Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Simplicius in Aristot. de caelo p. 1286 Karsten. p. 284, 28 Heibg. οἱ δὲ ἀπὸ τῆς Στοᾶς ἔξω τοῦ οὐρανοῦ κενὸν εἶναι βουλόμενοι διὰ τοιαύτης αὐτὸ κατασκευάζουσιν ὑποθέσεως. ἔστω, φασίν, ἐν τῷ ἐσχάτῳ τῆς ἀπλανοῦς ἑστῶτά τινα ἐκτείνειν πρὸς τὸ ἄνω τὴν χεῖρα· καὶ εἰ μὲν ἐκτείνει, λαμβάνουσιν ὅτι ἔστι τι ἐκτὸς τοῦ οὐρανοῦ εἰς ὃ ἐξέτεινεν, εἰ δὲ μὴ δύναιτο

ἐκτεῖναι, ἔσται τι καὶ οὕτως ἐκτὸς τὸ κωλῦσαν τὴν τῆς χειρὸς ἔκτασιν. κἂν πρὸς τῷ πέρατι πάλιν ἐκείνου στὰς ἐκτείνῃ, ὁμοία ἡ ἐρώτησις· εἶναι γὰρ δειχθήσεται κἀκείνου τι ἐκτὸς ὄν. idem p. 129a. p. 285. 28 Heibg. (e Alexandro Aphrod.). ἔστω γάρ, εἰ δυνατόν, ἐκτὸς τοῦ κόσμου κενόν· τοῦτο δὲ ἤτοι πεπερασμένον ἐστὶν ἢ ἄπειρον. —  — εἰ δὲ ἄπειρον εἴη, ὥσπερ Χρυσίππῳ δοκεῖ, κενὸν δὲ τοῦτό φασι διάστημα, ὃ οἷόντε ὂν σῶμα δέξασθαι μὴ δέδεκταί, τῶν δὲ πρός τι ἀναγκαῖον, εἰ θάτερον ἔστι, καὶ θάτερον εἶναι, εἰ ἔστι τὸ οἷόν τε δέξασθαι, εἴη ἂν καὶ τὸ δεχθῆναι δυνάμενον ἢ ἐνδέχεται εἶναι· σῶμα δὲ οὔτε αὐτοὶ λέγουσιν οὔτε ἔστιν ἄπειρον, ὃ οἷόν τέ ἐστι δεχθῆναι ὑπὸ τοῦ ἀπείρου κενοῦ· οὐδ’ ἄρα τὸ οἷόν τε δέξασθαι ἔστιν αὐτό.

Alexander Aphrod. Quest. III 12 p. 101, 10 Bruns. ὁ λόγος ⟨ὁ⟩ δεικνύναι θέλων ἄπειρον τὸ ὂν διὰ τοῦ τὸν ὑποτεθέντα εἶναι ἐν τῷ τοῦ κόσμου πέρατι ἤτοι ἐκτενεῖν ἐπέκεινα τοῦ κόσμου τὴν χεῖρα ἢ δι’ ὁτιδὴ κωλυθήσεσθαι, ἀμφοτέρως δὲ ἔσεσθαί τι ἐκτὸς τοῦ κόσμου· ἢ γὰρ τὸ κωλῦον ἐκτός ἐστιν, ἢ ἐν ᾧ ἔσται τὸ ἐκτεινόμενον, τὴν πιθανότητα ἔχει παρὰ τῆς φαντασίας τε καὶ αἰσθήσεως, ὥσπερ καὶ ὁ λέγων πᾶν τὸ πεπερασμένον παρά τι περαίνειν. ibid. p. 106, 10. οἱ δὲ τὸ κενὸν εἶναι τιθέμενοι οὐδὲν ἄλλο ἢ τρεῖς διαστάσεις ἐν ὑπάρξει λαμβάνουσιν εἶναι χωρὶς ὕλης, ὃ λέγοντες εἶναι δεκτικὸν σωμάτων, οὐδὲν ἀλλ’ ἢ διάστημα διαστήματός φασιν εἶναι δεκτικόν.

