Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Alexander Aphrod. de mixtione p. 226, 34 Bruns. Ταῦτα μὲν εἰπεῖν προήχθην διὰ τοὺς ἀντιλέγοντας μὲν Ἀριστοτέλει περὶ τοῦ πέμπτου σώματος καὶ τοῖς μόνοις κατ’ ἀξίαν τῶν θείων εἰρημένοις ἐνίστασθαι πειρωμένους διὰ φιλοτιμίαν, τῆς δὲ ἀτοπίας τῶν ὑφ’ αὑτῶν λεγομένων μηδὲ τὴν ἀρχὴν συνιέντας, οἷς καὶ τὰ κυριώτατα καὶ μέγιστα τῶν κατὰ φιλοσοφίαν δογμάτων ἤρτηται καὶ τὴν κατασκευὴν ἀπὸ τοῦ θαυμαστοῦ δόγματος ἔχει τοῦ σῶμα χωρεῖν διὰ σώματος. Ὅ τε γὰρ περὶ κράσεως αὐτοῖς λόγος οὐκ ἐν ἄλλῳ τινί. ἀλλὰ καὶ τὰ περὶ ψυχῆς ὑπ’ αὐτῶν λεγόμενα ἐντεῦθεν ἤρτηται. ἥ τε πολυθρύλητος αὐτοῖς εἱμαρμένη καὶ ἡ τῶν πάντων πρόνοια δὲ ⟨ἐντεῦθεν⟩ τὴν πίστιν λαμβάνουσιν. ἔτι τε ὁ περὶ ἀρχῶν τε καὶ θεοῦ ⟨λόγος⟩ καὶ ἡ τοῦ παντὸς ἕνωσίς τε καὶ συμπάθεια πρὸς αὑτό. πάντα γὰρ αὐτοῖς ταῦτ’ ἐστὶν ὁ διὰ τῆς ὕλης διήκων θεός. τοῦτο δέ, τὸ σῶμα χωρεῖν διὰ σώματος, ἐξ οὗ σχεδὸν ἁπάσης τῆς φυσιολογίας ἀνήρτηται αὐτοῖς τὰ πείσματα παρά τε τὰς κοινὰς προλήψεις λεγομένου καὶ παρὰ τὰς ἁπάντων δόξας τῶν φιλοσόφων, τὴν πίστιν κατ’ αὐτοὺς λαμβάνει ὡς ἂν ἀπὸ ἐναργοῦς τοῦ τὸν σίδηρον ὅταν ᾖ πεπυρωμένος [μὲν] μὴ αὐτὸν ἐξάπτεσθαί τε καὶ πυροῦσθαι λέγειν ὁμοίως τοῖς, οἷς ὕλῃ τὸ πῦρ ⟨χρῆται⟩, ἀλλὰ διὰ παντὸς αὐτοῦ χωρεῖν τὸ πῦρ ὑπολαμβάνειν μετὰ τῆς ὕλης ἐκείνης, ἐφ’ ἧς ὂν γειτνιᾶσαν τῷ σιδήρῳ ἐθερμηνέ τε καὶ ἐξῆψεν αὐτόν.

Alexander Aphrod. Quaest. II 12 p. 57, 9 Bruns. Ὅτι οὐ δείκνυται διὰ τοῦ συστέλλεσθαι τὰ σώματα εἰς ἑαυτὰ τὸ σῶμα διὰ σώματος χωρεῖν impugnat Stoicorum κρᾶσιν δι’ ὅλου. Cf. inprimis p. 57, 22 εἰ μὲν οὖν ἐν τῇ τῶν σωμάτων χωρήσει δι’ ἀλλήλων ἐγίνετο φθορά τις καὶ [ἡ] μεταβολὴ εἰς παχυμερέστερα σώματα, ἴσως ἂν ἐδύνατο ὃν τέως τὸ ἕτερον κατεῖχεν τόπον, τοῦτον ὕστερον κατέχειν τὸ ἐκ τῆς ἀμφοτέρων μίξεως γινόμενον, εἰ δὲ τὰ αὐτὰ μένει (ἑκάτερον γὰρ αὐτῶν δοκεῖ σῴζειν τὴν ἑαυτοῦ φύσιν) πῶς ἂν ἐνδέχοιτο τοῦτο γίνεσθαι. ἔτι ἔνια μιγνύμενα, οὐ μόνον οὐ παχύτερον ἀλλὰ καὶ λεπτότερον αὐτὸ ἢ πρόσθεν ἦν ποιεῖ, ὥστε ἔδει αὐτὸ ἐπὶ μείζονος γιγνόμενον ὄγκου καὶ τόπον κατέχειν πλείονα.

