Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Galenus in Hippocr. de nat. hom. lib. I Vol. XV p. 32K. ἔνιοι μὲν γὰρ τὰς τέτταρας ποιότητας μόνας κεράννυσθαι δι’ ὅλων ἀλλήλαις, ἔνιοι δὲ τὰς οὐσίας ἀπεφήναντο, Περιπατητικοὶ μὲν τῆς προτέρας δόξης προστάντες, Στωϊκοὶ δὲ τῆς δευτέρας.

Galenus de elementis sec. Hippocr. I 9. Vol. I p. 489 K. καὶ μὲν δὴ καὶ ὅπως δι’ ὅλων κεράννυται τὰ κεραννύμενα, πότερον τῶν ποιοτήτων μόνον, ὡς Ἀριστοτέλης ὑπέλαβεν, ἢ καὶ τῶν σωματικῶν οὐσιῶν δι’ ἀλλήλων ἰουσῶν, οὐκ ἀναγκαῖον ἐπίστασθαι τοῖς ἰατροῖς.

Plutarchus de comm. not. cp. 37 p. 1077e. παρὰ τὴν ἔννοιάν ἐστι σῶμα σώματος εἶναι τόπον καὶ σῶμα χωρεῖν διὰ σώματος, κενὸν μηδετέρου περιέχοντος, ἀλλὰ τοῦ πλήρους εἰς τὸ πλῆρες ἐνδυομένου καὶ δεχομένου τὸ ἐπιμιγνύμενον τοῦ διάστασιν οὐκ ἔχοντος οὐδὲ χώραν ἐν αὑτῷ διὰ τὴν συνέχειαν· οἱ δ’ οὐχ ἓν εἰς ἓν οὐδὲ δύο οὐδὲ τρία ⟨ἢ⟩ καὶ δέκα συνωθοῦντες, ἀλλὰ πάντα μέρη τοῦ κόσμου κατακερματισθέντος ἐμβάλλοντες εἰς ἓν ὅ, τι ἂν τύχωσι, καὶ τοὐλάχιστον αἰσθητὸν οὐ φάσκοντες ἐπιλείψειν ἐπιὸν τῷ μεγίστῳ, νεανιεύονται etc. p. 1078 b. ἀνάγκη γάρ, εἰς ἄλληλα χωρούντων τῷ κεράννυσθαι, μὴ θάτερον μὲν περιέχειν, περιέχεσθαι δὲ θάτερον, καὶ τὸ μὲν δέχεσθαι, τὸ δ’ ἐνυπάρχειν· οὕτω γὰρ οὐ κρᾶσις, ἁφὴ δὲ καὶ ψαῦσις ἔσται τῶν ἐπιφανειῶν, τῆς μὲν ἐντὸς ὑποδυομένης, τῆς δ’ ἐκτὸς περιεχούσης, τῶν δ’ ἄλλων μερῶν ἀμίκτων καὶ καθαρῶν ἐνδιαφερομένων· ἀλλ’ ἀνάγκη, γιγνομένης ὥσπερ ἀξιοῦσι τῆς ἀνακράσεως, ἐν ἀλλήλοις τὰ μιγνύμενα γίγνεσθαι καὶ ταὐτὸν ὁμοῦ τῷ ἐνυπάρχειν περιέχεσθαι καὶ τῷ δέχεσθαι περιέχειν θάτερον. καὶ μηδέτερον αὐτῶν αὖ πάλιν δυνατὸν εἶναι, συμβαίνει ⟨δʼ⟩ ἀμφότερα, τῆς κράσεως δι’ ἀλλήλων διιέναι καὶ μηδὲν ἔτι λείπεσθαι μηδενὸς μόριον ἀλλὰ ⟨πᾶν⟩ παντὸς ἀναπίμπλασθαι βιαζομένης.