Cleomedes Circul. doctr. I cp. 1 p. 2 sq. Ὅτι δὲ ἔστι κενὸν διὰ βραχέων ὑπομνήσομεν (Dein plura argumenta profert, quorum maxime notandum hoc p. 4:) Εἰ δὲ καὶ εἰς πῦρ ἀναλύεται ἡ πᾶσα οὐσία, ὡς τοῖς χαριεστάτοις τῶν φυσικῶν δοκεῖ, ἀνάγκη πλέον ἢ μυριοπλασίονα τόπον αὐτὴν καταλαμβάνειν, ὥσπερ καὶ τὰ εἰς ἀτμὸν ἀναθυμιώμενα τῶν στερεῶν σωμάτων. Ὁ τοίνυν ἐν τῇ ἐκπυρώσει ὑπὸ τῆς οὐσίας ἐκχεομένης καταλαμβανόμενος τόπος, νῦν κενός ἐστιν, οὐδενός γε σώματος αὐτὸν πεπληρωκότος.

Cleomedes Circul. doctr. I cp. 1 p. 9 sq. Bake probare studet: ὅτι τὸ ἐκτὸς τοῦ κόσμου κενὸν ἀπὸ παντὸς μέρους αὐτοῦ εἰς ἄπειρον διήκειν ἀναγκαῖόν ἐστιν.

Plutarchus de Stoic. repugn. cp. 44 p. 1054b. Ὅτι τοῦ κόσμου κενὸν ἐκτὸς ἄπειρόν ἐστι, τὸ δ’ ἄπειρον οὔτ’ ἀρχὴν οὔτε μέσον οὔτε τελευτὴν ἔχει, πολλάκις (in libris physicis) ὑπ’ αὐτοῦ λέγεται. Καὶ τούτῳ μάλιστα τὴν λεγομένην ὑπ’ Ἐπικούρου τῆς ἀτόμου κάτω φορὰν ἐξ αὑτῆς ἀναιροῦσιν, οὐκ οὔσης ἐν ἀπείρῳ διαφορᾶς, καθ’ ἣν τὸ μὲν ἄνω, τὸ δὲ κάτω νοεῖται γινόμενον.

Cleomedes Circul. doctr. 1 cp. 1 p. 7 Bake. Λέγεται κἀκεῖνο ὑπ’ αὐτῶν (scil. a Peripateticis) ὡς εἰ ἦν ἔξω τοῦ κόσμου κενόν, χεομένη δι’ αὐτοῦ ἡ οὐσία, ἐπ’ ἄπειρον διεσκεδάσθη ἂν καὶ διεσκορπίσθη Ἀλλά,

φήσομεν, ὡς μηδὲ τοῦτο δύναται παθεῖν· ἕξιν γὰρ ἔχει τὴν συνέχουσαν αὐτὴν καὶ συντηροῦσαν. Καὶ τὸ μὲν περιέχον αὐτὴν κενὸν οὐδὲν ποιεῖ. αὐτὴ δ’ ὑπερβαλλούσῃ δυνάμει χρωμένη συντηρεῖ ἑαυτήν, συστελλομένη τε καὶ πάλιν χεομένη ἐν αὐτῷ κατὰ τὰς φυσικὰς αὑτῆς μεταβολάς, ἄλλοτε μὲν εἰς πῦρ χεομένη, ἄλλοτε δὲ καὶ ἐπὶ κοσμογονίαν ὁρμῶσα.

Cleomedes Circul. doctr. I cp. 1 p. 5 Bake. Ἀναγκαῖον τοίνυν εἶναί τινα ὑπόστασιν κενοῦ. Ἔστι δὲ ἁπλουστάτη ἡ αὐτοῦ ἐπίνοια, ἀσωμάτου τε καὶ ἀναφοῦς ὄντος, καὶ οὔτε σχῆμα ἔχοντος οὔτε σχηματιζομένου, καὶ οὔτε τι πάσχοντος οὔτε ποιοῦντος, ἀπλῶς δὲ σῶμα δέχεσθαι οἵου τε ὄντος.

Galenus de animi peccatis dignoscendis 7. Vol. V p. 101 K. ὁ δὲ Στωϊκὸς οὐκ ἔνδον τι κενὸν εἶναι, ἔξωθεν τοῦ κόσμου ὑπάρχειν αὐτό. —  — οὐ γὰρ ἕνα ὁμολογεῖ κόσμον εἶναι τόνδε (scil. Epicureus), καθάπερ ὁ Στωϊκὸς οἴεται, κατά γε τοῦτο τοῖς Περιπατητικοῖς ὁμόδοξος.

