Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Plutarchus de comm. not. cp. 40 p. 1080e. Ὃ γοῦν αὐτοὶ μάλιστα προφέρουσι τοῖς τῶν ἀμερῶν προισταμένοις τοῦτό ἐστι τὸ μήτε ὅλοις ὅλων ἁφὴν εἶναι, μήτε μέρεσι μερῶν· τὸ μὲν γὰρ οὐχ ἁφὴν ἀλλὰ κρᾶσιν ποιεῖν, τὸ δ’ οὐκ εἶναι δυνατόν, μέρη τῶν ἀμερῶν οὐκ ἐχόντων. Πῶς οὖν οὐκ αὐτοὶ τούτῳ περιπίπτουσι, μηδὲν μέρος ἔσχατον μηδὲ πρῶτον ἀπολείποντες; ὅτι, νὴ Δία ψαύειν κατὰ πέρας τὰ σώματα ⟨οὐχ⟩ ὅλα ὅλων, οὐ⟨δὲ⟩ κατὰ μέρος λέγουσι· τὸ δὲ πέρας σῶμα οὐκ ἔστιν.

Proclus in Euclid. def. I p. 89 Friedlein. ὅτι δὲ οὐ δεῖ νομίζειν κατ’ ἐπίνοιαν ψιλὴν ὑφεστάναι τὰ τοιαῦτα πέρατα, λέγω τῶν σωμάτων, ὥσπερ οἱ ἀπὸ τῆς Στοᾶς ὑπέλαβον, ἀλλ’ εἶναί τινας φύσεις ἐν τοῖς οὖσι τοιάσδε καὶ λόγους αὐτῶν προεστάναι δημιουργικούς, ἀναμνησθείημεν ἂν εἰς τὸν ὅλον κόσμον ἀποβλέψαντες etc.

Plutarchus de comm. not. cp. 39 p. 1079d. Ἐπὶ δὲ τούτοις ἐπινεανιευόμενος φησὶ τῆς πυραμίδος ἐκ τριγώνων συνισταμένης. τὰς πλευρὰς ⟨τὰς⟩ κατὰ τὴν συναφὴν ἐγκεκλιμένας ἀνίσους μὲν εἶναι, μὴ ὑπερέχειν δέ, ἧ μείζονές εἰσι. p. 1079e. Ἔτι τοίνυν ὅρα τίνα τρόπον ἀπήντησε Δημοκρίτῳ, διαποροῦντι φυσικῶς καὶ ἐπιτυχῶς, εἰ κῶνος τέμνοιτο παρὰ τὴν βάσιν ἐπιπέδῳ, τί χρὴ διανοεῖσθαι τὰς τῶν

τμημάτων ἐπιφανείας, ἴσας ἢ ἀνίσονς γινομένας· ἄνισοι μὲν γὰρ οὖσαι τὸν κῶνον ἀνώμαλον παρέξουσι, πολλὰς ἀποχαράξεις λαμβάνοντα βαθμοειδεῖς καὶ τραχύτητας· ἴσων δ’ οὐσῶν, ἴσα τμήματα ἔσται, καὶ φανεῖται τὸ τοῦ κυλίνδρου πεπονθὼς ὁ κῶνος, ἐξ ἴσων συγκείμενος καὶ οὐκ ἀνίσων κύκλων, ὅπερ ἐστὶν ἀτοπώτατον. Ἐνταῦθα δὴ τὸν Δημόκριτον ἀποφαίνων ἀγνοοῦντα τὰς μὲν ἐπιφανείας, φησί, μήτ’ ψἴσας εἶναι μήτ’ ἀνίσους· ἄνισα δὲ τὰ σώματα, τῷ μήτ’ ἴσας εἶναι μήτ’ ἀνίσους τὰς ἐπιφανείας.

Syrianus in Aristot. Metaphys. (Aristot. Acad. V 911a 28). ὅταν δὲ λέγωσι (scil. Pythagorei) μονάδα εἶναι εἰδῶν εἶδος τὴν ἀρχηγικὴν αὐτῶν αἰτίαν ἐνδείκνυνται τὴν πάντων ἐν ἑαυτῇ τὰ εἴδη τῶν ἀριθμῶν προειληφυῖαν, ἣν καὶ οἱ ἀπὸ τῆς Στοᾶς ἓν πλῆθος οὐκ ὤκνουν καλεῖν.

Sextus adv. math. X 123. τάξει δὲ ἀπὸ τῆς πρώτης στάσεως ποιώμεθα τὴν ἐπιχείρησιν, καθ’ ἣν πάντα εἰς ἄπειρον τέμνεται. καὶ δὴ οἱ προεστῶτες αὐτῆς φασὶ τὸ κινούμενον σῶμα ὑφ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον ἄθρουν μεριστὸν ἀνύειν διάστημα, καὶ οὐ τὸ πρῶτον τοῦ διαστήματος πρῶτον ἐπιλαμβάνειν τῷ πρώτῳ αὑτοῦ μέρει καὶ τὸ δεύτερον τῇ τάξει δεύτερον, ἀλλ’ ὑφ’ ἓν τὸ ὅλον μεριστὸν διάστημα καὶ ἀθρόως διέρχεσθαι. cf. ibid. 142. πρὸς μὲν οὖν τοὺς εἰς ἄπειρον τέμνεσθαι λέγοντας τά τε σώματα καὶ τοὺς τόπους καὶ τοὺς χρόνους (οὗτοι δέ εἰσιν οἱ ἀπὸ τῆς Στοᾶς) ταῦθ’ ἥρμοζε λέγειν.