Alexander Aphrod. de mixtione p. 219, 16 Bruns (τὸ σῶμα τὸ τριχῇ τε καὶ πάντῃ διεστηκός, ἐὰν ἄλλῳ ὁμοίως αὐτῷ διεστῶτι συντεθῇ, ἐξ ἀνάγκης συναύξει τοῦτο). εἰ δὴ τοῦτο μὲν οἰκεῖον τοῖς σώμασιν καὶ ἴδιον αὐτῶν, οἱ δὲ λέγοντες σῶμά τι διὰ σώματος χωρεῖν ⟨τῷ⟩ καὶ ἔλαττόν ποτε καὶ ἴσον τὸ ἐξ ἀμφοῖν ποιεῖν ἀναιροῦσι τοῦτο, ἀναιροῖεν ἂν τὴν τοῦ σώματος φύσιν.

Simplicius in Aristot. Phys. p. 530, 9 Diels. τὸ δὲ σῶμα διὰ σώματος χωρεῖν οἱ μὲν ἀρχαῖοι ὡς ἐναργὲς ἄτοπον ἐλάμβανον, οἱ δὲ ἀπὸ

τῆς Στοᾶς ὕστερον προσήκαντο ὡς ἀκολουθοῦν ταῖς σφῶν αὐτῶν ὑποθέσεσιν, ἃς ἐνόμιζον παντὶ τρόπῳ δεῖν κυροῦν· σώματα γὰρ πάντα λέγειν δοκοῦντες, καὶ τὰς ποιότητας καὶ τὴν ψυχήν, καὶ διὰ παντὸς ὁρῶντες τοῦ σώματος καὶ τὴν ψυχὴν χωροῦσαν καὶ τὰς ποιότητας, ἐν ταῖς κράσεσι συνεχώρουν σῶμα διὰ σώματος χωρεῖν. 22. οὐδὲ γὰρ αἰτιῶνται κενὰ οἱ δι’ ἀλλήλων λέγοντες χωρεῖν.

Themistius paraphr. in Arist. Phys. IV 1 p. 256 Sp. ἀλλ’ οὕτω τὸ πάντων ἀτοπώτατον ἀπαντήσεται· σῶμα γὰρ διὰ σώματος χωρήσει δι’ ὅλου καὶ δύο σώματα τὸν αὐτὸν ἐφέξει τόπον. εἰ γὰρ καὶ ὁ τόπος σῶμα καὶ τὸ γενόμενον ἐν αὐτῷ σῶμα καὶ ἴσα τοῖς διαστήμασιν ἄμφω, τὸ σῶμα ἔσται ἐν ἴσῳ ἑτέρῳ σώματι, τοῦτο δὲ Χρυσίππῳ μὲν καὶ τοῖς ἀπὸ Ζήνωνος ⟨ἐν⟩ δόγμασίν ἐστιν, οἱ δὲ παλαιοί etc.

Hippolytus Philos. 21 (DDG p. 571, 23) Stoici Chrysippus et Zeno: σώματα δὲ πάντα ὑπέθεντο καὶ σῶμα διὰ σώματος μὲν χωρεῖν, ἀλλὰ ἀνάστασιν εἶναι καὶ πεπληρῶσθαι πάντα καὶ μηδὲν εἶναι κενόν. ταῦτα καὶ οἱ Στωϊκοί.

Alexander Aphrod. de mixtione p. 216, 1 Bruns. μετέλθωμεν δὲ ἐπὶ τοὺς κοινῶς ἡνῶσθαι τὴν ὕλην λέγοντας καὶ μίαν πᾶσι τοῖς γινομένοις καὶ τὴν αὐτὴν ὑποθέ⟨ν⟩τας —  — τῶν δὴ ἡνῶσθαι τὴν ὕλην λεγόντων δοκοῦσι μάλιστά τε καὶ περὶ κράσεως οἱ ἀπὸ τῆς Στοᾶς περὶ κράσεως διαλαμβάνειν. οὔσης δὲ καὶ ἐν τούτοις πολυφωνίας (ἄλλοι γὰρ ἄλλως αὐτῶν τὰς κράσεις γίνεσθαι λέγουσιν) ἡ μάλιστα δοκοῦσα δόξα εὐδοκιμεῖν παρ’ αὐτοῖς περὶ κράσεως ἐστιν ἡ ὑπὸ Χρυσίππου λεγομένη. τῶν γὰρ μετ’ αὐτὸν οἱ μὲν Χρυσίππῳ συμφέρονται, οἱ δέ τινες αὐτῶν, τῆς Ἀριστοτέλους δόξης ὕστερον ἀκοῦσαι δυνηθέντες, πολλὰ τῶν εἰρημένων ὑπ’ ἐκείνου περὶ κράσεως καὶ αὐτοὶ λέγουσιν, ὧν εἷς ἐστι καὶ Σωσιγένης, ἑταῖρος Ἀντιπάτρου, οἷς οὐ δυνάμενοι πάντη συμφέρεσθαι διὰ τὴν ἐν τοῖς ἄλλοις διαφωνίαν ἐν πολλοῖς αὑτοῖς λέγοντες εὑρίσκονται μαχόμενα.

