Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Nemesius de nat. hom. cp. 2 p. 42. εἰ δὲ λέγοιεν, καθάπερ οἱ Στωϊκοί, τονικήν τινα εἶναι κίνησιν περὶ τὰ σώματα εἰς τὸ εἴσω ἅμα
κινουμένην καὶ εἰς τὸ ἔξω· καὶ τὴν μὲν εἰς τὸ ἔξω μεγεθῶν καὶ ποιοτήτων ἀποτελεστικὴν εἶναι, τὴν δὲ εἰς τὸ εἴσω ἑνώσεως καὶ οὐσίας, ἐρωτητέον αὐτοὺς — — (sequitur refutatio platonica, paulo infra:) εἰ δὲ λέγοιεν ὅτι τὰ σώματα τριχῆ διαστατά ἐστι καὶ ἡ ψυχὴ δὲ διόλου διήκουσα τοῦ σώματος τριχῆ διαστατὴ ἐστι καὶ διὰ τοῦτο πάντως καὶ σῶμα, ἐροῦμεν etc.Simplicius in Aristot. categ. f. 68E. ed. Bas. Οἱ δὲ Στωϊκοὶ δύναμιν ἢ μᾶλλον κίνησιν τὴν μανωτικὴν καὶ πυκνωτικὴν τίθενται, τὴν μὲν ἐπὶ τὰ ἔσω, τὴν δὲ ἐπὶ τὰ ἔξω· καὶ τὴν μὲν τοῦ εἶναι, τὴν δὲ τοῦ ποιὸν εἶναι νομίζουσιν αἰτίαν.
Philo de sacrif. Abel et Cain § 68 Vol. I p. 230, 5 Wendl. de λόγῳ locutus: οὐ μεταβατικῶς κινούμενος, ὡς τὸν μὲν ἐπιλαμβάνειν, τὸν δὲ ἀπολείπειν τόπον, ἀλλὰ τονικῇ χρώμενος τῇ κινήσει.
Sextus adv. math. IX 149 (Carneadis argumentum, quo deos non esse probabat, Stoicam de spiritu doctrina respicit) ὡσαύτως δὲ καὶ ἄψυχόν ἐστιν (scil. τὸ θεῖον). εἰ γὰρ ὑπὸ ψυχῆς συνέχεται, πάντως ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν περάτων ἐπὶ τὰ μέσα φερομένου ⟨πνεύματος⟩ συνέχεται.
Cleomedes Circul. doctr. I cp. 8 p. 58 Bake. τὰ στερεὰ τῶν σωμάτων οἷά τέ ἐστι πολλαχῶς σχηματίζεσθαι, ἐπὶ δὲ πνευματικῆς ἢ πυρώδους οὐσίας, ὁπότε καθ’ αὑτὰς εἶεν, οὐδὲν ἐγχωρεῖ τοιοῦτον γίνεσθαι. Ἐπὶ τὸ οἰκεῖον οὖν τῇ φύσει αὐτῶν παραγίνονται σχῆμα τετονωμέναι καὶ τὸ ἴσον ἀπὸ τοῦ μεσαιτάτου πάντη ἀποτεινόμεναι, μαλακῆς αὐτῶν τῆς οὐσίας οὔσης καὶ μηδενὸς ὄντος στερεοῦ, ὃ ἄλλως σχηματίζοι ἂν αὐτάς.
Simplicius in Aristot. categ. f. 68E. ed. Bas. Τὸ τοίνυν σχῆμα οἱ Στωϊκοὶ τὴν τάσιν παρέχεσθαι λέγουσιν, ὥσπερ καὶ τὴν μεταξὺ τῶν σημείων διάστασιν. διὸ καὶ εὐθεῖαν ὁρίζονται γραμμὴν τὴν εἰς ἄκρον τεταμένην.
Galenus de dignoscendis pulsibus IV 2 Vol. VIII p. 923 K. τὸ μέν γε τοῦ τόνου διαμφισβητεῖται. τὴν ἀρχὴν γὰρ οἷός τίς ἐστιν ὁ τόνος ἐν τοῖς τῶν ζῴων σώμασι οὐχ ὡμολόγηται πρὸς τῶν εἰς ἐλάχιστα ἢ εἰς ἄτομα ἢ εἰς ἄναρμα τὴν ὅλην οὐσίαν καταθραυόντων. μόνοις γὰρ ὁμολογεῖται τοῖς ἡνῶσθαι φάσκουσιν αὐτήν.
