Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Galenus περὶ πλήθους 3 Vol. VII p. 525K. ποιεῖν δ’ εἰς ἑαυτὸ λέγειν ὁτιοῦν ἢ ἐνεργεῖν εἰς ἑαυτὸ παρὰ τὴν ἔννοιάν ἐστιν· οὕτως οὖν καὶ συνέχειν ἑαυτό. καὶ γὰρ οἱ μάλιστα εἰσηγησάμενοι τὴν συνεκτικὴν δύναμιν, ὡς οἱ Στωϊκοί, τὸ μὲν συνέχον ἕτερον ποιοῦσι, τὸ συνεχόμενον δὲ ἄλλο· τὴν μὲν γὰρ πνευματικὴν οὐσίαν τὸ συνέχον, τὴν δὲ ὑλικὴν τὸ συνεχόμενον· ὅθεν ἀέρα μὲν καὶ πῦρ συνέχειν φασί, γῆν δὲ καὶ ὕδωρ συνέχεσθαι.

Galenus περὶ πλήθους 3 Vol. VII p. 526 K. ὅπως τοίνυν ἀναγκαῖόν ἐστιν εἰς ἄτοπον τὸν λόγον ἀχθῆναι, θεμένων ἡμῶν ἅπαν τὸ ὂν δεῖσθαι συνεκτικῆς αἰτίας, ἤδη σοι δίειμι. τὴν συνεκτικὴν αἰτίαν, ἥτις ποτ’ ἐστίν (οὐ γὰρ ὁμολογοῦσιν αὐτὴν οἱ Ἡροφίλειοι γιγνώσκειν), ἆρά γε ἐκ τῶν ὄντων τὶ καὶ αὐτοὶ ὑπολαμβάνουσιν ἢ τῶν οὐκ ὄντων; εἰ μὲν γὰρ τῶν οὐκ ὄντων τι, θαυμάζω τὴν σοφίαν τῶν ἀνδρῶν, εἰ καὶ τῶν ὄντων ἕκαστον δεῖσθαί φασι τῶν οὐκ ὄντων τινός· εἰ δὲ τῶν ὄντων τίθενται τὴν συνεκτικὴν αἰτίαν, ἀναμνησθήτωσαν, ὡς ἅπαν τὸ ὂν ἔφασαν αἰτίας δεῖσθαι συνεκτικῆς εἰς τὸ εἶναι. συμβήσεται γὰρ οὕτως καὶ αὐτὴν τὴν αἰτίαν αἰτίας ἑτέρας, ἵνα ὑπάρχῃ, δεηθῆναι, κἀκείνην αὖθις ἄλλης καὶ τοῦτο εἰς ἄπειρον. εἰ δὲ τῶν ὄντων τὰ μὲν ἑτέρου τινὸς αἰτίου δεῖσθαι πρὸς τὸ εἶναι, τὰ δὲ ἐξ αὑτῶν ἔχειν τὸ εἶναι φήσουσι, πρῶτον μὲν ἴστωσαν οὐκέτι διαφυλάττοντες τὸ ἐξ ἀρχῆς ἀξίωμα. —  — δεύτερον δὲ μακροτάτου χρῄζοντες λόγου διὰ τί τὰ μὲν δεῖται, τὰ δὲ οὐ δεῖται, ἢ καὶ ὁποῖα ἐκ τούτων αὐτῶν ἐστιν ἑκάτερα. οὐδὲ γὰρ οὐδ’ οἱ πολλοὶ τῶν Ἡροφιλείων οὐδ’