Stobaeus Eclogae I p. 153, 24 W. Χρύσιππος δὲ τοιοῦτόν τι διεβεβαιοῦτο· εἶναι τὸ ὂν πνεῦμα κινοῦν ἑαυτὸ πρὸς ἑαυτὸ καὶ ἐξ αὑτοῦ, ἢ πνεῦμα ἑαυτὸ κινοῦν πρόσω καὶ ὀπίσω· πνεῦμα δὲ εἴληπται διὰ τὸ λέγεσθαι αὐτὸ ἀέρα εἶναι κινούμενον· ἀνάλογον δὲ γίνεσθαι κἀπὶ τοῦ αἰθέρος, ὥστε καὶ εἰς κοινὸν λόγον πεσεῖν αὐτά. Ἡ τοιαύτη δὲ κίνησις κατὰ μόνους γίνεται τοὺς νομίζοντας τὴν οὐσίαν πᾶσαν μεταβολὴν ἐπιδέχεσθαι καὶ σύγχυσιν καὶ σύστασιν καὶ σύμμιξιν καὶ

συμφυσιν καὶ τὰ τούτοις παραπλήσια. Διαφέρειν γὰρ ἀρέσκει τοῖς ἀπὸ τῆς Στωϊκῆς αἱρέσεως παράθεσιν, μῖξιν, κρᾶσιν, σύγχυσιν. Παράθεσιν μὲν γὰρ εἶναι σωμάτων συναφὴν κατὰ τὰς ἐπιφανείας, ὡς ἐπὶ τῶν σωρῶν ὁρῶμεν, ἐν οἷς πυροί τε καὶ κριθαὶ καὶ φακοὶ καὶ εἴ τινα τούτοις ἄλλα παραπλήσια περιέχεται καὶ τῶν ἐπὶ τῶν αἰγιαλῶν ψήφων καὶ ἄμμων. Μϊξιν δ’ εἶναι δύο ἢ καὶ πλειόνων σωμάτων ἀντιπαρέκτασιν δι’ ὅλων, ὑπομενουσῶν τῶν συμφυῶν περὶ αὐτὰ ποιοτήτων, ὡς ἐπὶ τοῦ πυρὸς ἔχει καὶ τοῦ πεπυρακτωμένου σιδήρου, ἐπὶ τούτων γὰρ ⟨διʼ⟩ ὅλων γίγνεσθαι τῶν σωμάτων τὴν ἀντιπαρέκτασιν. Ὁμοίως δὲ κἀπὶ τῶν ἐν ἡμῖν ψυχῶν ἔχειν· δι’ ὅλων γὰρ τῶν σωμάτων ἡμῶν ἀντιπαρεκτείνουσιν, ἀρέσκει γὰρ αὐτοῖς σῶμα διὰ σώματος ἀντιπαρήκειν. Κρᾶσιν δὲ εἶναι λέγουσι δύο ἢ καὶ πλειόνων σωμάτων ὑγρῶν δι’ ὅλων ἀντιπαρέκτασιν τῶν περὶ αὐτὰ ποιοτήτων ὑπομενουσῶν· [Τὴν μὲν μῖξιν καὶ ἐπὶ ξηρῶν γίγνεσθαι σωμάτων, οἷον πυρὸς καὶ σιδήρου, ψυχῆς τε καὶ τοῦ περιέχοντος αὐτὴν σώματος· τὴν δὲ κρᾶσιν ἐπὶ μόνων φασὶ γίνεσθαι τῶν ὑγρῶν] συνεκφαίνεσθαι γὰρ ἐκ τῆς κράσεως τὴν ἑκάστου τῶν συγκραθέντων ὑγρῶν ποιότητα, οἷον οἴνου, μέλιτος, ὕδατος, ὄξους, τῶν παραπλησίων. Ὅτι δ’ ἐπὶ τοιούτων κράσεων διαμένουσιν αἱ ποιότητες τῶν συγκραθέντων, πρόδηλον ἐκ τοῦ πολλάκις ἐξ ἐπιμηχανήσεως ἀποχωρίζεσθαι ταῦτα ἀπ’ ἀλλήλων. Ἐὰν γοῦν σπόγγον ἠλαιωμένον καθῇ τις εἰς οἶνον ὕδατι κεκραμένον, ἀποχωρίσει τὸ ὕδωρ τοῦ οἴνου, ἀναδραμόντος τοῦ ὕδατος εἰς τὸν σπόγγον. Τὴν δὲ σύγχυσιν δύο ⟨ἢ⟩ καὶ πλειόνων ποιοτήτων περὶ τὰ σώματα μεταβολὴν εἰς ἑτέρας διαφερούσης τούτων ποιότητος γένεσιν, ὡς ἐπὶ τῆς συνθέσεως ἔχει τῶν μύρων καὶ τῶν ἰατρικῶν φαρμάκων (Diels Arii Didymi epit. phys. fragm. 28).