Alexander Aphrod. de anima libri mant. p. 139, 30 Bruns. Τὸ σῶμα διὰ σώματος διήκειν, εἰ μὲν ὡς ἐχόντων κενὰ τῶν σωμάτων —  — ἄλλος ὁ λόγος —  — εἰ δὲ μὴ διὰ κενῶν (οὐδὲ γὰρ εἶναί φασιν κενὸν ἐν τῷ κόσμῳ οἷς τοῦτο ἀρέσκει) ἀλλὰ μεστόν τι ὂν αὑτοῦ σῶμα ἄλλο δεξάμενον αὑτοῦ σῶμα κἀκεῖνο μεστὸν ὂν ὁμοίως ἐν αὑτῷ οὐδὲν ηὐξήθη, ἀλλ’ ἔμεινεν ἐν τῷ αὐτῷ τόπῳ, τί δή ποτε τόδε μὲν τὸ σῶμα δέξεται ἐν αὑτῷ ἄλλο σῶμα, τόδε δὲ οὔ etc. 140, 10. ἔτι εἰ ὅλα ὅλοις παρεκτείνεται καὶ τὰ βραχύτατα τοῖς μεγίστοις μέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὃν κατέχει τὸ ἓν τόπον, τὸ συναμφότερον καθέξει. 140, 20. εἰ δὲ ὧν ὁ τόπος ἴσος, καὶ αὐτὰ ἴσα, τά τε ἐξ ὧν τὸ

συναμφότερον ἴσα ἀλλήλοις ἔσται, καὶ τὸ συναμφότερον ἑκατέρῳ αὐτῶν· καὶ ὁ κύαθος ἄρα τοῦ οἴνου εἰς πέλαγος ἐκχυθεὶς ἴσος ἔσται τῷ πελάγει, καὶ τὸ πέλαγος μετὰ τοῦ κυάθου τῷ κυάθῳ μόνῳ. τὸ γὰρ λέγειν ὅτι τῇ δυνάμει οὐκ ἴσον, οὐδὲν πρὸς τὸν λόγον. ἀρκεῖ γὰρ εἰς τὴν τοῦ προκειμένου δεῖξιν τὸ κατὰ τὸ ποσὸν ἴσα αὐτὰ πεφυκέναι. ἔτι τε οὐδὲν μᾶλλον τὸ πῦρ διὰ τοῦ σιδήρου δίεισιν ἢ ὁ σίδηρος διὰ τοῦ πυρός· καὶ γὰρ καὶ ἡ ψυχὴ διὰ τοῦ σώματος καὶ ἡ φύσις διὰ τῶν φυτῶν καὶ ἡ ἕξις διὰ τῶν ἄλλων σωμάτων, καὶ ἀνάπαλιν ταῦτα δι’ ἐκείνων. οὐδὲν γὰρ τὸ λεπτότερόν τι εἶναι καὶ παχύτερον εἰς τοῦτο συντελεῖ, εἴγε ἀμφότερα ὁμοίως ἐστὶ πλήρη. —  — ἔτι τίς αἰτία, δι’ ἣν ἐκ τινῶν μὲν μιγνυμένων ὁ ὄγκος γίνεται μείζων, ἐκ τινῶν δὲ ὁ αὐτὸς μένει; τὸ γὰρ λέγειν τὸν σίδηρον παχύτερον γεγονέναι τῇ μίξει τοῦ πυρὸς παράλογον.