οἱ νεώτεροι Στωϊκοὶ λέγουσί τινα ἀπόδειξιν τοῦ τὸ μὲν πνεῦμα καὶ τὸ πῦρ συνέχειν ἑαυτό τε καὶ τὰ ἄλλα, τὸ δὲ ὕδωρ καὶ τὴν γῆν ἑτέρου δεῖσθαι τοῦ συνέξοντος. ὅσον μὲν γὰρ ἐπὶ τῇ προχείρῳ φαντασίᾳ τὸ μὲν σκληρὸν καὶ ἀντίτυπον καὶ πυκνὸν ἑαυτὸ συνέχειν ⟨ἂν⟩ λέγοιτο, τὸ δ’ ἀραιόν τε καὶ μαλακὸν καὶ ὑπεῖκον ἑτέρου δεῖσθαι τοῦ συνέξοντος. οὐ μόνον δὲ οὐδεμίαν ἀπόδειξιν εἰπόντες οἱ ἄνδρες ἀξιοῦσι πιστεύεσθαι τὴν ὑπόθεσιν αὐτῶν, ἀλλὰ καὶ πρὸς ἑαυτὴν ὑποτιθέμενοι μαχομένην οὐκ ἔτι αἰσθάνονται. τὰ γὰρ ἁπάντων λεπτομερέστερα καὶ μαλακώτερα καὶ εἰκτικώτερα, τὸ πῦρ καὶ ⟨τὸν⟩ ἀέρα, ταῦτ’ αἴτια τῇ γῇ τῆς σκληρότητός τε καὶ ἀντιτυπίας εἶναί φασιν, ὡς ἐνδεχόμενον ἕτερον ἑτέρῳ τινὶ μεταδοῦναι δυνάμεως ἢ φύσεως ἢ ἐνεργείας ἢ ποιότητος, ἧς οὐ μετείληφεν αὐτό. καὶ γὰρ αὖ καὶ φαίνεται σαφῶς οὐ μόνον οὐδὲν ὑπὸ τοῦ πυρὸς συνεχόμενον, ἀλλὰ καὶ διαλυόμενα πάντα. πρὸς μὲν δὴ τὴν τῶν Στωϊκῶν ὑπόθεσιν ἑτέρωθι λέλεκται διὰ πλειόνων.

Alexander Aphrod. de mixtione p. 223, 25 Bruns. τούτου δ’ οὕτως ἔχοντος, πῶς ἂν ἔτι ἀληθὲς εἴη, τὸ πᾶν ἡνῶσθαί τε καὶ συνέχεσθαι, πνεύματός τινος διὰ παντὸς διήκοντος αὐτοῦ; ἔπειτα δ’ εὔλογον μὲν ἦν, ὁμοίαν τὴν ὑπὸ τοῦ πνεύματος συνοχὴν γινομένην ἐν πᾶσιν εἶναι τοῖς σώμασιν· οὐχ οὕτως δ’ ἔχει. τῶν γὰρ σωμάτων τὰ μέν ἐστι συνεχῆ, τὰ δὲ διωρισμένα. διὸ εὐλογώτερον, ἕκαστον αὐτῶν ὑπὸ τοῦ οἰκείου εἲδους συνέχεσθαί τε καὶ ἡνῶσθαι λέγειν πρὸς ἑαυτό, καθ’ ὅ ἐστιν αὐτῶν ἑκάστῳ τὸ εἶναι, τὴν ⟨δὲ⟩ συμπάθειαν αὐτῶν σῴζεσθαι τὴν πρὸς ἄλληλα διά τε τὴν τῆς ὕλης κοινωνίαν καὶ τὴν τοῦ περικειμένου θείου σώματος αὐτῷ φύσιν ἢ τῷ διὰ τοῦ πνεύματος δεσμῷ τίς γὰρ καὶ ὁ τόνος τοῦ πνεύματος, ὑφ’ οὗ συνδούμενα τήν τε συνέχειαν ἔχει τὴν πρὸς τὰ οἰκεῖα μέρη καὶ συνῆπται τοῖς παρακειμένοις; βιαζόμενον μὲν γὰρ ὑπό τινος τὸ πνεῦμα, διὰ τὴν πρὸς τοῦτο εὐφυΐαν, τῷ μηδεμίαν ἀντίβασιν ἔχειν τῷ κινοῦντι δι’ εὐπάθειαν δύνασθαι, ὑπὸ τῆς ἀθρόας κινήσεως ἰσχύν τινα λαμβάνει· εὐπαθὲς δὲ ὂν κατὰ τὴν οἰκείαν φύσιν, ὑγρόν ἐστι καὶ εὐδιαίρετον, ὡς καὶ τῶν ἄλλων, ἐν οἷς ἂν ᾖ τοῦτο μεμιγμένον, κατὰ τοῦτο μάλιστά [τε καὶ] ῥᾴστην γίνεσθαι τὴν διαίρεσιν. - καὶ γὰρ εἰ τοῦ μὴ διαπίπτειν, ἀλλὰ συμμένειν τὰ σώματα αἴτιον τὸ συνέχον αὐτὰ πνεῦμα, τὰ διαπίπτοντα τῶν σωμάτων δῆλον ὡς οὐκ ἂν ἔχοι τὸ πνεῦμα τὸ συνδέον. πῶς δ’ ἂν τὴν ἀρχὴν ἡ διαίρεσις σῴζοιτο τῶν σωμάτων, εἴ γε ἡ μὲν διαίρεσις χωρισμός ἐστι τῶν ἡνωμένων, μένει δὲ κατ’ αὐτοὺς [τῶν] ἡνωμένα ὁμοίως ἀλλήλοις πάντα, κἂν διαιρεθῇ. πῶς δ’ οὐκ ἂν ἀπεμφαίνοι τὸ τὰ παρακείμενα ἀλλήλοις καὶ ῥᾳδίως ἀλλήλων χωρίζεσθαι δυνάμενα ὑπ⟨ὸ τ⟩αὐτοῦ καὶ ὁμοίως ἀλλήλοις ἡνῶσθαι λέγειν τοῖς συνεχέσι τε οὖσι καὶ χωρὶς διαιρέσεως μὴ δυναμένοις [τινὸς] ἀλλήλων χωρισθῆναί ποτε.