Philo de confusione linguarum § 184 Vol. II p. 264, 23 Wendl. ἀλλ’ ἡ μὲν μῖξις ἐν ξηραῖς, ἡ δὲ κρᾶσις ἐν ὑγραῖς οὐσίαις δοκιμάζεται. Μῖξις μὲν οὖν σωμάτων διαφερόντων ἐστὶν οὐκ ἐν κόσμῳ παράθεσις, ὥσπερ ἂν εἴτις σωρὸν ποιήσειε κριθὰς καὶ πυροὺς καὶ ὀρόβους καὶ ἄλλ’ ἄττα εἴδη τῶν σπαρτῶν εἰς ταὐτὸ εἰσενεγκών. Κρᾶσις δ’ οὐ παράθεσις, ἀλλὰ τῶν ἀνομοίων μερῶν εἰς ἄλληλα εἰσδυομένων δι’ ὅλων ἀντιπαρέκτασις, ἔτι δυναμένων ἐπιτεχνήσει τινὶ διακρίνεσθαι τῶν ποιοτήτων, ὡς ἐπὶ οἴνου καὶ ὕδατός φασι γίνεσθαι· συνελθούσας μὲν γὰρ τὰς οὐσίας ἀποτελεῖν κρᾶσιν· τὸ δὲ κραθὲν οὐδὲν ἧττον ἀναπληροῦσθαι πάλιν εἰς τὰς ἐξ ὧν ἀπετελέσθη ποιότητας. Σπόγγῳ γὰρ ἠλαιωμένῳ τὸ μὲν ὕδωρ ἀναλαμβάνεσθαι, τὸν δὲ οἶνον ὑπολείπεσθαι. Μήποτε ἐπειδήπερ ἐξ ὕδατος ἡ σπογγιᾶς γένεσίς ἐστι τὸ μὲν οἰκεῖον ὕδωρ πέφυκεν ἀναλαμβάνεσθαι πρὸς αὐτῆς ἐκ τοῦ κράματος, τὸ δ’ ἀλλότριον ὑπολείπεσθαι ὁ οἶνος. Σύγχυσις δέ ἐστι φθορὰ τῶν ἐξ ἀρχῆς