Plotinus Ennead. II lib. VII 1 (Vol. I p. 127 Mü.). οἱ δ’ αὖ (scil. οἱ τὴν δι’ ὅλων κρᾶσιν εἰσάγοντες) τέμνεσθαι μὲν καὶ μὴ εἰς τομὰς ἀναλίσκεσθαι λέγειν ἂν δύναιντο, καὶ δι’ ὅλων τῆς κράσεως γιγνομένης· ἐπεὶ καὶ τοὺς ἱδρῶτας οὐ τοῦ σώματος τομὰς ποιεῖν οὐδ’ αὖ κατατετρῆσθαι φήσονσι. καὶ γὰρ εἴ τις λέγοι μηδὲν κωλύειν τὴν φύσιν οὕτω πεποιηκέναι τοῦ διέναι τοὺς ἱδρῶτας χάριν, ἀλλ’ ἐπὶ τῶν τεχνητῶν, ὅταν λεπτὰ ᾖ καὶ συνεχῆ, ὁρᾶσθαι τὸ ὑγρὸν δι’ ὅλου δεῦον[τα] αὐτὰ καὶ διαῤῥεῖν ἐπὶ θάτερα τὸ ὑγρόν. ἀλλὰ σωμάτων ὄντων πῶς οἷόν τε τοῦτο γίγνεσθαι, ὡς διϊέναι μὴ τέμνοντα, ἐπινοῆσαι οὐ ῥᾴδιον· τέμνοντα δὲ κατὰ πᾶν ἀναιρήσει ἄλληλα δηλονότι. τὰς δὲ αὔξας ὅταν λέγωσι μὴ γίγνεσθαι πολλαχοῦ, διδόασι τοῖς ἑτέροις ἀέρων ἐξόδους αἰτιᾶσθαι. πρός τε τὴν τῶν τόπων αὔξησιν χαλεπῶς μέν, ὅμως δὲ τί κωλύει λέγειν, συνεισφερομένου ἑκατέρου σώματος καὶ τὸ μέγεθος μετὰ τῶν ἄλλων ποιοτήτων, ἐξ ἀνάγκης τὴν αὔξην γίγνεσθαι· μὴ γὰρ μηδὲ τοῦτο ἀπόλλυσθαι, ὥσπερ οὐδὲ τὰς ἄλλας ποιότητας· καὶ ὥσπερ ἐκεῖ ποιότητος ἄλλο εἶδος μικτὸν ἐξ ἀμφοῖν, οὕτω καὶ μέγεθος ἄλλο [οὖ] δὴ τὸ μῖγμα ποιεῖ, τὸ ἐξ ἀμφοῖν μέγεθος. —  — τὸ δὲ ἔλαττον διὰ παντὸς τοῦ μείζονος καὶ ⟨διὰ⟩ μεγίστου τὸ μικρότατον [καὶ] ἐφ’ ὧν φανερὸν ὅτι κίρναται (ἐπὶ γὰρ τῶν ἀδήλων ἔξεστι λέγειν, μὴ εἰς πᾶν φθάνειν) ἀλλ’ ἐφ’ ὧν γε φανερῶς συμβαίνει, λέγοιεν ἂν ἐκτάσεις τῶν ὄγκων, οὐ σφόδρα πιθανὰ λέγοντες, εἰς τοσοῦτον τὸν σμικρότατον ὄγκον ἐκτείνοντες. οὐδὲ γὰρ μεταβάλλοντες τὸ σῶμα μέγεθος αὐτῷ πλέον διδόασιν, ὥσπερ εἰ ἐξ ὕδατος ἀὴρ γίγνοιτο. τοῦτο δὲ αὐτὸ ἐφ’ αὑτοῦ ζητητέον, τί συμβαίνει ὅταν ὅσπερ ἦν ὄγκος ὕδατος ἀὴρ γίγνηται ⟨καὶ⟩ πῶς τὸ μεῖζον ἐν τῷ γενομένῳ.