Alexander Aphrod. de mixtione p. 224, 14 Bruns. πρὸς δὲ τούτοις εἰ τὸ πνεῦμα γεγονὸς ἐκ πυρός τε καὶ ἀέρος διὰ πάντων

πεφοίτηκε τῶν σωμάτων ⟨τῷ⟩ πᾶσιν αὐτοῖς κεκράσθαι καὶ ἑκάστῳ αὐτῶν ἐκ τούτου ἠρτῆσθαι τὸ εἶναι, πῶς ἂν ἔτι ἁπλοῦν τι εἴη σῶμα; πῶς δ’ ἄν, εἰ ὕστερον τὸ ἔκ τινων συγκείμενον τῶν ἁπλῶν, τὸ πῦρ ἂν καὶ ὁ ἀὴρ εἴη, ἐξ ὧν μιγνυμένων τὸ πνεῦμα γίνεται, οὗ χωρὶς ἀδύνατον εἶναί τι σῶμα; εἰ γὰρ ἐξ ἐκείνων μὲν ἡ γένεσις τῷ πνεύματι, ἀδύνατον δὲ ἐκείνων εἶναί τι χωρὶς πνεύματος, οὔτ’ ἂν ἐκείνων τι εἴη πρὸ τῆς τοῦ πνεύματος γενέσεως, οὔτ’ ἂν τὸ πνεῦμα γίνοιτο, οὐκ ὄντων ἐξ ὧν ἡ γένεσις αὐτῷ. πῶς δ’ ἄν τις ἐν τῷ ψυχρῷ ἐνεργείᾳ τι θερμὸν εἶναι λέγοι; τίς δὲ καὶ ἡ εἰς τὸ ἐναντίον ἅμα κίνησις αὐτοῦ, καθ’ ἣν συνέχει τὰ ἐν οἷς ἂν ᾖ, ὄν, ὥς φασι, πνεῦμα κινούμενον ἅμα ἐξ αὑτοῦ τε καὶ εἰς αὑτό, καὶ κατὰ τί εἶδος κινήσεως γίνεται;

