Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Galenus de simplic. medic. IV 2. Vol. XI p. 626 K. ἀλλ’ ἀὴρ μὲν ἐκπυρωθεὶς φλὸξ γίγνεται, γῆ δὲ ἄνθραξ, τὸ δ’ ὕδωρ δέχεται μὲν ἰσχυρὰν θερμασίαν, ἀλλ’ οὔτε φλὸξ οὔτ’ ἄνθραξ γίνεται, διὰ τὴν σύμφυτον ὑγρότητα. φλὸξ μὲν γὰρ καὶ ἄνθραξ εἴδη πυρός etc.
Galenus de simplic. medicam. I 14. Vol. XI p. 405 K. λέγω δὲ ἀραιὰν (οὐσίαν), ἧς τὰ μόρια διαλαμβάνεται χώραις κεναῖς, ἐπισταμένων ἡμῶν δηλονότι καὶ μεμνημένων ἀεί, πῶς λέγεται χώρα κενὴ πρὸς τῶν ἡνῶσθαι φασκόντων τὴν οὐσίαν, ὅτι μὴ καθάπερ Ἐπικούρῳ καὶ Ἀσκληπιάδῃ δοκεῖ, ἀλλ’ ἔστιν ἀέρος πλήρης ἐν ἅπασι τοῖς ἀραιοῖς σώμασιν ἡ κενὴ χώρα.
Plutarchus de Stoic. repugmn. cp. 43 p. 1053f. Τὸν ἀέρα φύσει ζοφερὸν εἶναι λέγει, καὶ τούτῳ τεκμηρίῳ χρῆται τοῦ καὶ ψυχρὸν εἶναι πρώτως· ἀντικεῖσθαι γὰρ αὐτοῦ τὸ μὲν ζοφερὸν πρὸς τὴν λαμπρότητα, τὸ δὲ ψυχρὸν πρὸς τὴν θερμότητα τοῦ πυρός. Ταῦτα κινῶν ἐν τῷ πρώτῳ τῶν Φυσικῶν ζητημάτων πάλιν ἐν τοῖς etc. idem de primo frigido cp. 17 p. 952c. ἐπεὶ δὲ καὶ Χρύσιππος οἰόμενος τὸν ἀέρα πρώτως ψυχρὸν εἶναι, διότι καὶ σκοτεινόν, ἐμνήσθη μόνον τῶν πλέον ἀφεστάναι τὸ ὕδωρ τοῦ αἰθέρος ἢ τὸν ἀέρα λεχόντων, καὶ πρὸς αὐτοῦς τι βουλόμενος εἰπεῖν Οὕτω μὲν ἄν, ἔφη, καὶ τὴν γῆν ψύχρὰν εἶναι πρώτως λέγοιμεν, ὅτι τοῦ αἰθέρος ἀφέστηκε πλεῖστον, ὡς ἀδόκιμόν τινα παντελῶς τοῦτον καὶ ἄτοπον
ἀποῤῥίψας τὸν λόγον, ἐγώ μοι δοκῶ μηδὲ τὴν γῆν ἄμοιρον εἰκότων καὶ πιθανῶν ἀποφαίνειν, ποιησάμενος ἀρχὴν ᾧ μάλιστα Χρύσιππος ὑπὲρ τοῦ ἀέρος κέχρηται· τί δὲ τοῦτό ἑστι; τὸ κοτεινὸν ὄντα πρώτως ⟨εἶναι καὶ ψυχρὸν πρώτως⟩.idem de primo frigido cp. 9 p. 948d. ἐπεὶ τὸ πῦρ θερμὸν ἅμα καὶ λαμπρόν ἐστι, δεῖ τὴν ἀντικειμένην τῷ πυρὶ φύσιν ψυχράν τε εἷναι καὶ σκοτεινήν· ἀντίκειται γὰρ ὡς τῷ λαμπρῷ τὸ ζοφερόν, οὕτω τῷ θερμῷ τὸ ψυχρόν· ἔστι γὰρ ὡς ὄψεως τὸ σκοτεινόν, οὕτω τὸ ψυχρὸν ἁφῆς συγχυτικόν· ἡ δὲ θερμότης διαχεῖ τὴν αἴσθησιν τοῦ ἁπτομένου, καθάπερ ἡ λαμπρότης τοῦ ὁρῶντος. τὸ ἄρα πρώτως σκοτεινὸν ἐν τῇ φύσει πρώτως καὶ ψυχρόν ἐστιν. - ὅτι δὲ ἀὴρ τὸ πρώτως σκοτεινόν ἐστιν, οὐδὲ τοὺς ποιητὰς λέληθεν· ἀέρα γὰρ τὸ σκότος καλοῦσιν· Ἀὴρ γὰρ παρὰ νηυσὶ βαθὺς ἧν, οὐδὲ σελήνη οὐρανόθεν προὔφαινεν. (ι 143) καὶ πάλιν· Ἠέρα ἑσσάμενοι πᾶσαν φοιτῶσιν ἐπ’ αἶαν (Hes. Op. et. D. 255) καὶ πάλιν Αὐτίκα δ’ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὁμίχλην, ἠέλιος δ’ ἐπέλαμψε· μάχη δ’ ἐπὶ πᾶσι φαάνθη (P 649) καὶ γὰρ κνέφας τὸν ἀφώτιστον ἀέρα καλοῦσιν, κενὸν ὡς ἔοικε φάους