Diogenes Laërt. VII 151. Καὶ τὰς κράσεις δὲ διόλου γίνεσθαι, καθά φησιν ὁ Χρύσιππος ἐν τῇ τρίτῃ τῶν φυσικῶν, καὶ μὴ κατὰ περιγραφὴν καὶ παράθεσιν· καὶ γὰρ εἰς πέλαγος ὀλίγος οἶνος βληθεὶς ἐπὶ ποσὸν ἀντιπαρεκταθήσεται, εἶτα συμφθαρήσεται.

Plutarchus de comm. not. cp. 37 p. 1078e. Καὶ ταῦτα προσδέχεται Χρύσιππος εὐθὺς ἐν τῷ πρώτῳ τῶν Φυσικῶν Ζητημάτων οὐδὲν ἀπέχειν φάμενος, οἴνου σταλαγμὸν ἕνα κεράσαι

τὴν θάλατταν, καὶ ἵνα δὴ μὴ τοῦτο θαυμάζωμεν, εἰς ὅλον, φησί, τὸν κόσμον διατενεῖν τῇ κράσει τὸν σταλαγμόν.

Alexander Aphrod. de mixtione p. 213, 2 Bruns. πῶς δ’ ἂν παραδέξαιτό τις τὸ ἐν τῇ τοιαύτῃ κράσει τῶν σωμάτων ἕκαστον τῶν κιρναμένων φυλάττειν δύνασθαι τὴν οἰκείαν ἐπιφάνειαν, ὡς ὁμοῦ μὲν μηδὲ τὸ τυχὸν αὐτοῦ μόριον εἶναι καθ’ αὑτὸ κεχωρισμένον θατέρου, ὁμοῦ δὲ φυλάττειν ἕκαστον αὐτῶν τὴν ἐπιφάνειαν τὴν ἑαυτοῦ, ἣν εἶχε καὶ πρὸ τῆς κράσεως; τοῦτο γὰρ ὑπεραίρει καὶ τὰς ἐν τοῖς μύθοις παραδοξολογίας, ὃ τίθησι Χρύσιππος, ὡς ὂν ἐν τούτῳ τὸ δύνασθαι τὰ κεκραμένα χωρίζεσθαι πάλιν. Cf. p. 220, 37. εἰ μὲν γὰρ ὅλα δι’ ὅλων τὰ κεκραμένα μέμικται καὶ μηδέτερον αὐτῶν ἐν τῷ μίγματι ἄμικτον θατέρου μόριον ἔχει, ἀδύνατον αὐτῶν ἑκάτερον ὑπὸ ἰδίας ἐπιφανείας περιέχεσθαι.

Stobaeus Eclogae I 142, 2 W. Χρύσιππος ἔφασκε τὰ σώματα εἰς ἄπειρον τέμνεσθαι καὶ τὰ τοῖς σώμασι προσεοικότα, οἷον ἐπιφάνειαν, γραμμήν, τόπον, κενόν, χρόνον· εἰς ἄπειρόν τε τούτων τεμνομένων οὔτε σῶμα ἐξ ἀπείρων σωμάτων συνέστηκεν οὔτ’ ἐπιφάνεια οὔτε γραμμὴ οὔτε τόπος ⟨οὔτε κενὸν οὔτε χρόνος⟩ (Diels Aëtii Placita I 16, 4). Diogenes Laërt. VII 150. καὶ παθητὴ δέ ἐστιν (scil. ἡ οὐσία) ὡς ὁ αὐτός φησιν (scil. Apollodorus ἐν τῇ φυσικῇ). εἰ γὰρ ἦν ἄτρεπτος, οὐκ ἂν τὰ γινόμενα ἐξ αὐτῆς ἐγίνετο. ἔνθεν κἀκ⟨ολουθ⟩εῖν ὡς ἥ τε τομὴ εἰς ἄπειρόν ἐστιν (ἣν ἄπειρον, ⟨οὐκ εἰς ἄπειρόν⟩ φησιν ὁ Χρύσιππος· οὐ γάρ ἐστί τι ἄπειρον, εἰς ὃ γίνεται ἡ τομή. ἀλλ’ ἀκατάληκτός ἐστι) καὶ τὰς κράσεις δὲ διόλου γίνεσθαι etc.