Plotinus Ennead. IV lib. VII, 3 (Vol. II p. 106, 20 Mü.). λυθήσεταί τε καὶ τόδε τὸ ξύμπαν, εἴ τις αὐτὸ πιστεύσειε σώματος συνέρξει, διδοὺς αὐτῷ ψυχῆς τάξιν μέχρι τῶν ὀνομάτων, ἀέρι καὶ πνεύματι σκεδαστοτάτῳ. ibid. 4. μαρτυροῦσι δὲ καὶ αὐτοὶ ὑπὸ τῆς ἀληθείας ἀγόμενοι, ὡς δεῖ τι πρὸ τῶν σωμάτων εἶναι κρεῖττον αὐτῶν ψυχῆς εἶδος, ἔννουν τὸ πνεῦμα καὶ πῦρ νοερὸν τιθέμενοι, ὥσπερ ἄνευ πυρὸς καὶ πνεύματος οὐ δυναμένης τῆς κρείττονος μοίρας ἐν τοῖς οὖσιν εἶναι, τόπον δὲ ζητούσης εἰς τὸ ἱδρυθῆναι —  — εἰ δὲ μηδὲν παρὰ τὸ πνεῦμα τὴν ζωὴν καὶ τὴν ψυχὴν τίθενται, τί τὸ πολυθρύλλητον αὐτοῖς πὼς ἔχον, εἰς ὃ καταφεύγουσιν ἀναγκαζόμενοι τίθεσθαι ἄλλην παρὰ τὰ σώματα φύσιν δραστήριον; εἰ οὖν οὐ πᾶν μὲν πνεῦμα ψυχήν (ὅτι μυρία πνεύματα ἄψυχα), τὸ δὲ πὼς ἔχον πνεῦμα φήσουσι, τὸ πὼς ἔχον τοῦτο καὶ ταύτην τὴν σχέσιν ἢ τῶν ὄντων τι φήσουσιν ἢ μηδέν· ἀλλ’ εἰ μὲν μηδέν, πνεῦμα ἂν εἴη μόνον, τὸ δὲ πὼς ἔχον ὄνομα· καὶ οὕτω συμβήσεται αὐτοῖς, οὐδὲ ἄλλο οὐδὲν εἶναι λέγειν ἢ τὴν ὕλην· καὶ ψυχὴν καὶ θεὸν καὶ *** ὀνόματα πάντα, ἐκεῖνο δὲ μόνον ⟨ὄν⟩.

Plutarchus de comm. not. cp. 49 p. 1085c. τά γε μὴν τέσσαρα σώματα, γῆν καὶ ὕδωρ ἀέρα τε καὶ πῦρ, πρῶτα στοιχεῖα προσαγορεύοντες, οὐκ οἶδ’ ὅπως τὰ μὲν ἁπλᾶ καὶ καθαρά, τὰ δὲ σύνθετα καὶ μεμιγμένα ποιοῦσι. γῆν μὲν γάρ φασι καὶ ὕδωρ οὔθ’ ἑαυτὰ συνέχειν οὔθ’ ἕτερα, πνευματικῆς δὲ μετοχῇ καὶ πυρώδους δυνάμεως τὴν ἑνότητα διαφυλάττειν· ἀέρα δὲ καὶ πῦρ αὑτῶν τ’ εἶναι δι’ εὐτονίαν ἑκτικά, καὶ τοῖς δυσὶν ἐκείνοις ἐγκεκραμένα τόνον παρέχειν καὶ τὸ μόνιμον καὶ οὐσιῶδες. Ex his Plutarchus concludit: ἀλλ’ οὐκ ἔστι γῆ καθ’ ἑαυντὴν οὐδ’ ὕδωρ· ἀλλὰ τὴν ὕλην ὁ ἀὴρ ὧδε μὲν συναγαγὼν καὶ πυκνώσας γῆν ἐποίησεν, ὧδε δὲ πάλιν διαλυθεῖσαν καὶ μαλαχθεῖσαν ὕδωρ. οὐδέτερον οὖν τούτων στοιχεῖον, οἷς ἕτερον ἀμφοτέροις οὐσίαν καὶ γένεσιν παρέσχηκεν.

Scholia Hesiod. Theogon. v. 120. τὰ τρία στοιχεῖα εἰπὼν τὸ τέταρτον λέγει, τὸ πῦρ, ὅπερ δαιμονίως ἔρωτά φησι· συναρμόζειν γὰρ καὶ ἑνοῦν πέφυκεν.

