Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Simplicius in Aristot. categ. f. 78B. ed. Bas. Καὶ γὰρ ὅταν οἱ Στωϊκοὶ διαφορὰς γενῶν λέγωσι τὸ ἐξ αὑτῶν κινεῖσθαι ὡς ἡ μάχαιρα τὸ τέμνειν ἐκ τῆς οἰκείας ἔχει κατασκευῆς (κατὰ γὰρ τὸ σχῆμα καὶ τὸ εἶδος ἡ ποίησις ἐπιτελεῖται) τὸ δὲ δι’ ἑαυτοῦ ἐνεργεῖν τὴν κίνησιν, ὡς αἱ φύσεις καὶ αἱ ἰατρικαὶ δυνάμεις τὴν ποίησιν ἀπεργάζονται (καταβληθὲν γὰρ τὸ σπέρμα ἀναπληροῖ τοὺς οἰκείους λόγους καὶ ἐπισπᾶται τὴν παρακειμένην ὕλην καὶ διαμορφοῖ τοὺς ἐν αὐτῷ λόγους) ἀλλὰ μὴν καὶ τὸ ἀφ’ ἑαυτοῦ ποιεῖν, ὅ ἐστι κοινῶς μὲν ἀπὸ ἰδίας ὁρμῆς ποιεῖν, ἕτερον δὲ ἀπὸ λογικῆς ὁρμῆς, ὃ καὶ πλάττειν καλεῖται· τούτου δὲ ἔτι εἰδικώτερον τὸ κατ’ ἀρετὴν ἐνεργεῖν.
Simplicius in Aristot. categ. f 210B. ed. Bas. οἱ μέντοι Στωϊκοὶ διαφέρειν ἀλλήλων ἡγοῦνται τὸ μένειν, τὸ ἠρεμεῖν, τὸ ἡσυχάζειν, τὸ ἀκινητεῖν, τὸ ἀκινητίζειν· μένειν γὰρ ἂν ῥηθῆναι ⟨οὐ⟩ πρὸς ἕνα χρόνον, ἀλλὰ πρὸς τὸν ἐνεστῶτα καὶ μέλλοντα· μένειν γὰρ λέγομεν τὸ κατέχον τὸν αὐτὸν τόπον καὶ καθέξον. τὸ γὰρ κατεσχηκὸς μενενηκέναι λέγομεν. χρώμεθα δέ, φασι, καὶ ἐπὶ τοῦ μὴ κινεῖσθαι τῷ μένειν, ὥστε καταχρηστικῶς εἰπεῖν ἄν τινα καὶ ἐπὶ τῶν ἀσωμάτων τὸ μένειν ἀντὶ τοῦ μὴ κινεῖσθαι. κοινὸν μὲν οὖν πάντων σωμάτων τὸ μένειν, τὸ δὲ ἡρεμεῖν καὶ ἡσυχάζειν, φησί, μήποτε ζῴων εἰσὶ συμπτώματα· λίθος γὰρ οὐκ ἠρεμεῖ. ζῴων δὲ καὶ τὸ ἡσυχάζειν. τὸ ἀκινητεῖν καὶ ἀκινητίζειν ἐπὶ τῶν σωμάτων λέγεται, ἃ πέφυκε μὴ κινεῖσθαι, ἀντὶ τοῦ μὴ κινεῖσθαι δὲ λέγεται.