ποιοτήτων, πᾶσι τοῖς μέρεσιν ἀντιπαρεκτεινομένων, εἰς διαφερούσης μιᾶς γένεσιν, ὡς ἐπὶ τῆς ἐν ἰατρικῇ τετραφαρμάκου συντέτευχε. Κηρὸς γὰρ καὶ στέαρ καὶ πίττα ῥητίνη τε οἶμαι συνελθόντα ταύτην ἀποτελεῖ· συνδεθείσης δὲ ἀμήχανον ἔτι τὰς ἐξ ὧν συνετέθη διακριθῆναι δυνάμεις, ἀλλ’ ἑκάστη μὲν αὐτῶν ἠφάνισται, πασῶν δὲ φθορὰ μίαν ἐξαίρετον ἄλλην ἐγέννησε δύναμιν.

Alexander Aphrod. de mixtione p. 216, 14 Bruns. ἔστι δὲ ἡ Χρυσίππου δόξα περὶ κράσεως ἥδε· ἡνῶσθαι μὲν ὑποτίθεται τὴν σύμπασαν οὐσίαν, πνεύματός τινος διὰ πάσης αὐτῆς διήκοντος, ὑφ’ οὗ συνέχεταί τε καὶ συμμένει καὶ συμπαθές ἐστιν αὑτῷ τὸ πᾶν· τῶν δὲ μιγνυμένων ἐν αὐτῇ σωμάτων, τὰς μὲν παραθέσει μίξεις γίνεσθαι λέγει δύο τινῶν ἢ καὶ πλειόνων οὐσιῶν εἰς ταὐτὸν συντεθειμένων καὶ παρατιθεμένων ἀλλήλαις, ὥς φησιν, καθ’ ἁρμήν, σῳζούσης ἑκάστης αὐτῶν ἐν τῇ τοιαύτῃ παραθέσει κατὰ τὴν περιγραφὴν τὴν οἰκείαν οὐσίαν τε καὶ ποιότητα, ὡς ἐπὶ κυάμων, φέρε εἰπεῖν, καὶ πυρῶν ἐν τῇ παρ’ ἀλλήλους θέσει γίνεται. τὰς δέ τινας συγχύσει, δι’ ὅλων τῶν τε οὐσιῶν αὐτῶν καὶ τῶν ἐν αὐταῖς ποιοτήτων συμφθειρομένων ἀλλήλαις, ὡς γίνεσθαί φησιν ἐπὶ τῶν ἰατρικῶν φαρμάκων, κατὰ σύμφθαρσιν τῶν μιγνυμένων ἄλλου τινὸς ἐξ αὐτῶν γεννωμένου σώματος. τὰς δέ τινας γίνεσθαι μίξεις λέγει, δι’ ὅλων τινῶν οὐσιῶν τε καὶ τῶν τούτων ποιοτήτων ἀντιπαρεκτεινομένων ἀλλήλαις μετὰ τοῦ τὰς ἐξ ἀρχῆς οὐσίας τε καὶ ποιότητας σῴζειν ἐν τῇ μίξει τῇ τοιᾷδε· ἥν τινα τῶν μίξεων κρᾶσιν ἰδίως εἶναι λέγει. τὴν γὰρ δύο ἢ καὶ πλειόνων τινῶν σωμάτων ὅλων δι’ ὅλων ἀντιπαρέκτασιν ἀλλήλοις οὕτως ὡς σῴζειν ἕκαστον αὐτῶν ἐν τῇ μίξει τῇ τοιαύτῃ τήν τε οἰκείαν οὐσίαν καὶ τὰς ἐν αὐτῇ ποιότητας λέγει κρᾶσιν εἶναι μόνην τῶν μίξεων· εἶναι γὰρ ἴδιον τῶν κεκραμένων τὸ δύνασθαι χωρίζεσθαι πάλιν ἀπ’ ἀλλήλων, ὃ μόνως γίνεσθαι τῷ σῴζειν ἐν τῇ μίξει τὰ κεκραμένα τὰς αὑτῶν φύσεις. - Τὸ δὲ ταύτας τὰς διαφορὰς εἶναι τῆς μίξεως, πειρᾶται πιστοῦσθαι διὰ τῶν κοινῶν ἐννοιῶν, μάλιστα δὲ κριτήρια τῆς ἀληθείας φησὶν ἡμᾶς παρὰ τῆς φύσεως λαβεῖν ταύτας. ἄλλην γοῦν φαντασίαν ἔχειν ἡμᾶς τῶν καθ’ ἁρμὴν συγκειμένων καὶ ἄλλην τῶν συγκεχυμένων τε καὶ συνεφθαρμένων καὶ ἄλλην τῶν κεκραμένων τε καὶ ἀλλήλοις δι’ ὅλων ἀντιπαρεκτεινομένων οὕτως ὡς σῴζειν ἕκαστον αὐτῶν τὴν οἰκείαν φύσιν· ἣν διαφορὰν φαντασιῶν οὐκ ἂν εἴχομεν, εἰ πάντα τὰ ὁπωσοῦν μιγνύμενα παρέκειτο ἀλλήλοις καθ’ ἁρμήν. τὴν δὲ τοιαύτην ἀντιπαρέκτασιν τῶν κιρναμένων