Galenus de tremore, palpitatione, convulsione 6 Vol. VII p. 616K. οὐκ ὄγκους καὶ πόρους ἡμῶν στοιχεῖα τιθεμένων τοῦ σώματος - ἀλλὰ τὸ μὲν ὅλον σῶμα σύμπνουν τε καὶ σύῤῥουν ἡγουμένων, τὸ θερμὸν δ’ οὐκ ἐπίκτητον οὐδ’ ὕστερον τοῦ ζῴου τῆς γενέσεως, ἀλλ’ αὐτὸ πρῶτόν τε καὶ ἀρχέγονον καὶ ἔμφυτον. καὶ ἥ γε φύσις καὶ ἡ ψυχὴ οὐδὲν ἄλλο ἢ τοῦτ’ ἐστίν, ὥστ’ οὐσίαν αὐτοκίνητόν τε καὶ ἀεικίνητον αὐτὸ νοῶν οὐκ ἂν ἁμάρτοις. —  — ἅτε γὰρ ἀεικίνητον ὂν τὸ ἔμφυτον θερμόν, οὔτ’ εἴσω μόνον οὕτ’ ἔξω κινεῖται, διαδέχεται δ’ ἀεὶ τὴν ἑτέραν αὐτοῦ κίνησιν ἡ ἑτέρα. ταχὺ γὰρ ἂν ἡ μὲν ἔσω μονὴ κατέπαυσεν εἰς ἀκινησίαν, ἡ δὲ ἐκτὸς ἐσκέδασέ τε καὶ ταύτῃ διέφθειρεν αὐτό. μέτρια δὲ σβεννύμενον καὶ μέτρια ἀναπτόμενον, ὡς Ἡράκλειτος ἔλεγεν, ἀεικίνητον οὕτω μένει. ἀνάπτεται μὲν οὖν τῇ κάτω συννεύσει, τῆς τροφῆς ὀρεγόμενον· αἰρόμενον δὲ καὶ πάντη σκιδνάμενον σβέννυται. ἀλλὰ τὴν μὲν ἄνω τε καὶ ἔξω φορὰν καὶ ὡς ἄν τις εἴποι ἐξάπλωσιν ἀπὸ τῆς ἰδίας ἀρχῆς, διότι φύσει θερμόν ἐστι, κέκτηται· τὴν δ’ εἴσω τε καὶ κάτω, τουτέστιν ἐπὶ τὴν ἰδίαν ἀρχὴν ὁδόν, ὅτι ψυχροῦ τι μετέχει· μικτὸν γὰρ ἐκ θερμοῦ καὶ ψυχροῦ γέγονε· κατὰ μὲν τὸν πρῶτον λόγον τοῦ θερμοῦ, ⟨ᾗ⟩ τοῦτ’ ἐστιν αὐτοκίνητον αὐτοῦ καὶ τούτου μάλιστα δεῖται πρὸς τὰς ἐνεργείας· μεγάλην δ’ ὅμως αὐτῷ χρείαν καὶ τὸ ψυχρὸν παρέχει. πέφυκε γὰρ τὸ μὲν θερμὸν εἰς ὕψος αἴρεσθαι καὶ συμπροσάγειν αὑτῷ τὴν τροφήν. εἰ δὲ μὴ τὸ ψυχρὸν ἐμποδὼν ἐγένετο, καὶ ἐπὶ μήκιστον προῆκε. γίνεται δ’ ἐμποδὼν τὸ ψυχρὸν τῇ τοιαύτῃ τοῦ θερμοῦ κινήσει, ὡς μὴ ἀπόλοιτο ἐκτεινόμενον. κίνδυνος γὰρ ὑπὸ κουφότητος καὶ τῆς πρὸς τὸ ἄνω ὁρμῆς ἀποστῆναι τῶν σωμάτων αὐτό. ἀλλὰ τὸ ψυχρὸν ἐπέχει τε καὶ κωλύει καὶ τῆς ἄγαν ταύτης κινήσεως ἀφαιρεῖ τὸ σφοδρόν.

Clemens Al. Stromat. V 8 p. 674 (ex Clodio Neapolitano) σφὶγξ δὲ οὐχ ἡ τῶν ὅλων σύνεσις καὶ ἡ τοῦ κόσμου κατὰ τὸν ποιητὴν Ἄρατον περιφορά. ἀλλὰ τάχα μὲν ὁ διήκων πνευματικὸς τόνος καὶ συνέχων τὸν κόσμον εἴη ἄν. ἄμεινον δὲ ἐκδέχεσθαι τὸν αἰθέρα πάντα συνέχοντα καὶ σφίγγοντα· καθὰ καὶ ὁ Ἐμπεδοκλῆς φησίν· (v. 130-33 St.)