Sextus adv. math. X 7. εἴπερ οὖν ἔστιν ἄνω καὶ κάτω καὶ εἰς τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ καὶ πρόσω καὶ ὀπίσω, ἔστι τις τόπος· μέρη γάρ εἰσιν αἱ ἓξ αὗται παρατάσεις τοῦ τόπου, καὶ ἀδύνατόν ἐστί τινος τῶν μερῶν ὑπαρχόντων μὴ οὐχὶ κἀκεῖνο ὑπάρχειν οὗ ἐστὶ τὰ μέρη. ἔστι δέ γε ἐν τῇ φύσει τῶν πραγμάτων ἄνω καὶ κάτω καὶ εἰς δεξιὰ καὶ ἀριστερὰ καὶ πρόσω καὶ ὀπίσω· ἔστιν ἄρα τόπος. οὐ μὴν ἀλλ’ εἰ ὅπου ἦν Σωκράτης, νῦν ἐστὶν ἄλλος, οἷον Πλάτων ἀποθανόντος Σωκράτους, ἔστιν ἄρα τόπος. ὡς γὰρ τοῦ ἐν τῷ ἀμφορεῖ ὑγροῦ ἐκκενωθέντος καὶ ἄλλου ἐπεγχυθέντος λέγομεν ὑπάρχειν τὸν ἀμφορέα τόπον ὄντα καὶ τοῦ προτέρου καὶ τοῦ ὕστερον ἐπεμβληθέντος ὑγροῦ, οὕτως εἰ ὃν τόπον κατεῖχε Σωκράτης ὅτ’ ἔζη, τοῦτον ἕτερος νῦν κατέχει, ἔστι τις τόπος. καὶ ἄλλως εἰ ἔστι τι σῶμα, καὶ τόπος ἐστίν· ⟨σῶμα γάρ ἐστι τὸ κατέχον τόπον⟩· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. πρὸς τούτοις εἰ ὅπου τὸ κοῦφον φύσει φέρεται, ἐκεῖ τὸ βαρὺ φύσει οὐ φέρεται, ἔστιν ἴδιος τοῦ κούφου καὶ τοῦ βαρέος τόπος· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. τὸ γέ τοι πῦρ, φύσει κοῦφον καθεστώς, ἀνώφορόν ἐστι, καὶ τὸ ὕδωρ, φύσει βαρὺ τυγχάνον, κάτω βρίθει, καὶ οὔτε τὸ πῦρ κάτω φέρεται οὔτε τὸ ὕδωρ ἄνω ἄττει. ἔστιν ἄρα ἴδιος τοῦ φύσει κούφου καὶ τοῦ φύσει βαρέος τόπος. ὥσπερ τε εἰ τὸ ἐξ οὗ γίγνεται ἔστι, καὶ τὸ ὑφ’ οὗ τι γίγνεται καὶ τὸ δι’ ὅ, οὕτως ὑπάρχοι ἂν καὶ τὸ ἐν ᾧ τι γίγνεται· ἔστι δὲ τὸ ἐξ οὗ τι γίγνεται, οἷον ὕλη, καὶ τὸ ὑφ’ οὗ, οἷον τὸ αἴτιον, καὶ τὸ δι’ ὅ, καθάπερ τὸ τέλος· ἔστιν ἄρα καὶ τὸ ἐν ᾧ τι γίγνεται, τουτέστιν ὁ τόπος. οἱʹ τε παλαοὶ καὶ τὰ ὅλα διακοσμήσαντες ἀρχὴν τῶν πάντων ὑπέθεντο τόπον, κἀντεῦθεν ὁρμηθεὶς ὁ Ἡσίοδος ἀνεφώνησεν· (Theog. 116 sq.) ἤτοι μὲν πρώτιστα χάος γένετʼ, αὐτὰρ ἔπειτα γαῖ’ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί, χάος λέγων τὸν χωρητικὸν τῶν ὅλων τόπον· μὴ ὑποκειμένου γὰρ τούτου οὔτε γῆ οὔτε ὕδωρ οὔτε τὰ λοιπὰ τῶν στοιχείων, οὐχ ὁ σύμπας κόσμος ἐδύνατο συστῆναι. κἂν κατ’ ἐπίνοιαν δὲ ἅπαντα ἀνέλωμεν, ὁ τόπος οὐκ ἀναιρεθήσεται ἐν ἦν τὰ πάντα, ἀλλ’ ὑπομένει, τὰς τρεῖς ἔχων διαστάσεις, μῆκος βάθος πλάτος, χωρὶς ἀντιτυπίας· τοῦτο γὰρ ἴδιον ἦν σώματος.