ὄντα· καὶ νέφος· ὁ συμπεσὼν καὶ πυκνωθεὶς ἀὴρ ἀποφάσει φωτὸς κέκληται· καλεῖται δὲ καὶ ἀχλὺς καὶ ὁμίχλη, καὶ ὅσα τοῦ φωτὸς οὐ παρέχει τῇ αἰσθήσει δίοψιν, ἀέρος εἰσὶ διαφοραί· καὶ τὸ ἀειδὲς αὐτοῦ καὶ ἄχρωστον Ἁΐδης καὶ Ἀχέρων ἐπίκλησιν ἔσχεν. ὥσπερ οὖν αὐγῆς ἐπιλιπούσης σκοτεινὸς ἀήρ, οὕτω θερμοῦ μεταστάντος τὸ ἀπολειπόμενον ἀὴρ ψυχρός, ἄλλο δὲ οὐδέν ἐστι· διὸ καὶ τάρταρος οὕτως ὑπὸ ψυχρότητος κέκληται· δηλοῖ δὲ καὶ Ἡσίοδος εἰπών· - τάρταρον ἠερόεντα· (Hesiod. Theog. 119) καὶ τὸ ῥιγοῦντα πάλλεσθαι καὶ τρέμειν ταρταρίζειν. ταῦτα μὲν οὖν τοιοῦτον ἔχει λόγον. cp. 10. Ἐπεῖ δὲ ἡ φθορὰ μεταβολή τίς ἐστι τῶν φθειρομένων εἰς τοὐναντίον ἑκάστῳ, σκοπῶμεν εἰ καλῶς εἴρηται τὸ Πυρὸς θάνατος ἀέρος γένεσις. Θνήσκει γὰρ καὶ πῦρ, ὥσπερ ζῷον, ἢ βίᾳ σβεννύμενον ἢ δι’ αὑτοῦ μαραινόμενον. ἡ μὲν οὖν σβέσις ἐμφανεστέραν ποιεῖ τὴν εἰς ἀέρα μεταβολὴν αὐτοῦ· καὶ γὰρ ὁ καπνὸς ἀέρος ἐστὶν εἶδος, καὶ ἡ κατὰ Πίνδαρον, Ἀέρα κνισᾶντι λακτίζοισα καπνῷ λιγνὺς καὶ ἀναθυμίασις. οὐ μὴν ἀλλὰ καὶ φθινούσης ἀτροφίᾳ
φλογὸς ἰδεῖν ἔστιν, ὥσπερ ἐπὶ τῶν λύχνων, τὸ ἄκρον εἰς ἀέρα καὶ γνοφώδη καὶ ζοφερὸν ἀποχεόμενον. ἱκανῶς δὲ καὶ ὁ τῶν μετὰ λουτρὸν ἢ πυρίαν περιχεαμένων ψυχρὸν ἀνιὼν ἀτμὸς ἐνδείκνυται τὴν εἰς ἀέρα τοῦ θερμοῦ φθειρομένου μεταβολήν, ὡς φύσει πρὸς τὸ πῦρ ἀντικείμενον· ᾧ τὸ πρώτως τὸν ἀέρα σκοτεινὸν εἶναι καὶ ψυχρὸν ἠκολούθει. cp. 11. Καὶ μὴν ἁπάντων γε τῶν γινομένων ὑπὸ ψυχρότητος ἐν τοῖς σώμασι σφοδρότατον καὶ βιαιότατον ἡ πῆξις οὖσα, πίθος μέν ἐστιν ὕδατος, ἔργον δὲ ἀέρος· αὐτὸ μὲν γὰρ καθ’ ἑαυτὸ τὸ ὕδωρ εὐδιάχυτον καὶ ἀπαγὲς καὶ ἀσύστατόν ἐστιν, ἐντείνεται δὲ καὶ συνάγεται τῷ ἀέρι σφιγγόμενον ὑπὸ ψυχρότητος· διὸ καὶ λέλεκται, Εἰ δὲ νότος βορέην προκαλέσσεται, αὐτίκα νίψει· Τοῦ γὰρ νότου καθάπερ ὕλην τὴν ὑγρότητα παρασκευάσαντος ὁ βόρειος ἀὴρ ὑπολαβὼν ἔπηξε. καὶ δῆλόν ἐστι μάλιστα περὶ τὰς χιόνας, ἀέρα γὰρ μεθεῖσαι καὶ προαναπνεύσασαι λεπτὸν καὶ ψυχρὸν οὕτω ῥέουσιν· Ἀριστοτέλης δὲ καὶ τὰς ἀκόνας τοῦ μολίβδου τήκεσθαί φησι καὶ ῥεῖν ὑπὸ κρύους καὶ χειμῶνος, ὕδατος μόνου πλησιάζοντος αὐταῖς· ὁ δὲ ἀήρ, ὡς ἔοικε, συνελαύνων τὰ σώματα τῇ ψυχρότητι καταθραύει καὶ ῥήγνυσιν. Similes argumentationes cp. 12 continentur.Galenus de simpl. medicam. temp. II 20 ed. Bas. II 25 K. XI 510. καὶ δῆλον ὡς ἐντεῦθεν αὐτοὺς διαδέχεται μέγιστον ζήτημα, τὸ καὶ τοῖς ἐνδοξοτάτοις φιλοσόφοις ἠμφισβητημένον, Ἀριστοτέλους μὲν καὶ τῶν ἀπ’ αὐτοῦ θερμὸν ὑπολαμβανόντων εἶναι τὸν ἀέρα, τῶν δ’ ἀπὸ τῆς Στοᾶς ψυχρόν.
