Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Philo de mundi opificio § 26 Vol. I p. 8, 7 Wendl. χρόνος γὰρ οὐκ ἦν πρὸ κόσμου ἀλλ’ ἢ σὺν αὐτῷ γέγονεν ἢ μετ’ αὐτόν. Ἐπεῖ γὰρ διάστημα τῆς τοῦ κόσμου κινήσεως ἐστιν ὁ χρόνος, προτέρα ⟨δὲ⟩ τοῦ κινουμένου κίνησις οὐκ ἂν γένοιτο, ἀλλ’ ἀναγκαῖον αὐτὴν ἢ ὕστερον ἢ ἅμα συνίστασθαι, ἀναγκαῖον ἄρα καὶ τὸν χρόνον ἢ ἰσήλικα κόσμου γεγονέναι ἢ νεώτερον ἐκείνου.

Philo quod deus sit immut. § 31 Vol. II p. 63, 3 Wendl. δημιουργὸς δὲ καὶ χρόνου θεός· καὶ γὰρ τοῦ πατρὸς αὐτοῦ πατήρ· πατὴρ δὲ χρόνου κόσμος, τὴν κίνησιν αὐτοῦ γένεσιν ἀποφήνας ἐκείνου.

Sextus adv. math. X 170. καὶ δὴ τινές φασι χρόνον εἶναι διάστημα τῆς τοῦ κόσμου κινήσεως.

Aëtius Plac. I 22, 7. Οἱ πλείους τῶν Στωϊκῶν (χρόνου οὐσίαν) αὐτὴν τὴν κίνησιν.

Plutarchus quaest. Plat. 8, 4 p. 1007a. ῥητέον οὖν τοὺς ὑπὸ τούτων ταραττομένους δι’ ἄγνοιαν οἴεσθαι τὸν χρόνον μέτρον εἶναι κινήσεως καὶ ἀριθμὸν κατὰ τὸ πρότερον καὶ ὕστερον ὡς Ἀριστοτέλης εἶπεν, ἢ τὸ ἐν κινήσει ποσόν ὡς Σπεύσιππος, ἢ διάστημα κινήσεως ἄλλο δ’ οὐδέν, ὡς ἔνιοι τῶν Στωϊκῶν ἀπὸ συμβεβηκότος ὁριζόμενοι, τὴν δ’ οὐσίαν αὐτοῦ καὶ τὴν δύναμιν οὐ συνορῶντες.

Simplicius in Aristot. phys. p. 700, 16 Diels. ἄδηλον οὖν καὶ τὸ τί ἐστιν (scil. ὁ χρόνος), εἴπερ οἱ μὲν τὴν τοῦ ὅλου κίνησιν καὶ περιφορὰν τὸν χρόνον εἶναί φασιν, —  — οἱ δὲ τὴν σφαῖραν αὐτὴν τοῦ οὐρανοῦ, ὡς τοὺς Πυθαγορείους ἱστοροῦσι λέγειν οἱ παρακούσαντες ἴσως τοῦ Ἀρχύτου λέγοντος καθόλου τὸν χρόνον διάστημα τῆς τοῦ παντὸς φύσεως, ἢ ὥς τινες τῶν Στωϊκῶν ἔλεγον· οἱ δὲ τὴν κίνησιν ἀπλῶς.

Plutarchus de comm. not. cp. 41 p. 1081f. Ἐν δὲ τῷ τρίτῳ καὶ τετάρτῳ καὶ πέμπτῳ περὶ τῶν Μερῶν τίθησι τοῦ ἐνεστηκότος χρόνου τὸ μὲν μέλλον εἶναι, τὸ δὲ παρεληλυθός.

Plutarchus de comm. not. cp. 41 p. 1081f. Χρύσιππος δὲ βουλόμενος φιλοτεχνεῖν περὶ τὴν διαίρεσιν, ἐν μὲν τῷ περὶ τοῦ Κενοῦ καὶ ἄλλοις τισὶ τὸ μὲν παρῳχημένον τοῦ χρόνου καὶ τὸ μέλλον οὐχ ὑπάρχειν ἀλλ’ ὑφεστηκέναι φησί, μόνον δὲ ὑπάρχειν τὸ ἐνεστηκός.

Plutarchus de comm. not. cp. 41 p. 1081c. παρὰ τὴν ἔννοιάν ἐστι χρόνον εἶναι μέλλοντα καὶ παρῳχημένον, ἐνεστῶτα δὲ μὴ εἶναι χρόνον, ἀλλὰ τὸ μὲν ἄρτι καὶ τὸ πρῴην ὑφεστάναι, τὸ δὲ νῦν ὅλως μηδὲν εἶναι. καὶ μὴν τοῦτο συμβαίνει τοῖς Στωϊκοῖς ἐλάχιστον χρόνον μὴ ἀπολείπουσι μηδὲ τὸ νῦν ἀμερὲς εἶναι βουλομένοις, ἀλλ’ ὅ,τι ἄν τις ὡς ἐνεστὼς οἴηται λαβὼν διανοεῖσθαι, τούτου τὸ μὲν μέλλον, τὸ δὲ παρῳχημένον εἶναι φάσκουσιν.

Diogenes Laërt. VII 140 (postquam de inani incorporeo locutus

est) εἶναι δὲ καὶ ταῦτα ἀσώματα ὅμοια, ἔτι δὲ καὶ τὸν χρόνον ἀσώματον, διάστημα ὄντα τῆς τοῦ κόσμου κινήσεως. τούτου δὲ τὸν μὲν παρῳχηκότα καὶ τὸν μέλλοντα ἀπείρους, τὸν δὲ ἐνεστῶτα πεπερασμένον.

Proclus in Platonis Timaeum p. 271D. ἔτι δὲ κἀκεῖνο ληπτέον ἀπὸ τῶν προειρημένων, ὅτι πολλοῦ δεῖ τοιοῦτον ὑπονοῆσαι τὸν χρόνον ὁ Πλάτων οἷον οἱ ἀπὸ τῆς Στοᾶς ὑπέλαβον ἢ τῶν ἐκ τοῦ Περιπάτου πολλοί, οἱ μὲν κατ’ ἐπίνοιαν ψιλὴν αὐτὸν συνιστάντες ἀμενηνὸν καὶ ἔγγιστα τοῦ μὴ ὄντος· ἓν γὰρ ἦν τῶν παρ’ αὐτοῖς ἀσωμάτων ὁ χρόνος, ἃ δὴ καταπεφρόνηται παρ’ αὐτοῖς ὡς ἀδρανῆ καὶ οὐκ ὄντα καὶ ἐν ἐπινοίαις ὑφιστάμενα ψιλαῖς· οἱ δὲ συμβεβηκὸς τῆς κινήσεως λέγοντες.

Aëtius Plac. II 1, 7. Οἱ Στωϊκοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· πᾶν μὲν γὰρ εἶναι τὸ σὺν τῷ κενῷ τῷ ἀπείρῳ, ὅλον δὲ χωρὶς τοῦ κενοῦ τὸν κόσμον.