Philo Leg. Alleg. II § 22 Vol. I p. 95, 8 Wendl. ὁ νοῦς — — πολλὰς ἔχει δυνάμεις, ἑκτικήν, φυτικήν, ψυχικήν, λογικήν, διανοητικήν, ἄλλας μυρίας κατά τε εἴδη καὶ γένη. Ἡ μὲν ἕξις κοινὴ καὶ τῶν ἀψύχων ἐστί, λίθων καὶ ξύλων, ἧς μετέχει καὶ τὰ ἐν ἡμῖν ἐοικότα λίθοις ὀστέα. Ἡ δὲ φύσις διατείνει καὶ ἐπὶ τὰ φυτά. καὶ ἐν ἡμῖν δέ ἐστιν ἐοικότα φυτοῖς, ὄνυχές τε καὶ τρίχες· ἐστὶ δὲ ἡ φύσις ἕξις ἤδη κινουμένη. Ψυχὴ δέ ἐστι φύσις προσειληφυῖα φαντασίαν καὶ ὁρμήν. αὕτη κοινὴ καὶ τῶν ἀλόγων ἐστίν. Ἔχεῖ δὲ καὶ ὁ ἡμέτερος νοῦς ἀναλογοῦν τι ἀλόγου ψυχῇ· πάλιν ἡ διανοητικὴ δύναμις ἰδία τοῦ νοῦ ἐστι, καὶ ἡ λογικὴ κοινὴ μὲν τάχα καὶ τῶν θειοτέρων φύσεων, ἰδία δέ, ὡς ἐν θνητοῖς, ἀνθρώπου. αὕτη δὲ διττή. ἡ μὲν καθ’ ἣν λογικοί ἐσμεν, νοῦ μετέχοντες· ἡ δὲ καθ’ ἣν διαλεγόμεθα. Philo Quod deus sit immut. § 35 Vol. II p. 64, 1 Wendl. Τῶν γὰρ σωμάτων τὰ μὲν ἐνεδήσατο ἕξει, τὰ δὲ φύσει, τὰ δὲ ψυχῇ, τὰ δὲ καὶ λογικῇ
ψυχῇ. Λίθων μὲν οὖν καὶ ξύλων, ἃ δὴ τῆς συμφυΐας ἀπέσπασται, δεσμὸν κραταιότατον ἕξιν εἰργάζετο. ἡ δέ ἐστι πνεῦμα ἀναστρέφον ἐφ’ ἑαυτό. Ἄρχεται μὲν γὰρ ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα τείνεσθαι, ψαῦσαν δὲ ἄκρας ἐπιφανείας ἀνακάμπτει πάλιν, ἄχρις ἂν ἐπὶ τὸν αὐτὸν ἀφίκηται τόπον, ἀφ’ οὗ τὸ πρῶτον ὡρμήθη. Ἕξεως ὁ συνεχὴς οὗτος δίαυλος ἄφθαρτος, ὃν οἱ δρομεῖς ἀπομιμούμενοι ταῖς τριετηρίσιν ἐν τοῖς ἀνθρώπων ἀπάντων κοινοῖς θεάτροις ὡς μέγα δὴ καὶ λαμπρὸν καὶ περιμάχητον ἔργον ἐπιδείκνυνται. Τὴν δὲ φύσιν ἀπένειμε τοῖς φυτοῖς, κερασάμενος αὐτὴν ἐκ πλείστων δυνάμεων, θρεπτικῆς τε καὶ μεταβλητικῆς καὶ αὐξητικῆς. (de his tribus δυνάμεσιν plura enarrantur) — — § 41. Ψυχὴν δὲ φύσεως τρισὶ διαλλάττουσαν ὁ ποιῶν ἐποίει αἰσθήσει, φαντασίᾳ, ὁρμῇ. Τὰ μὲν γὰρ φυτὰ ἀόρμητα, ἀφάνταστα, αἰσθήσεως ἀμέτοχα, τῶν δὲ ζῴων ἕκαστον ἀθρόων μετέχει τῶν εἰρημένων. Αἴσθησις μὲν οὖν, ὡς αὐτό που δηλοῖ τοὔνομα, εἴσθεσίς τις οὖσα, τὰ φανέντα ἐπεισφέρει τῷ νῷ. Τούτῳ γὰρ ἐπειδὴ μέγιστόν ἐστι ταμιεῖον καὶ πανδεχές, πάνθ’ ὅσα δι’ ὁράσεως καὶ ἀκοῆς καὶ τῶν ἄλλων αἰσθητικῶν ὀργάνων ἐντίθεται καὶ ἐναποθησαυρίζεται. Φαντασία δέ ἐστι τύπωσις ἐν ψυχῇ· ἃ γὰρ εἰσήγαγεν ἑκάστη τῶν αἰσθήσεων, ὥσπερ δακτύλιός τις ἢ σφραγὶς ἐναπεμάξατο τὸν οἰκεῖον χαρακτῆρα. Κηρῷ δὲ ἐοικὼς ὁ νοῦς, τὸ ἐκμαγεῖον δεξάμενος ἄκρως παρ’ ἑαυτῷ φυλάττει, μέχρις ἂν ἡ ἀντίπαλος μνήμης τὸν τύπον λεάνασα λήθη ἀμυδρὸν ἐργάσηται ἢ παντελῶς ἀφανίσῃ. Τὸ δὲ φανὲν καὶ τυπῶσαν τότε μὲν οἰκείως, τότε δὲ ὡς ἑτέρως διέθηκε τὴν ψυχήν. Τοῦτο δ’ αὐτῆς τὸ πάθος ὁρμὴ καλεῖται, ἣν ὁριζόμενοι πρώτην ἔφασαν εἶναι ψυχῆς κίνησιν. Τοσούτοις μὲν δὴ ζῷα προὔχει φυτῶν. ἴδωμεν δὲ τίνι τῶν ἄλλων ζῴων ὑπερβέβληκεν ἄνθρωπος. Ἐξαίρετον οὗτος τοίνυν γέρας ἔλαχε διάνοιαν, ᾗ τὰς ἀπάντων φύσεις, σωμάτων τε ὁμοῦ καὶ πραγμάτων εἴωθε καταλαμβάνειν. Καθάπερ γὰρ ἐν μὲν τῷ σώματι τὸ ἡγεμονικὸν ὄψις ἐστίν, ἐν δὲ τῷ παντὶ ἡ τοῦ φωτὸς φύσις, τὸν αὐτὸν τρόπον καὶ τῶν ἐν ἡμῖν τὸ κρατιστεῦον ὁ νοῦς. Ψυχῆς γὰρ ὄψις οὗτος, οἰκείαις περιλαμπόμενος αὐγαῖς, δι’ ὧν ὁ πολὺς καὶ βαθὺς ζόφος, ὃν κατέχεεν ἄγνοια τῶν πραγμάτων, ἀνασκίδναται.Critolaus apud Philonem περὶ ἀφθαρσίας κόσμου p. 248, 2. τί δήποτ’ οὐχὶ καὶ τὴν τοῦ κόσμου φύσιν λεκτέον εἶναι μακραίωνα τὴν τάξιν τῶν ἀτάκτων, τὴν ἁρμονίαν τῶν ἀναρμόστων, τὴν συμφωνίαν τῶν ἀσυμφώνων, τὴν ἕνωσιν τῶν διεστηκότων, τὴν ξύλων μὲν καὶ λίθων ἕξιν, σπαρτῶν τε καὶ δένδρων φύσιν, ψυχὴν δὲ ζώων ἀπάντων, ἀνθρώπων δὲ νοῦν καὶ λόγον, ἀρετὴν δὲ σπουδαίων τελειοτάτην; (Veri simile hanc Naturae ex Stoicorum ore definitionem verbo tenus ex aliquo Chrysippi libro desumptam esse.)
Plutarchus de virtute morali cp. 12 p. 451 b. καθόλου δὲ τῶν ὄντων αὐτοί τέ φασι (scil. Stoici antiquiores) καὶ δῆλόν ἐστιν, ὅτι τὰ μὲν ἕξει διοικεῖται, τὰ δὲ φύσει, τὰ δ’ ἀλόγῳ ψυχῇ, τὰ δὲ καὶ λόγον ἐχούσῃ καὶ διάνοιαν.
Dexippus in Aristot. categ. p. 50, 31 Busse. θαυμάζω δὲ τῶν Στωϊκῶν χωριζόντων τὰς ἕξεις ἀπὸ τῶν ἑκτῶν. ἀσώματα γὰρ μὴ παραδεχόμενοι καθ’ ἑαυτά, ὅταν ἐρεσχελεῖν δέον ᾖ, ἐπὶ τὰς τοιαύτας διαλήψεις ἔρχονται.
Galenus de nat. facult. II 3. Vol. II p. 82K. ἡ γὰρ διαπλάττουσα τὰ μόρια φύσις ἐκείνη καὶ κατὰ βραχὺ προσαύξουσα πάντως δήπου καὶ δι’ ὅλων αὐτῶν ἐκτέταται· καὶ γὰρ ὅλα δι’ ὅλων, οὐκ ἔξωθεν μόνον, αὐτὰ διαπλάττει τε καὶ τρέφει καὶ προσαύξει. — — οὐδὲν γάρ ἐστιν ἄψαυστον αὐτῇ μέρος οὐδ’ ἀνεξέργαστον οὐδ’ ἀκόσμητον.