Alexander de anima libri mantissa p. 124, 9 Bruns (in capite ὅτι αἱ ποιότητες οὐ σώματα adversus Stoicos scripto) ἔτι εἰ σῶμα αἱ ποιότητες καὶ τὸ φῶς ποιότης καὶ, ὡς δοκεῖ αὐτοῖς, σῶμα. p. 132, 30 (in capite πρὸς τοὺς διὰ τῆς τοῦ ἀέρος συνεντάσεως τὸ ὁρᾶν ποιοῦντας, adversus Chrysippum conscripto) ἔτι εἰ τὸ φῶς σῶμα ὃν καὶ δι’ ὕδατος καὶ διὰ τῶν ἄλλων κεχωρηκέναι λέγουσιν, δῆλον ὡς, ἂν φανῇ τὸ φῶς μὴ ὃν σῶμα, κενὸς ὁ λόγος ἂν εἴη. εἰ γάρ, διότι σῶμα, ἐπέρεισις αὐτῷ γίνεται, ἂν μὴ σῶμα ᾖ, δῆλον ὅτι οὐκ ἐπερεισθήσεται. ἔτι πῶς οὐ συγκρίνεται τῇ τοῦ ὕδατος ψυχρότητι τὸ φῶς τοῦτο καὶ παύεται τοῦ φῶς εἶναι, εἴπερ διακρίσει φῶς ἐστιν. ἔτι καὶ ἐν τοῖς πάγοις ἐχρῆν ἧττον φῶς γίνεσθαι, καθάπερ καὶ ἀλέαν. τὸ γὰρ μὴ συγκρίνεσθαι τὸ πνεῦμα ὕδατος συγκρινομένου καὶ κρυστάλλου γινομένου παράλογον, εἴ γέ ἐστιν ἀὴρ διακρινόμενος τὸ φῶς. p. 138, 2 (extremo capite πρὸς τοὺς διὰ τῆς ἀποῤῥοίας τῆς ἀπ’ ἀμφοῖν τὸ ὁρᾶν λέγοντας) ἔτι καὶ κατὰ τούτους σῶμα ἔσται τὸ φῶς (sequitur caput: ὅτι μὴ σῶμα τὸ φῶς). Εἰ σῶμα τὸ φῶς, ἤτοι πῦρ ἐστι ἢ πυρὸς ἀποῤῥοή, ἣν αὐγήν τε λέγουσιν καὶ τρίτον τι πυρὸς εἶδος. p. 139, 1. ἔτι εἰ σῶμα τὸ σκότος, ὁ ἀήρ, ἐν ᾧ γίνεται τὸ φῶς, ἤτοι δι’ ὅλου σῶμα ὢν δέξεται τὸ φῶς, καὶ οὕτω σῶμα διὰ σώματος χωρήσει, ἢ
ἕξει πόρους, δι’ ὧν δίεισιν τὸ φῶς. οὗτοι δὴ ἤτοι, ὅταν μὴ ᾖ φῶς, ἔσονταί τινος ἄλλου σώματος πλήρεις, ὃ τί ποτε ἐροῦσιν εἶναι, ἢ ποῦ μεθίστασθαι; δεήσει γὰρ αὐτὸ λεπτότερον ἀέρος εἶναι, ἀλλὰ καὶ τοῦ φωτὸς αὐτοῦ, εἴ γε καὶ τούτῳ ὑποχωρεῖ καὶ μεθίσταται· τί δ’ ἂν εἴη σῶμα κατ’ αὐτοὺς τοῦ φωτὸς λεπτότερον; — — εἰ δὲ οἱ τοῦ ἀέρος πόροι κενοὶ μένουσιν ὄντος σκότους, πρῶτον μὲν ἔσται κενόν τι ἐνεργείᾳ ἐν τῷ κόσμῳ κατ’ αὐτούς, ὅπερ οὐ θέλουσιν, ἔτι καὶ μανότερος ὁ ἀὴρ ἔσται τῆς νυκτός, ἅτε ἔχων ἐν αὑτῷ κενά (δοκεῖ δὲ πυκνότερος γίνεσθαι τότε), ἔτι τὸ φῶς οὐκ ἔσται διακριτικὸν καὶ λεπτυντικὸν τοῦ ἀέρος, ὡς λέγουσιν, ἀλλὰ τοὐναντίον.Galenus in Hippocr. Epidem. VI