Alexander Aphrod. de anima libri mant. p. 131, 5 Bruns. τὸ δὲ ὅλον ἀπορίας ἔχει πολλὰς ἡ περὶ τῆς τονικῆς κινήσεως δόξα. πρῶτον μὲν γὰρ ὁμοειδές τι ὂν αὐτὸ ἑαυτὸ κινήσει, ὃ ἀδύνατον δείκνυται προχειριζομένοις τὰς καθέκαστα κινήσεις. ἔπειτα εἴπερ ἕν τι συνέχει τόν τε σύνολον κόσμον ἅμα τοῖς ἐν αὐτῷ, καὶ καθ’ ἕκαστον τῶν ἐπὶ μέρους σωμάτων ἐστί τι ὃ συνέχει, πῶς οὐκ ἀναγκαῖον ταὐτὸν ἅμα τὰς ἐναντίας κινεῖσθαι κινήσεις.

Plutarchus de Stoic. repugn. cp. 43 p. 1053f. πάλιν ἐν τοῖς περὶ Ἕξεων οὐδὲν ἄλλο τὰς ἕξεις πλὴν ἀέρας εἶναί φησιν· ὑπὸ τούτων γὰρ συνέχεται τὰ σώματα· καὶ τοῦ ποιὸν ἕκαστον εἶναι τῶν ἕξει συνεχομένων ὁ συνέχων αἴτιος ἀήρ ἐστιν, ὃν σκληρότητα μὲν ἐν σιδήρῳ, πυκνότητα δ’ ἐν λίθῳ, λευκότητα δ’ ἐν ἀργύρῳ καλοῦσι. p. 1054a. Καίτοι πανταχοῦ τὴν ὕλην ἀργὸν ἐξ ἑαυτῆς καὶ ἀκίνητον ὑποκεῖσθαι ταῖς ποιότησιν ἀποφαίνουσι, τὰς δὲ ποιότητας

πνεύματα οὔσας καὶ τόνους ἀερώδεις, οἷς ἂν ἐγγένωνται μέρεσι τῆς ὕλης, εἰδοποιεῖν ἕκαστα καὶ σχηματίζειν.