Stobaeus Eclogae I p. 165, 1. Χρυσίππου. Κίνησιν δέ φησιν εἶναι ὁ Χρύσιππος μεταβολὴν κατὰ τόπον ἢ ὅλῳ ἢ μέρει, ἢ μεταλλαγὴν ἐκ τόπου ἢ καθ’ ὅλον ἢ κατὰ μέρος. Καὶ ἄλλως· κίνησιν μεταλλαγὴν κατὰ τόπον ἢ σχῆμα· φορὰν δὲ μετέωρον κίνησιν ὀξεῖαν, μονὴν δὲ τὸ μὲν οἷον ἀκινησίαν σώματος, τὸ δ’ οἷον σώματος σχέσιν κατὰ ταὐτὰ καὶ ὡσαύτως νῦν τε καὶ πρότερον. Πολλαχῶς δὲ λέγεσθαι τὴν κίνησιν καὶ τὴν μονήν, διὸ καὶ πολλοὺς καθ’ ἕκαστον σημαινόμενον ἀποδίδοσθαι ὅρους. Τὰς δὲ πρώτας κινήσεις εἶναι δύο, τήν τε εὐθεῖαν καὶ τὴν καμπύλην· διὰ τούτων δὲ πολλαχῶς μιγνυμένων γίνεσθαι πολλὰς κινήσεις καὶ διαφερούσας (Diels Arii Didymi Epit. phys. fragm. 22). Sextus adv. math. X 52. καί φασιν ὅτι κίνησίς ἐστι μετάβασις ἀπὸ τόπου εἰς τόπον ἤτοι ὅλου τοῦ σώματος ἢ τῶν τοῦ ὅλου μερῶν.

Sextus adv. math. X 45. καὶ εἶναι μὲν (scil. κίνησιν) - οἱ πλείους τῶν φυσικῶν —  — οἷς καὶ οἱ ἀπὸ τοῦ περιπάτου, ἔτι δὲ καὶ οἱ ἀπὸ τῆς Στοᾶς συναπεγράψαντο.

Galenus methodi med. I 6 Vol. X p. 46K. ἐπεὶ δ’ ἐξάλλαξιν εἶπον εἶναι τοῦ προϋπάρχοντος τὴν κίνησιν, ἐξαλλάττεται δὲ διχῶς τὸ προϋπάρχον ἢ κατὰ ποιότητα ἢ κατὰ τόπον, ἡ μὲν οὖν κατὰ τόπον ἐξαλλαγὴ αὐτοῦ φορὰ ὀνομάζεται, ἡ δὲ κατὰ ποιότητα μεταβολὴ ἀλλοίωσις· ὥστε εἶναι φορὰν μὲν ἐξάλλαξιν ἢ ὑπάλλαξιν ἢ ἀλλαγὴν ἢ μεταβολὴν τοῦ προϋπάρχοντος τόπου —  — ἀλλοίωσιν δὲ ἢ μεταβολὴν κατὰ τὸ ποιὸν ἢ ἀλλαγὴν τῆς προϋπαρχούσης ποιότητος etc.

Galenus de nat. facult. I 2. Vol. II p. 4Κ. εἰ μὲν γὰρ οὐκ ἴσασιν, ὅσα περὶ τῆς καθ’ ὅλην τὴν οὐσίαν ἀλλοιώσεως Ἀριστοτέλει τε καὶ μετὰ τοῦτον Χρυσίππῳ γέγραπται, παρακαλέσαι χρὴ τοῖς ἐκείνων αὐτοὺς ὁμιλῆσαι γράμμασιν.

Simplicius in Aristot. phys. p. 1320, 19 Diels. οἱ δὲ ἀπὸ τῆς Στοᾶς κατὰ πᾶσαν κίνησιν ἔλεγον ὑπεῖναι τὴν τοπικὴν ἢ κατὰ μεγάλα διαστήματα ἢ κατὰ λόγῳ θεωρητὰ ὑφισταμένην.

Simplicius in Aristot. categ. f. 78A. Πλωτῖνος καὶ οἱ ἄλλοι οἱ ἀπὸ τῆς τῶν Στωϊκῶν συνηθείας εἰς τὴν Ἀριστοτέλους αἵρεσιν μεταφέροντες τὸ κοινὸν τοῦ ποιεῖν καὶ τοῦ πάσχειν εἶναι τὰς κινήσεις.

Simplicius in Aristot. categ. f. 78B. ed. Bas. καὶ τῆς κινήσεως, φησὶν Ἰάμβλιχος, οὐ καλῶς οἱ Στωϊκοὶ ἐπιλαμβάνονται λέγοντες τὸ ἀτελὲς ἐπὶ τῆς κινήσεως εἰρῆσθαι, οὐχ ὅτι οὐκ ἔστιν ἐνέργεια (ἔστι γὰρ πάντως, φασίν, ἐνέργεια) ἀλλ’ ἔχει τὸ πάλιν καὶ πάλιν, οὐχ ἵνα ἀφίκηται εἰς ἐνέργειαν (ἔστι γὰρ ἤδη) ἀλλ’ ἵνα ἐργάσηταί που ἕτερον, ὅ ἐστι μετ’ αὐτήν. ταῦτα μὲν οὖν οἱ Στωϊκοὶ λέγουσι.