comment. IV Vol. XVII B. p. 161 K. Λαμπρὸν γὰρ φαίνεται τὸ καθαρὸν ὕδωρ οὐκ αὐγῆς τινος ἔξωθεν ἐμπιπτούσης εἰς αὐτὸ λαμπρᾶς, ἀλλὰ κατὰ τὴν ἀλλοίωσιν, ἣν ἐκ τοῦ προσπίπτοντος ἔχει φωτός, ὥσπερ γε καὶ αὐτὸς ὁ ἀήρ. οὐδὲ γὰρ οὐδ’ οὗτός ἐστι κατὰ τὴν αὑτοῦ φύσιν λαμπρός· πάντως ⟨γὰρ⟩ ἂν ἦν καὶ νύκτωρ τοιοῦτος. ἀλλὰ τοῖς ἄνω πέρασιν αὐτοῦ προσπιπτούσης τῆς ἡλιακῆς αὐγῆς ὅλος ἀλλοιοῦταί τε καὶ μεταβάλλεται συνεχὴς ὢν ἑαυτῷ τὸ δὲ κενὰς εἶναί τινας χώρας ἢ κατὰ τὸ ὕδωρ ἢ κατὰ τὸν ἀέρα, τῇ μὲν Ἐπικούρου τε καὶ Ἀσκληπιάδου δόξῃ περὶ τῶν στοιχείων ἀκόλουθόν ἐστιν· τῇ δ’ Ἀριστοτέλους τε καὶ ⟨τῶν⟩ Στωϊκῶν ἐναντίον, οὐδαμόθι κενὸν οὐδὲν ἐν τῷ κόσμῳ πεπεισμένων ὑπάρχειν, ἀλλ’ ἐκπεπληρῶσθαι πάντα σώμασιν. οὐδὲ γὰρ κατὰ τὴν κίσσηριν αἱ μεταξὺ τῶν γεωδῶν σωμάτων χῶραι παντάπασιν αὐτοῖς εἶναι δοκοῦσι κεναί. περιέχεσθαι γοῦν ἐν αὐταῖς τὸν ἀέρα φασί. κατὰ μέντοι τὸ ὕδωρ οὐκ εἶναί τινα ποροποιΐαν τοιαύτην ὁποία κατὰ τὴν κίσσηρίν ἐστιν, ἀλλὰ συνεχὲς ἑαυτῷ παντοίως ὑπάρχειν αὐτό. Plutarchus de facie in orbe lunae cp. 18 p. 930f. αὐτὸν δὲ τὸν. ἀέρα λέγουσιν οὐκ ἀποῤῥοίαις τισὶν οὐδὲ ἀκτῖσι μεμιγμέναις, ἀλλὰ τροπῇ καὶ μεταβολῇ κατὰ νύξιν ἢ ψαῦσιν ἐξηλιοῦσθαι.
Plutarchus de Stoic. repugn. cp. 42 p. 1053e. Τὸν ἀέρα ποτὲ μὲν ἀνωφερῆ καὶ κοῦφον εἶναί φησι — — - Ἐν μὲν οὖν τῷ δευτέρῳ περὶ Κινήσεως τό τε πῦρ, ἀβαρὲς ὄν, ἀνωφερὲς εἶναι λέγει, καὶ τούτῳ παραπλησίως τὸν ἀέρα, τοῦ μὲν ὕδατος τῇ γῇ μᾶλλον προσνεμομένου, τοῦ δ’ ἀέρος τῷ πυρί.
Plutarchus de Stoic. repugn. cp. 42 p. 1053e. Ἐν δὲ ταῖς Φυσικαῖς Τέχναις ἐπὶ τὴν ἑτέραν ῥέπει δόξαν, ὡς μήτε βάρος ἐξ αὑτοῦ, μήτε κουφότητα τοῦ ἀέρος ἔχοντος.
Scholia Pind. Olymp. I 1 p. 22B. τῇ τῶν φιλοσόφων ἑπόμενος γνώμῃ, οἳ φυσικώτερον κινηθέντες ἐκ τοῦ ὕδατος ἔφασαν καὶ τὰ ἄλλα τρία στοιχεῖα συνίστασθαι· τὸ μὲν γὰρ αὐτοῦ, τὸ λεπτομερές, ἀέρα λέγουσι γίνεσθαι, τὸ δὲ παχύτερον εἰς ἑαυτὸ συνιστάμενον γῆν, ἀποτελεῖν δὲ ἀπολεπτυνόμενον τὸν διάπυρον αἰθέρα πῦρ.