Galenus de musculorum motu I cp. 7 et 8 (K. vol. IV p. 400) (Quaerit Galenus, siquis brachium extendat atque hunc statum servet, moveantur musculi necne?) διότι μὲν γὰρ ἐνεργοῦσιν οἱ μύες διὰ τοῦτ’ αὐτοὺς κινεῖσθαι λέγομεν· διότι δ’ οὔθ’ ὅλον τὸ κῶλον οὗ μέρος εἰσίν, οὔτ’ αὐτοὶ κατὰ μόνας φαίνονται κινούμενοι, διὰ τοῦτ’ αὐτοὺς πάλιν οὐ τολμῶμεν ὁμολογεῖν κινεῖσθαι. τίνα οὖν ἄν τις λύσιν ἐφεύροι τῆς ἀπορίας; πότερον ἣν οἱ τὰς τονικὰς καλουμένας ὑποθέμενοι κινήσεις, ἤ τινα ἑτέραν βελτιόνα —  — ; cp. 8. καὶ δὴ ποιοῦμεν οὕτως καὶ πρῶτον μὲν ὥσπερ ἐκεῖνοι διδάσκουσιν ὁ λόγος προΐτω. Νοήσωμεν ἕλκεσθαί τι σῶμα τῶν ἀψύχων, οἷον ξύλον ἢ λίθον ὑπό του, αὖθις δ’ αὖ νοήσωμεν ὑφ’ ἑτέρου τινὸς ἐπὶ τἀναντία ταὐτὸ τοῦτο πάλιν ἀντισπᾶσθαι, κρατεῖν μέντοι τῇ ῥώμῃ τὴν προτέραν ὁλκὴν καὶ διὰ τοῦθ’ ἕπεσθαι μὲν ἐκείνῃ τὸ σῶμα, πολὺ δ’ ἧττον ἢ εἰ πρὸς μηδενὸς ἀνθείλκετο. τρίτην δὴ κατάστασιν τῷ τοιούτῳ σώματι προσφέρωμεν ὅταν ἰσοσθενῶς εἰς τἀναντία τείνηται. οὐκοῦν ἡ μὲν πρώτη κατάστασις ἐκίνησεν αὐτὸ μίαν κίνησιν ὅσην ἡ τοῦ κινοῦντος δύναμις ἠδύνατο καὶ εἰς τοσαύτην ἠνάγκασε προελθεῖν διάστασιν εἰς ὅσην οἷόν τ’ ἦν ἄγειν τὸ κινοῦν, ἡ δὲ δευτέρα τοσοῦτον ἐλάττονα τῆς πρόσθεν τὴν διάστασιν ἀπέδειξεν, ὅσον θάτερον τῶν κινούντων εἰς τοὐναντίον ἀπέσπασε τὸ κινούμενον. ἡ δὲ τρίτη κατάστασις, ὅσον ἡ ἑτέρα τῶν κινήσεων εἷλκε πρόσω τοσοῦτον ἀντισπώσης εἰς τοὐπίσω τῆς ἑτέρας, ἐν ταὐτῷ τόπῳ τὸ σῶμα μένειν ἠνάγκασεν, οὐχ ὡς τὸ παντελῶς ἀκίνητον· μένει γὰρ καὶ τοῦτ’ ἐν ταὐτῷ διὰ παντὸς ἀλλ’ οὐχ ὁμοίως ἐκείνῳ· τὸ μὲν γὰρ ὅτι μηδ’ ὅλως κινεῖται, τὸ δὲ ὅτι διττῶς, ὥσπερ καὶ ὁ πρὸς ῥοῦν ποταμῶν νήχων ἐναντίως. καὶ γὰρ οὗτος ἐὰν ἰσοσθενὴς ᾖ τῇ τοῦ ῥοῦ σφοδρότητι κατὰ τὸν αὐτὸν ἀεὶ διαμένει τόπον, οὐχ ὡς μηδ’ ὅλως κινούμενος, ἀλλ’ ὅτι πρόσω τοσοῦτον ὑπὸ τῆς οἰκείας διαφέρεται κινήσεως ὅσον ὑπὸ τῆς ἔξωθεν ὀπίσω φέρεται. οὐδὲν δὲ χεῖρον οὕτω ἀσαφὲς πρᾶγμα διὰ πλειόνων ἐξετάζεσθαι παραδειγμάτων. ἔστω τις ὑψηλὸς ὄρνις ἐν ταὐτῷ τόπῳ φαινόμενος μένειν. πότερον ἀκίνητον εἶναι τοῦτον λεκτέον, ὥσπερ εἰ καὶ κρεμάμενος ἄνωθεν ἔτυχεν, ἢ κινεῖσθαι τὴν ἐπὶ τὰ ἄνω κίνησιν εἰς τοσοῦτον εἰς ὅσον ἤγαγεν αὐτὸν κάτω τὸ τοῦ σώματος βάρος; ἐμοὶ μὲν τοῦτο ἀληθέστερον εἶναι δοκεῖ. στερήσας γοῦν αὐτὸν τῆς ψυχῆς ἢ τοῦ τῶν μυῶν τόνου ταχέως ἐπὶ τὴν γῆν ὄψει καταφερόμενον· ᾧ δῆλον ὅτι τὴν σύμφυτον τῷ τοῦ σώματος βάρει κάτω ῥοπὴν εἰς ἴσον ἀντεσήκου τῇ κατὰ τὸν τῆς ψυχῆς τόνον ἄνω φορᾷ. πότερον οὖν ἐν ταῖς τοιαύταις ἁπάσαις καταστάσεσι ποτὲ μὲν κάτω ποτὲ δὲ ἄνω τὸ σῶμα φέρεται τἀναντία πάσχον ἐν μέρει, διὰ δὲ τὸ ταχείας τε καὶ ὀξυῤῥόπους γίνεσθαι τὰς μεταβολὰς καὶ κατὰ βραχυτάτων διαστημάτων φέρεσθαι τὰς κινήσεις ἐν ταὐτῷ φαίνεται τόπῳ μένειν ἢ ὄντως ἕνα διὰ παντὸς τοῦ χρόνου κατέχει τόπον, οὐ τοῦ παρόντος καιροῦ διελθεῖν· ἐν γὰρ τοῖς φυσικοῖς περὶ κινήσεως λόγοις τὰ τοιαῦτα ἐρευνᾶσθαι δικαιότερον· ἀλλ’ ἀρκεῖ πρὸς τὰ παρόντα τοῦτο ἐξευρῆσθαι τὸ γίγνεσθαί τι καὶ τοιοῦτον εἶδος ἐνεργείας ὃ καλεῖν μὲν εἴτε τονικὸν εἴτ’ ἄλλως ὡς ἂν ἐθέλῃς οὐ διοίσει. Cf. de tremore, palpitatione, convulsione 4 Vol. VII p. 589 K.