Plutarchus de comm. not. cp. 38 p. 1079b. Λέγει γὰρ ὁ Χρύσιππος ἐρωτωμένους ἡμᾶς, εἴ τινα ἔχομεν μέρη καὶ πόσα καὶ ἐκ τίνων συγκείμενα μερῶν καὶ πόσων, διαστολῇ χρήσεσθαι, τὸ μὲν ὁλοσχερὲς τιθέντας, ὡς ἐκ κεφαλῆς καὶ θώρακος καὶ σκελῶν συγκείμεθα· τοῦτο γὰρ ἦν πᾶν τὸ ζητούμενον καὶ ἀπορούμενον· ἐὰν δ’ ἐπὶ τὰ ἔσχατα μέρη τὸ ἐρωτᾶν προάγωσιν, οὐδέν, φησί, τῶν τοιούτων ἐστὶν ὑποληπτέον, ἀλλὰ ῥητέον, οὔτ’ ἔκ τινων συνεστάναι, καὶ ὁμοίως, οὔτ’ ἐξ ὁπόσων, εἴτ’ ἀπείρων, εἴτε πεπερασμένων.

Plutarchus de comm. not. cp. 38 p. 1079a. γενόμενοι δὲ Στωϊκοὶ δοξάζουσιν, ὡς οὐκ ἔστιν ἐκ πλειόνων μορίων ὁ ἄνθρωπος ἢ ὁ δάκτυλος, οὐδ’ ὁ κόσμος ἢ ὁ ἄνθρωπος (ἐπ’ ἄπειρον γὰρ ἡ τομὴ προάγει τὰ σώματα· τῶν δ’ ἀπείρων οὐδέν ἐστι πλέον οὐδ’ ἔλαττον) οὐδ’ ὅλως ὑπερβάλλει πλῆθος, ἢ παύσεται τὰ μέρη τοῦ ὑπολειπομένου μεριζόμενα καὶ παρέχοντα πλῆθος ἐξ αὑτῶν ὁτιοῦν.

Plutarchus de comm. not. cp. 38 p. 1078e. Καὶ μὴν παρὰ τὴν ἔννοιαν μήτ’ ἄκρον ἐν τῇ φύσει τῶν σωμάτων μήτε πρῶτον μήτ’ ἔσχατον 〈μέρος εἶναι〉 μηδέν, είς ὃ λήγει τὸ μέγεθος τοῦ σώματος, ἀλλ’ ἀεί⟨τι⟩ τοῦ ληφθέντος ἐπέκεινα φαινόμενον εἰς ἄπειρον καὶ ἀόριστον ἐμβάλλειν τὸ ὑποκείμενον. p. 1079a οἱ σῶμα μηδὲν εἰς ἔσχατον μέρος περαίνοντες ἀλλὰ πάντα πλήθει μερῶν ἐπ’ ἄπειρον ἐξάγοντες.

Plutarchus de comm. not. cp. 40 p. 1080d. καὶ μὴν τὸ μηδενὸς ἅπτεσθαι μηδὲν παρὰ τὴν ἔννοιάν ἐστιν· οὐχ ἧττον δὲ τοῦτο, ἅπτεσθαι μὲν ἀλλήλων τὰ σώματα, μηδενὶ δ’ ἅπτεσθαι· τοῦτο δ’ ἀνάγκη προσδέχεσθαι τοῖς μὴ ἀπολείπουσιν ἐλάχιστα μέρη σώματος, ἀλλ’ ἀεί τι τοῦ δοκοῦντος ἅπτεσθαι πρότερον λαμβάνουσι καὶ μηδέποτε τοῦ προάγειν ἐπέκεινα παυομένοις.