει, οὐδενὸς ἁπλῶς ἐκτὸς αὐτοῦ ὑπάρχοντος, ὡς ἐν ἑτέροις δείκνυται.

Aëtius Plac. I 5, 1 G. 32 E. XV 33. Οἰ μὲν οὖν ἀπὸ τῆς Στοᾶς ἕνα κόσμον ἀπεφήναντο, ὃν δὴ τὸ πᾶν ἔφασαν εἶναι καὶ τὸ σωματικόν.

Diogenes Laërt. VII 143. ὅτι τε εἷς ἐστι (scil. ὁ κόσμος) Ζήνων τέ φησιν ἐν τῷ περὶ τοῦ ὅλου καὶ Χρύσιππος.

Philo de migrat. Abrah. § 180 Vol. II p. 303, 18 Wendl. (Moses). ἕνα καὶ γενητὸν ἀποφηνάμενος τὸν κόσμον εἶναι. γενομένου γὰρ καὶ ἑνὸς ὑπάρχοντος εὔλογον τάς γε στοιχειώδεις οὐσίας ὑποβεβλῆσθαι τοῖς ἀποτελουμένοις τὰς αὐτὰς ἅπασι κατὰ μέρη, καθάπερ ἐπὶ σωμάτων συμβέβηκε τῶν ἡνωμένων ἀλληλουχεῖν (In antecedentibus Chaldaeorum disciplina enarratur: τὰ ἐπίγεια τοῖς μετεώροις καὶ τὰ οὐράνια τοῖς ἐπὶ γῆς ἁρμοζόμενοι καὶ ὥσπερ διὰ μουσικῆς λόγων τὴν ἐμμελεστάτην συμφωνίαν τοῦ παντὸς ἐπιδεικνύμενοι τῇ τῶν μερῶν πρὸς ἄλληλα κοινωνίᾳ καὶ συμπαθείᾳ, τόποις μὲν διεζευγμένων, συγγενείᾳ δὲ οὐ διῳκισμένων· οὗτοι τὸν φαινόμενον τοῦτον κόσμον ἐν τοῖς οὖσιν ὑπετόπησαν εἶναι μόνον, ἢ θεὸν ὄντα αὐτὸν ἢ ἐν αὑτῷ θεὸν περιέχοντα, τὴν τῶν ὅλων ψυχήν, εἱμαρμένην τε καὶ ἀνάγκην θεοπλαστήσαντες etc.).

Proclus in Platonis Timaeum p. 138 E, (ὁ Πλάτων ἀπέφηνε) ὅτι εἷς ὁ κόσμος ἀπὸ τῆς τοῦ παραδείγματος μονώσεως. καὶ ἔτι τοὺς ὑλικοὺς παρῃτήσατο τρόπους τῆς ἐπιχειρήσεως. οὔτε γὰρ ἀπὸ τῆς ὕλης ὅτι μία, ὡς Ἀριστοτέλης, ἀπέδειξεν, ἢ ἀπὸ τοῦ ὡρίσθαι τοὺς κατὰ φύσιν τόπους, οὔτε ἀπὸ τοῦ ἡνῶσθαι τὴν οὐσίαν, τουτέστι τὴν ὕλην σῶμα οὖσαν, ὡς οἱ ἀπὸ τῆς Στοᾶς.

Cleomedes Circul. doctr. I cp. 1 p. 1 Bake. Οὐ μὴν ἄπειρός γε, ἀλλὰ πεπερασμένος ἐστίν (ὁ κόσμος), ὡς τοῦτο δῆλον ἐκ τοῦ ὑπὸ φύσεως αὐτὸν διοικεῖσθαι. Ἀπείρου μὲν γὰρ οὐδενὸς φύσιν εἶναι δυνατόν· δεῖ γὰρ κατακρατεῖν τὴν φύσιν οὗτινός ἐστιν. Ὅτι δὲ φύσιν ἔχει τὴν διοικοῦσαν αὐτόν, γνώριμον, πρῶτον μὲν ἐκ τῆς τάξεως τῶν ἐν αὐτῷ μερῶν· ἔπειτα ἐκ τῆς τῶν γινομένων τάξεως· τρίτον ἐκ τῆς συμπαθείας τῶν ἐν αὐτῷ μερῶν πρὸς ἄλληλα· τέταρτον ἐκ τοῦ ἕκαστα πρός τι πεποιῆσθαι· καὶ λοιπὸν ἐκ τοῦ πάντα μεγαλωφελεστάτας παρέχεσθαι τὰς χρείας· ἅπερ ἴδια καὶ τῶν ἐπὶ μέρους φύσεών ἐστιν· ὥστε φύσιν ἔχων τὴν διοικοῦσαν, αὐτὸς μὲν πεπέρασται ἀναγκαίως.