Galenus de qualitatibus incorporeis 1 Vol. XIX 464 K. ὅτι δὲ κοινόν ἐστι τοῦτο [δῆλον] (λέγω δὲ τὸ τριχῇ διαστατόν) σώματός τε καὶ κενοῦ καὶ τόπου, Στωϊκοὺς μὲν ὁμολογεῖν ἀναγκαῖον, ἅτε κενὸν ἀπολιπόντας ἐν τῇ τῶν ὄντων πραγμάτων φύσει, κἂν ἐν τῷ κόσμῳ τοῦθ’ ὑπάρχειν μὴ λέγωσι. Cf. ibid. 4 p. 474. ὅτι τε μηδὲν εἶναί φασιν ἐν τῷ κόσμῳ κενὸν οἱ Στωϊκοί.
Stobaeus Eclogae I p. 161, 8 W. Χρυσίππου. Τόπον δ’ εἶναι ὁ Χρύσιππος ἀπεφαίνετο τὸ κατεχόμενον δι’ ὅλου ὑπὸ ὄντος ἢ τὸ οἷόν ⟨τε⟩ κατέχεσθαι ὑπὸ ὄντος καὶ δι’ ὅλου κατεχόμενον εἴτε ὑπὸ τινὸς ⟨εἴτε⟩ ὑπὸ τινῶν. Ἐὰν δὲ τοῦ οἵου τε κατέχεσθαι ὑπὸ ὄντος
τὶ μὲν κατέχηται, τὶ δὲ μή, τὸ ὅλον ⟨οὕτε⟩ κενὸν ἔσεσθαι οὔτε τόπον, ἕτερον δέ τι οὐκ ὠνομασμένον· τὸ μὲν γὰρ κενὸν τοῖς κενοῖς ἀγγείοις λέγεσθαι παραπλησίως, τὸν δὲ τόπον τοῖς πλήρεσι· χώραν δὲ πότερον τὸ μεῖζον οἷόντε κατέχεσθαι ὑπὸ ὄντος καὶ οἷον μεῖζον ἀγγεῖον σώματος ἢ τὸ χωροῦν μεῖζον σῶμα; Τὸ μὲν οὖν κενὸν ἄπειρον εἶναι λέγεσθαι· τὸ γὰρ ἐκτὸς τοῦ κόσμου τοιοῦτ’ εἶναι, τὸν δὲ τόπον πεπερασμένον διὰ τὸ μηδὲν σῶμα ἄπειρον εἶναι. Καθάπερ δὲ τὸ σωματικὸν πεπερασμένον εἶναι, οὕτως τὸ ἀσώματον ἄπειρον, ὅ τε γὰρ χρόνος ἄπειρος καὶ τὸ κενόν. Ὥσπερ γὰρ τὸ μηδὲν οὐδέν ἐστι πέρας, οὕτως οὐδὲ τοῦ μηδενός, οἷόν ἐστι τὸ κενόν. Κατὰ γὰρ τὴν αὑτοῦ ὑπόστασιν ἄπειρόν ἐστι· περατοῦται δ' αὖ τοῦτο ἐκπληρούμενον· τοῦ δὲ πληροῦντος ἀρθέντος οὐκ ἔστιν αὐτοῦ νοῆσαι πέρας (Diels Arii Didymi Epit. phys. frgm. 25).Aëtius Plac. I 20, 1. Οἱ Στωϊκοὶ . . . . διαφέρειν κενόν, τόπον, χώραν· καὶ τὸ μὲν κενὸν εἶναι ἐρημίαν σώματος, τὸν δὲ τόπον τὸ ἐχόμενον ὑπὸ σώματος, τὴν δὲ χώραν τὸ ἐκ μέρους ἐχόμενον, ὥσπερ ἐπὶ τῆς τοῦ οἴνου πιθάκνης.