Philo de incorrupt. mund. 225, 5 B. Χάος δ’ ὁ μὲν Ἀριστοτέλης τόπον οἴεται εἶναι, ὅτι τὸ δεξόμενον ἀνάγκη προϋποκεῖσθαι σώματι, τῶν δὲ Στωϊκῶν ἔνιοι τὸ ὕδωρ, παρὰ τὴν χύσιν τοὔνομα πεποιῆσθαι νομίζοντες. Cf. I n. 103. 104 (Zeno)
Galenus de simplic. medicam. IX 1 Vol. XII p. 165 K. ἓν μὲν δὴ τοῦτο σημαινόμενόν ἐστι τοῦ τῆς γῆς ὀνόματος ἅπασι σύνηθες, ἕτερον δὲ μόνον τοῖς φιλοσόφοις, ἐπειδὰν λέγωσι τῶν σωμάτων στοιχεῖα γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ. τὸ γὰρ ξηρὸν ἐσχάτως σῶμα καὶ ψυχρὸν ὀνομάζουσι γῆν. κατὰ τούτους οὖν οὐδὲν μὲν τῶν συνθέτων τούτων σωμάτων ἐστὶν ἡ στοιχειώδης γῆ, πλεῖστον μέντοι τῆς γῆς ἔχειν αὐτά φασιν, οἷον τόν τε ἀδάμαντα καὶ τὰς πέτρας, καὶ ὅσῳ γ’ ἂν ὦσι σκληρότερα τὸ σῶμα, τοσούτῳ μᾶλλον αὐτὰ εἶναί φασι γεωδέστερα. — — κατὰ μὲν οὖν τὸ παρὰ τοῖς φιλοσόφοις σημαινόμενον αἱ τῆς γῆς διαφοραὶ τρισὶν ὁρισθήσονται γένεσιν. ἔστι γὰρ τὸ μέν τι λίθος αὐτῆς, τὸ δὲ μεταλλευτόν τι σῶμα, τὸ δὲ τρίτον ἡ γεωργουμένη γῆ, διαφωνίας γεγονυίας παρ’ αὐτοῖς περὶ τῶν χεομένων μεταλλευτῶν σωμάτων, οἷον χαλκοῦ καὶ κασσιτέρου καὶ μολύβδου. ταῦτα γὰρ ἔνιοί φασιν οὐ γῆς, ἀλλ’ ὕδατος ἔχειν τὸ πλέον. — — ἐκεῖνο μόνον ἔτι προσθείς, ὡς ἡ προειρημένη τομὴ τῶν γεωδῶν σωμάτων εἴς τε λίθους καὶ τὰ μεταλλευόμενα καὶ τὴν γεωργουμένην γῆν ἄνευ τῶν φυσικῶν ἰδίως ὀνομαζομένων σωμάτων εἴρηται. τούτων δὲ προσιόντων καὶ τὰ ξύλα πάντα καὶ καρπῶν μόρια πολλά, καθάπερ καὶ ζῴων, ὀνομασθήσεται γεώδη τὴν οὐσίαν εἶναι. καρπῶν μὲν μόρια πυρῆνες ἐλαιῶν καὶ γίγαρτα σταφυλῶν καὶ καρύων λέμματα καὶ κώνων, ἕτερά τε πολλὰ τοιαῦτα, τῶν ζῴων δὲ τά τ’ ὀστέα καὶ τὰ κέρατα καὶ οἱ ὀδόντες.
Galenus περὶ πλήθους 3 Vol. VII p. 525K. ποιεῖν δ’ εἰς ἑαυτὸ λέγειν ὁτιοῦν ἢ ἐνεργεῖν εἰς ἑαυτὸ παρὰ τὴν ἔννοιάν ἐστιν· οὕτως οὖν καὶ συνέχειν ἑαυτό. καὶ γὰρ οἱ μάλιστα εἰσηγησάμενοι τὴν συνεκτικὴν δύναμιν, ὡς οἱ Στωϊκοί, τὸ μὲν συνέχον ἕτερον ποιοῦσι, τὸ συνεχόμενον δὲ ἄλλο· τὴν μὲν γὰρ πνευματικὴν οὐσίαν τὸ συνέχον, τὴν δὲ ὑλικὴν τὸ συνεχόμενον· ὅθεν ἀέρα μὲν καὶ πῦρ συνέχειν φασί, γῆν δὲ καὶ ὕδωρ συνέχεσθαι.