Diogenes Laërt. VII 140. ἔξωθεν δὲ αὐτοῦ (scil. τοῦ κόσμου) περικεχυμένον εἶναι τὸ κενὸν ἄπειρον, ὅπερ ἀσώματον εἶναι. ἀσώματον δὲ τὸ οἷόντε κατέχεσθαι ὑπὸ σωμάτων οὐ κατεχόμενον. ἐν δὲ τῷ κόσμῳ μηδὲν εἶναι κενόν, ἀλλ’ ἡνῶσθαι αὐτόν· τοῦτο γὰρ ἀναγκάζειν τὴν τῶν οὐρανίων πρὸς τὰ ἐπίγεια σύμπνοιαν καὶ συντονίαν. φησὶ δὲ περὶ τοῦ κενοῦ Χρύσιππος μὲν ἐν τῷ περὶ τοῦ Κενοῦ καὶ ἐν τῇ πρώτῃ τῶν Φυσικῶν Τεχνῶν etc.

Galenus περὶ τ. τ. ψυχῆς ἠθῶν ed. Bas. I p. 346 K. 785. δυοῖν οὐσῶν αἱρέσεων ἐν φιλοσοφίᾳ κατὰ τὴν πρώτην τομήν, ἔνιοι μὲν γὰρ (scil. Stoici) ἡνῶσθαι τὴν κατὰ τὸν κόσμον οὐσίαν ἅπασαν, ἔνιοι δὲ διῃρῆσθαί φασι κενοῦ παραπλοκῇ etc.

Galenus comm. 4 in Hippocr. epid. 6 ed. Bas. V 497K. XVII B. 162. τὸ δὲ κενὰς εἶναί τινας χώρας ἢ κατὰ τὸ ὕδωρ ἢ κατὰ τὸν ἀέρα, τῇ μὲν Ἐπικούρου τε καὶ Ἀσκληπιάδου δόξῃ περὶ τῶν στοιχεῖν ἀκόλουθόν ἐστιν· τῇ δ’ Ἀριστοτέλους τε καὶ ⟨τῶν⟩ Στωϊκῶν ἐναντίον, οὐδαμόθι κενὸν οὐδὲν ἐν τῷ κόσμῳ πεπεισμένων ὑπάρχειν, ἀλλ’ ἐκπεπληρῶσθαι πάντα σώμασιν. οὐδὲ γὰρ κατὰ τὴν κίσσηριν αἱ μεταξὺ τῶν γεωδῶν σωμάτων χῶραι παντάπασιν αὐτοῖς εἶναι δοκοῦσι κεναί· περιέχεσθαι γοῦν ἐν αὐταῖς τὸν ἀέρα φασί. κατὰ μέντοι τὸ ὕδωρ οὐκ εἶναί τινα ποροποιΐαν τοιαύτην ὁποία κατὰ τὴν κίσσηρίν ἐστιν, ἀλλὰ συνεχὲς ἑαυτῷ παντελῶς ὑπάρχειν αὐτό.

Cleomedes Circul. doctr. I cp. 1 p. 5 Bake. Τοιοῦτον δὲ ὑπάρχον τὸ κενόν, ἐν μὲν τῷ κόσμῳ οὐδὲ ὅλως ἔστι. Δῆλον δὲ ἐκ τῶν φαινομένων. Εἰ γὰρ μὴ δι’ ὅλου συμφυὴς ὑπῆρχεν ἡ τῶν ὅλων οὐσία, οὔτ’ ἂν ὑπὸ φύσεως οἷόντ’ ἦν συνέχεσθαι καὶ διοικεῖσθαι τὸν κόσμον, οὔτε τῶν μερῶν αὐτοῦ συμπάθειά τις ἂν ἦν πρὸς ἄλληλα· οὔτε μὴ ὑφ’ ἑνὸς τόνου συνεχομένου αὐτοῦ καὶ τοῦ πνεύματος μὴ δι’ ὅλου ὄντος συμφυοῦς, οἷόντ’ ἂν ἦν ἡμῖν ὁρᾶν ἢ ἀκούειν. Μεταξὺ γὰρ ὄντων κενωμάτων ἐνεποδίζοντο ἂν ὑπ’ αὐτῶν αἱ αἰσθήσεις.