Sextus adv. math. X 3. καὶ οἱ Στωϊκοὶ δὲ κενὸν μὲν εἶναί φασι τὸ οἷόντε ὑπὸ ὄντος κατέχεσθαι, μὴ κατεχόμενον δέ, ἤ διάστημα ἔρημον σώματος ἢ διάστημα ἀκαθεκτούμενον ὑπὸ σώματος, τόπον δὲ τὸν ὑπὸ ὄντος κατεχόμενον καὶ ἐξισαζόμενον τῷ κατέχοντι αὐτόν, νῦν ὂν καλοῦντες τὸ σῶμα, καθὼς καὶ ἐκ τῆς μεταλήψεως τῶν ὀνομάτων ἐστὶ συμφανές. χώραν δὲ φασιν εἶναι διάστημα κατὰ μέν τι κατεχόμενον ὑπὸ σώματος κατὰ δέ τι ἀκαθεκτούμενον. Cf. Pyrrh. Hyport. III 124. idem adv. math. X 4. ἔνιοι δὲ (scil. Chrysippus cf. 503) χώραν ἕλεξαν ὑπάρχειν τὸν τοῦ μείζονος σώματος τόπον, ὡς ταύτῃ διαφέρειν τοῦ τόπου τὴν χώραν τῷ ἐκεῖνον μὲν μὴ ἐμφαίνειν μέγεθος τοῦ ἐμπεριεχομένου σώματος (κἂν γὰρ ἐλάχιστον περιέχῃ σῶμα, οὐδὲν ἧττον τόπος προσαγορεύεται), τὴν δ’ ἀξιόλογον ἐμφαίνειν μέγεθος τοῦ ἐν αὐτῇ σώματος.
Themistius paraphr. ad Arist. Phys. IV 4 p. 268 Sp. λείπεται τοίνυν ἡμῖν ὅτι μηδὲ τὸ διάστημα ὁ τόπος ἐστὶν ἀποδεῖξαι. διάστημα δὲ τὸ μεταξὺ νοούμενον τῶν περάτων τοῦ περιέχοντος, οἷον τὸ μεταξὺ τῆς κοίλης ἐπιφανείας τοῦ κάδου. παλαιὰ μὲν οὖν ἡ δόξα καὶ τοῖς τὸ κενὸν τιθεμένοις προσήκουσα, ἠκολούθησεν δὲ ὅμως αὐτῇ καὶ ὁ περὶ Χρύσιππον χορὸς καὶ Ἐπίκουρος ὕστερον.
Simplicius in Aristot. categ. f. 91Δ ed. Bas. ὁ Ἰάμβλιχος ζητεῖ πρῶτον, πότερον αὐτὰ τὰ πράγματα ἐν τόπῳ ὄντα ἀφορίζει τὸν τόπον περὶ αὐτὰ ἢ σὺν αὐτοῖς, ἢ ὁ τόπος ἀφορίζει τὰ πράγματα, ὡς ἂν αὐτὸς αὐτὰ συμπεραίνων, καὶ φησὶν ὅτι εἰ μέν, ὡς οἱ Στωϊκοὶ λέγουσι, παρυφίσταται
τοῖς σώμασιν ὁ τόπος, καὶ τὸν ὅρον ἀπ’ αὐτῶν προσλαμβάνει τὸν μέχρι τοσοῦδε καθ’ ὅσον συμπληροῦται ὑπὸ τῶν σωμάτων. εἰ μέντοι etc.Simplicius in Aristot. Phys. p. 571, 22. ἢ γὰρ τὸ εἶδος τοῦ ἐν τόπῳ ἢ τὴν ὕλην αὐτοῦ ἢ τὸ διάστημα τὸ μεταξὺ τῶν ἐσχάτων τοῦ περιέχοντος τὸν τόπον ἀνάγκη εἶναι (ὅ τινες καὶ τῶν προτέρων ὡς οἱ περὶ Δημόκριτον καὶ τῶν ὑστέρων ὡς οἱ περὶ Ἐπίκουρον καὶ οἱ Στωϊκοί, τινὲς δὲ καὶ κατὰ Πλάτωνα τοῦτο τὸν τόπον εἶναι ἐνόμισαν) ἢ τὰ ἔσχατα τοῦ περιέχοντος. — — τὸ δὲ διάστημα τοῦτο οἱ μὲν περὶ Δημόκριτον καὶ Ἐπίκουρον κενὸν εἶναι λέγουσιν οὕτως ὥστε ποτὲ μὲν πληροῦσθαι σώματος ποτὲ δὲ καὶ κενὸν ἀπολείπεσθαι, οἱ δὲ Πλατωνικοὶ καὶ οἱ Στωϊκοὶ εἶναι μὲν ἄλλο παρὰ τὰ σώματά φασιν, ἀεὶ δὲ σῶμα ἔχειν, ὡς μηδέποτε κενὸν ἀπολείπεσθαι.