Galenus περὶ πλήθους 3 Vol. VII p. 526 K. ὅπως τοίνυν ἀναγκαῖόν ἐστιν εἰς ἄτοπον τὸν λόγον ἀχθῆναι, θεμένων ἡμῶν ἅπαν τὸ ὂν δεῖσθαι συνεκτικῆς αἰτίας, ἤδη σοι δίειμι. τὴν συνεκτικὴν αἰτίαν, ἥτις ποτ’ ἐστίν (οὐ γὰρ ὁμολογοῦσιν αὐτὴν οἱ Ἡροφίλειοι γιγνώσκειν), ἆρά γε ἐκ τῶν ὄντων τὶ καὶ αὐτοὶ ὑπολαμβάνουσιν ἢ τῶν οὐκ ὄντων; εἰ μὲν γὰρ τῶν οὐκ ὄντων τι, θαυμάζω τὴν σοφίαν τῶν ἀνδρῶν, εἰ καὶ τῶν ὄντων ἕκαστον δεῖσθαί φασι τῶν οὐκ ὄντων τινός· εἰ δὲ τῶν ὄντων τίθενται τὴν συνεκτικὴν αἰτίαν, ἀναμνησθήτωσαν, ὡς ἅπαν τὸ ὂν ἔφασαν αἰτίας δεῖσθαι συνεκτικῆς εἰς τὸ εἶναι. συμβήσεται γὰρ οὕτως καὶ αὐτὴν τὴν αἰτίαν αἰτίας ἑτέρας, ἵνα ὑπάρχῃ, δεηθῆναι, κἀκείνην αὖθις ἄλλης καὶ τοῦτο εἰς ἄπειρον. εἰ δὲ τῶν ὄντων τὰ μὲν ἑτέρου τινὸς αἰτίου δεῖσθαι πρὸς τὸ εἶναι, τὰ δὲ ἐξ αὑτῶν ἔχειν τὸ εἶναι φήσουσι, πρῶτον μὲν ἴστωσαν οὐκέτι διαφυλάττοντες τὸ ἐξ ἀρχῆς ἀξίωμα. — — δεύτερον δὲ μακροτάτου χρῄζοντες λόγου διὰ τί τὰ μὲν δεῖται, τὰ δὲ οὐ δεῖται, ἢ καὶ ὁποῖα ἐκ τούτων αὐτῶν ἐστιν ἑκάτερα. οὐδὲ γὰρ οὐδ’ οἱ πολλοὶ τῶν Ἡροφιλείων οὐδ’
οἱ νεώτεροι Στωϊκοὶ λέγουσί τινα ἀπόδειξιν τοῦ τὸ μὲν πνεῦμα καὶ τὸ πῦρ συνέχειν ἑαυτό τε καὶ τὰ ἄλλα, τὸ δὲ ὕδωρ καὶ τὴν γῆν ἑτέρου δεῖσθαι τοῦ συνέξοντος. ὅσον μὲν γὰρ ἐπὶ τῇ προχείρῳ φαντασίᾳ τὸ μὲν σκληρὸν καὶ ἀντίτυπον καὶ πυκνὸν ἑαυτὸ συνέχειν ⟨ἂν⟩ λέγοιτο, τὸ δ’ ἀραιόν τε καὶ μαλακὸν καὶ ὑπεῖκον ἑτέρου δεῖσθαι τοῦ συνέξοντος. οὐ μόνον δὲ οὐδεμίαν ἀπόδειξιν εἰπόντες οἱ ἄνδρες ἀξιοῦσι πιστεύεσθαι τὴν ὑπόθεσιν αὐτῶν, ἀλλὰ καὶ πρὸς ἑαυτὴν ὑποτιθέμενοι μαχομένην οὐκ ἔτι αἰσθάνονται. τὰ γὰρ ἁπάντων λεπτομερέστερα καὶ μαλακώτερα καὶ εἰκτικώτερα, τὸ πῦρ καὶ ⟨τὸν⟩ ἀέρα, ταῦτ’ αἴτια τῇ γῇ τῆς σκληρότητός τε καὶ ἀντιτυπίας εἶναί φασιν, ὡς ἐνδεχόμενον ἕτερον ἑτέρῳ τινὶ μεταδοῦναι δυνάμεως ἢ φύσεως ἢ ἐνεργείας ἢ ποιότητος, ἧς οὐ μετείληφεν αὐτό. καὶ γὰρ αὖ καὶ φαίνεται σαφῶς οὐ μόνον οὐδὲν ὑπὸ τοῦ πυρὸς συνεχόμενον, ἀλλὰ καὶ διαλυόμενα πάντα. πρὸς μὲν δὴ τὴν τῶν Στωϊκῶν ὑπόθεσιν ἑτέρωθι λέλεκται διὰ πλειόνων.Alexander Aphrod. de mixtione p. 223, 25 Bruns. τούτου δ’ οὕτως ἔχοντος, πῶς ἂν ἔτι ἀληθὲς εἴη, τὸ πᾶν ἡνῶσθαί τε καὶ συνέχεσθαι, πνεύματός τινος διὰ παντὸς διήκοντος αὐτοῦ; ἔπειτα δ’ εὔλογον μὲν ἦν, ὁμοίαν τὴν ὑπὸ τοῦ πνεύματος συνοχὴν γινομένην ἐν