ὑπολαμβάνει γίνεσθαι χωρούντων δι’ ἀλλήλων τῶν κιρναμένων σωμάτων, ὡς μηδὲν μόριον ἐν αὐτοῖς εἶναι μὴ μετέχον πάντων τῶν ἐν τῷ τοιούτῳ μίγματι· οὐκέτι γὰρ ἄν, εἰ μὴ τοῦτο εἴη, κρᾶσιν ἀλλὰ παράθεσιν τὸ γινόμενον εἶναι. - Τοῦ δὲ τοῦτο οἴεσθαι γίνεσθαι πίστεις φέρουσιν οἱ προϊστάμενοι τῆσδε τῆς δόξης τό τε πολλὰ τῶν σωμάτων σῴζειν τὰς ἑαυτῶν ποιότητας ἐπί τ’ ἐλαττόνων ἐναργῶν ὄγκων καὶ ἐπὶ μειζόνων ὄντα· ὡς ὁρᾶν ἔστιν ἐπὶ τοῦ λιβανωτοῦ, ὃς ἐν τῷ θυμιᾶσθαι λεπτυνόμενος ἐπὶ πλεῖστον τὴν αὑτοῦ φυλάσσει ποιότητα· ἔτι τε πολλὰ εἶναι, ἃ καθ’ ἑαυτὰ μὴ οἷά τε ὄντα ἐπί τι ἐλθεῖν μέγεθος ὑπ’ ἄλλων βοηθούμενα ἐπ’ αὐτὸ πρόεισι· τὸν γοῦν χρυσὸν ὑπό τινων μιγνυμένων φαρμάκων ἐπὶ πλεῖστον χεῖσθαί τε καὶ λεπτύνεσθαι, ἐφ’ ὅσον καθ’ αὑτὸν ἐλαυνόμενος οὐκ ἐδύνατο. Καὶ ἡμεῖς δέ, ἃ καθ’ αὑτοὺς ὄντες οὐκ ἔσμεν οἷοί τε ἐνεργεῖν, σὺν ἄλλοις ἐνεργοῦμεν. τούς τε γὰρ ποταμοὺς διαβαίνομεν ἀλλήλων ἐφαπτόμενοι, οὓς οὐχ οἷοί τε ἐσμὲν διαβαίνειν καθ’ αὑτούς, καὶ βάρη τινὰ φέρομεν μετ’ ἄλλων, ὧν τὸ ἐπιβάλλον ἡμῖν μέρος, μόνοι γενόμενοι, φέρειν οὐ δυνάμεθα. καὶ ἄμπελοι δὲ καθ’ αὑτὰς ἵστασθαι μὴ δυνάμεναι, ἀνίστανται ἀλλήλαις ἐμπλεκόμεναι· ὧν οὕτως ἐχόντων οὐδέν φασι θαυμαστὸν τὸ καὶ σώματά τινα βοηθούμενα ὑπ’ ἀλλήλων οὕτως ἀλλήλοις ἑνοῦσθαι δι’ ὅλων, ὡς αὐτὰ σῳζόμενα μετὰ τῶν οἰκείων ποιοτήτων ἀντιπαρεκτείνεσθαι ἀλλήλοις δι’ ὅλων ὅλα, κἂν ᾖ τινα ἐλάττω τὸν ὄγκον καὶ μὴ δυνάμενα καθ’ αὑτὰ ἐπὶ τοσοῦτον χεῖσθαί τε καὶ σῴζειν τὰς