Stobaeus Eclogae I. p. 106, 5 W. (Arii Did. fr. 26 Diels). Χρυσίππου· Ὁ δὲ Χρύσιππος χρόνον εἶναι κινήσεως διάστημα, καθ’ ὅ ποτὲ λέγεται μέτρον τάχους τε καὶ βραδύτητος· ἢ τὸ παρακολουθοῦν διάστημα τῇ τοῦ κόσμου κινήσει, καὶ κατὰ μὲν τὸν χρόνον κινεῖσθαί τε ἕκαστα καὶ εἶναι· εἰ μὴ ἄρα διττὸς λέγεται ὁ χρόνος, καθάπερ ἥ τε γῆ καὶ ἡ θάλαττα καὶ τὸ κενόν, τά τε ὅλα καὶ τὰ μέρη τὰ αὐτῶν. Ὥσπερ δὲ τὸ κενὸν πᾶν ἄπειρον εἶναι πάντῃ, καὶ τὸν χρόνον πάντα ἄπειρον εἶναι ἐφ’ ἑκάτερα· καὶ γὰρ τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα ἄπειρον εἶναι. Ἐμφανέστατα δὲ τοῦτο λέγει, ὅτι οὐδεὶς ὅλως ἐνίσταται χρόνος. Ἐπεὶ γὰρ εἰς ἄπειρον ἡ τομὴ τῶν συνεχόντων ἐστί, κατὰ τὴν διαίρεσιν ταύτην καὶ πᾶς χρόνος εἰς ἄπειρον ἔχει τὴν τομήν· ὥστε μηθένα κατ’ ἀπαρτισμὸν ἐνεστάναι χρόνον, ἀλλὰ κατὰ πλάτος λέγεσθαι. Μόνον δ’ ὑπάρχειν φησὶ τὸν ἐνεστῶτα, τὸν δὲ παρῳχημένον καὶ τὸν μέλλοντα ὑφεστάναι μέν, ὑπάρχειν δὲ οὐδαμῶς φησιν, ὡς καὶ κατηγορήματα ὑπάρχειν λέγεται μόνα τὰ συμβεβηκότα, οἷον τὸ περιπατεῖν ὑπάρχει μοι ὅτε περιπατῶ, ὅτε δὲ κατακέκλιμαι ἢ κάθημαι οὐχ ὑπάρχει . . . . . . . . . . . . (lacunam signif. Meineke). Ad definitionem temporis initio prolatam cf. Phil. de incorrupt. mund. p. 238, 5 B. ὥστ’ εὐθυβόλως ἀποδεδόσθαι πρὸς τῶν εἰωθότων τὰ πράγματα ὁρίζεσθαι χρόνον διάστημα τῆς τοῦ κόσμου κινήσεως ibid. 11. διάστημα δὲ κοσμικῆς κινήσεως ἐδείχθη ὁ χρόνος ὤν. ibid. 13. τάχα τις εὑρησιλογῶν Στωϊκὸς ἐρεῖ, τὸν χρόνον ἀποδεδόσθαι διάστημα τῆς τοῦ κόσμου κινήσεως οὐχὶ τοῦ νῦν διακεκοσμημένου μόνον ἀλλὰ καὶ τοῦ κατὰ τὴν ἐκπύρωσιν ὑπονοουμένου.
Simplicius in Aristot. categ. f. 88Z. ed. Bas. τῶν δὲ Στωϊκῶν Ζήνων μὲν πάσης ἀπλῶς κινήσεως διάστημα τὸν χρόνον εἶπε·
Χρύσιππος δὲ διάστημα τῆς τοῦ κόσμου κινήσεως· οὐ γὰρ δύο ὅρους εἰς ταὐτὸν συνάπτει, ἀλλ’ ἕνα ὁρισμὸν ποιεῖται καὶ ἰδιάζοντα τοῦτον παρὰ τὰς τῶν ἄλλων ἀποφάσεις.