πᾶσιν εἶναι τοῖς σώμασιν· οὐχ οὕτως δ’ ἔχει. τῶν γὰρ σωμάτων τὰ μέν ἐστι συνεχῆ, τὰ δὲ διωρισμένα. διὸ εὐλογώτερον, ἕκαστον αὐτῶν ὑπὸ τοῦ οἰκείου εἲδους συνέχεσθαί τε καὶ ἡνῶσθαι λέγειν πρὸς ἑαυτό, καθ’ ὅ ἐστιν αὐτῶν ἑκάστῳ τὸ εἶναι, τὴν ⟨δὲ⟩ συμπάθειαν αὐτῶν σῴζεσθαι τὴν πρὸς ἄλληλα διά τε τὴν τῆς ὕλης κοινωνίαν καὶ τὴν τοῦ περικειμένου θείου σώματος αὐτῷ φύσιν ἢ τῷ διὰ τοῦ πνεύματος δεσμῷ τίς γὰρ καὶ ὁ τόνος τοῦ πνεύματος, ὑφ’ οὗ συνδούμενα τήν τε συνέχειαν ἔχει τὴν πρὸς τὰ οἰκεῖα μέρη καὶ συνῆπται τοῖς παρακειμένοις; βιαζόμενον μὲν γὰρ ὑπό τινος τὸ πνεῦμα, διὰ τὴν πρὸς τοῦτο εὐφυΐαν, τῷ μηδεμίαν ἀντίβασιν ἔχειν τῷ κινοῦντι δι’ εὐπάθειαν δύνασθαι, ὑπὸ τῆς ἀθρόας κινήσεως ἰσχύν τινα λαμβάνει· εὐπαθὲς δὲ ὂν κατὰ τὴν οἰκείαν φύσιν, ὑγρόν ἐστι καὶ εὐδιαίρετον, ὡς καὶ τῶν ἄλλων, ἐν οἷς ἂν ᾖ τοῦτο μεμιγμένον, κατὰ τοῦτο μάλιστά [τε καὶ] ῥᾴστην γίνεσθαι τὴν διαίρεσιν. - καὶ γὰρ εἰ τοῦ μὴ διαπίπτειν, ἀλλὰ συμμένειν τὰ σώματα αἴτιον τὸ συνέχον αὐτὰ πνεῦμα, τὰ διαπίπτοντα τῶν σωμάτων δῆλον ὡς οὐκ ἂν ἔχοι τὸ πνεῦμα τὸ συνδέον. πῶς δ’ ἂν τὴν ἀρχὴν ἡ διαίρεσις σῴζοιτο τῶν σωμάτων, εἴ γε ἡ μὲν διαίρεσις χωρισμός ἐστι τῶν ἡνωμένων, μένει δὲ κατ’ αὐτοὺς [τῶν] ἡνωμένα ὁμοίως ἀλλήλοις πάντα, κἂν διαιρεθῇ. πῶς δ’ οὐκ ἂν ἀπεμφαίνοι τὸ τὰ παρακείμενα ἀλλήλοις καὶ ῥᾳδίως ἀλλήλων χωρίζεσθαι δυνάμενα ὑπ⟨ὸ τ⟩αὐτοῦ καὶ ὁμοίως ἀλλήλοις ἡνῶσθαι λέγειν τοῖς συνεχέσι τε οὖσι καὶ χωρὶς διαιρέσεως μὴ δυναμένοις [τινὸς] ἀλλήλων χωρισθῆναί ποτε.
Alexander Aphrod. de mixtione p. 224, 14 Bruns. πρὸς δὲ τούτοις εἰ τὸ πνεῦμα γεγονὸς ἐκ πυρός τε καὶ ἀέρος διὰ πάντων
πεφοίτηκε τῶν σωμάτων ⟨τῷ⟩ πᾶσιν αὐτοῖς κεκράσθαι καὶ ἑκάστῳ αὐτῶν ἐκ τούτου ἠρτῆσθαι τὸ εἶναι, πῶς ἂν ἔτι ἁπλοῦν τι εἴη σῶμα; πῶς δ’ ἄν, εἰ ὕστερον τὸ ἔκ τινων συγκείμενον τῶν ἁπλῶν, τὸ πῦρ ἂν καὶ ὁ ἀὴρ εἴη, ἐξ ὧν μιγνυμένων τὸ πνεῦμα γίνεται, οὗ χωρὶς ἀδύνατον εἶναί τι σῶμα; εἰ γὰρ ἐξ ἐκείνων μὲν ἡ γένεσις τῷ πνεύματι, ἀδύνατον δὲ ἐκείνων εἶναί τι χωρὶς πνεύματος, οὔτ’ ἂν ἐκείνων τι εἴη πρὸ τῆς τοῦ πνεύματος γενέσεως, οὔτ’ ἂν τὸ πνεῦμα γίνοιτο, οὐκ ὄντων ἐξ ὧν ἡ γένεσις αὐτῷ. πῶς δ’ ἄν τις ἐν τῷ ψυχρῷ ἐνεργείᾳ τι θερμὸν εἶναι λέγοι; τίς δὲ καὶ ἡ εἰς τὸ ἐναντίον ἅμα κίνησις αὐτοῦ, καθ’ ἣν συνέχει τὰ ἐν οἷς ἂν ᾖ, ὄν, ὥς φασι, πνεῦμα