οἰκείας ποιότητας· οὕτω γὰρ καὶ τὸν κύαθον τοῦ οἴνου κιρνᾶσθαι τῷ ὕδατι τῷ πολλῷ, βοηθούμενον ὑπ’ αὐτοῦ εἰς τὴν ἐπὶ τοσοῦτον ἔκτασιν. - Τοῦ δὲ τοῦθ’ οὕτως ἔχειν ὡς ἐναργέσι χρῶνται μαρτυρίοις τῷ τε τὴν ψυχήν, ἰδίαν ὑπόστασιν ἔχουσαν, ὥσπερ καὶ τὸ δεχόμενον αὐτὴν σῶμα, δι’ ὅλου τοῦ σώματος διήκειν, ἐν τῇ μίξει τῇ πρὸς αὐτὸ σῴζουσαν τὴν οἰκείαν οὐσίαν· οὐδὲν γὰρ ψυχῆς ἄμοιρον τοῦ τὴν ψυχὴν ἔχοντος σώματος. ὁμοίως δὲ ἔχειν καὶ τὴν τῶν φυτῶν φύσιν, ἀλλὰ καὶ τὴν ἕξιν ἐν τοῖς συνεχομένοις ὑπὸ τῆς ἕξεως. Ἀλλὰ καὶ τὸ πῦρ ὅλον δι’ ὅλου χωρεῖν τοῦ σιδήρου λέγουσιν, σῴζοντος αὐτῶν ἑκατέρου τὴν οἰκείαν οὐσίαν. καὶ τῶν στοιχείων δέ φασι τῶν τεσσάρων τὰ δύο, τό τε πῦρ καὶ τὸν ἀέρα, λεπτομερῆ τε καὶ κοῦφα καὶ εὔτονα ὄντα διὰ τῶν δύο, γῆς τε καὶ ὕδατος, παχυμερῶν καὶ βαρέων καὶ ἀτόνων ὄντων, διαπεφοιτηκέναι ὅλα δι’ ὅλων, σῴζοντα τὴν οἰκείαν φύσιν καὶ συνέχειαν αὐτά τε καὶ ἐκεῖνα. δηλητήριά τε τὰ φθείροντα καὶ τὰς ὀσμάς, ὅσαι τοιαῦται, ἡγοῦνται κιρνᾶσθαι τοῖς ὑπ’ αὐτῶν πάσχουσιν ὅλα δι’ ὅλων παρατιθέμενα. Καὶ τὸ φῶς δὲ τῷ ἀέρι ὁ Χρύσιππος κιρνᾶσθαι λέγει. Καὶ αὕτη μὲν ἡ περὶ κράσεως δόξα Χρυσίππου τε καὶ τῶν κατ’ αὐτὸν φιλοσοφούντων.

Alexander Aphrod. de mixtione p. 221, 16 Bruns. εἰ δὲ τὰ

συγκεχυμένα τε καὶ συνεφθαρμένα οὐχ οἷόν τε αὐτὰ σῴζεσθαι, οὐδ’ ἂν ἔξεις σῴζοιντο αὐτῶν, εἴ γε ἓν μέν τι τὸ γεγονὸς ἐκ τῶν συγκεχυμένων τε καὶ σύνεφθαρμένων, ἀνάγκη δὲ τὸ ἓν σῶμα ὑπὸ μιᾶς, ὥς φασιν, ἕξεως συνέχεσθαι.