κινούμενον ἅμα ἐξ αὑτοῦ τε καὶ εἰς αὑτό, καὶ κατὰ τί εἶδος κινήσεως γίνεται;Plotinus Ennead. IV lib. VII, 3 (Vol. II p. 106, 20 Mü.). λυθήσεταί τε καὶ τόδε τὸ ξύμπαν, εἴ τις αὐτὸ πιστεύσειε σώματος συνέρξει, διδοὺς αὐτῷ ψυχῆς τάξιν μέχρι τῶν ὀνομάτων, ἀέρι καὶ πνεύματι σκεδαστοτάτῳ. ibid. 4. μαρτυροῦσι δὲ καὶ αὐτοὶ ὑπὸ τῆς ἀληθείας ἀγόμενοι, ὡς δεῖ τι πρὸ τῶν σωμάτων εἶναι κρεῖττον αὐτῶν ψυχῆς εἶδος, ἔννουν τὸ πνεῦμα καὶ πῦρ νοερὸν τιθέμενοι, ὥσπερ ἄνευ πυρὸς καὶ πνεύματος οὐ δυναμένης τῆς κρείττονος μοίρας ἐν τοῖς οὖσιν εἶναι, τόπον δὲ ζητούσης εἰς τὸ ἱδρυθῆναι — — εἰ δὲ μηδὲν παρὰ τὸ πνεῦμα τὴν ζωὴν καὶ τὴν ψυχὴν τίθενται, τί τὸ πολυθρύλλητον αὐτοῖς πὼς ἔχον, εἰς ὃ καταφεύγουσιν ἀναγκαζόμενοι τίθεσθαι ἄλλην παρὰ τὰ σώματα φύσιν δραστήριον; εἰ οὖν οὐ πᾶν μὲν πνεῦμα ψυχήν (ὅτι μυρία πνεύματα ἄψυχα), τὸ δὲ πὼς ἔχον πνεῦμα φήσουσι, τὸ πὼς ἔχον τοῦτο καὶ ταύτην τὴν σχέσιν ἢ τῶν ὄντων τι φήσουσιν ἢ μηδέν· ἀλλ’ εἰ μὲν μηδέν, πνεῦμα ἂν εἴη μόνον, τὸ δὲ πὼς ἔχον ὄνομα· καὶ οὕτω συμβήσεται αὐτοῖς, οὐδὲ ἄλλο οὐδὲν εἶναι λέγειν ἢ τὴν ὕλην· καὶ ψυχὴν καὶ θεὸν καὶ *** ὀνόματα πάντα, ἐκεῖνο δὲ μόνον ⟨ὄν⟩.
Plutarchus de comm. not. cp. 49 p. 1085c. τά γε μὴν τέσσαρα σώματα, γῆν καὶ ὕδωρ ἀέρα τε καὶ πῦρ, πρῶτα στοιχεῖα προσαγορεύοντες, οὐκ οἶδ’ ὅπως τὰ μὲν ἁπλᾶ καὶ καθαρά, τὰ δὲ σύνθετα καὶ μεμιγμένα ποιοῦσι. γῆν μὲν γάρ φασι καὶ ὕδωρ οὔθ’ ἑαυτὰ συνέχειν οὔθ’ ἕτερα, πνευματικῆς δὲ μετοχῇ καὶ πυρώδους δυνάμεως τὴν ἑνότητα διαφυλάττειν· ἀέρα δὲ καὶ πῦρ αὑτῶν τ’ εἶναι δι’ εὐτονίαν ἑκτικά, καὶ τοῖς δυσὶν ἐκείνοις ἐγκεκραμένα τόνον παρέχειν καὶ τὸ μόνιμον καὶ οὐσιῶδες. Ex his Plutarchus concludit: ἀλλ’ οὐκ ἔστι γῆ καθ’ ἑαυντὴν οὐδ’ ὕδωρ· ἀλλὰ τὴν ὕλην ὁ ἀὴρ ὧδε μὲν συναγαγὼν καὶ πυκνώσας γῆν ἐποίησεν, ὧδε δὲ πάλιν διαλυθεῖσαν καὶ μαλαχθεῖσαν ὕδωρ. οὐδέτερον οὖν τούτων στοιχεῖον, οἷς ἕτερον ἀμφοτέροις οὐσίαν καὶ γένεσιν παρέσχηκεν.
Scholia Hesiod. Theogon. v. 120. τὰ τρία στοιχεῖα εἰπὼν τὸ τέταρτον λέγει, τὸ πῦρ, ὅπερ δαιμονίως ἔρωτά φησι· συναρμόζειν γὰρ καὶ ἑνοῦν πέφυκεν.
Galenus de tremore, palpitatione, convulsione 6 Vol. VII p. 616K. οὐκ ὄγκους καὶ πόρους ἡμῶν στοιχεῖα τιθεμένων τοῦ σώματος - ἀλλὰ τὸ μὲν ὅλον σῶμα σύμπνουν τε καὶ σύῤῥουν ἡγουμένων, τὸ θερμὸν δ’ οὐκ ἐπίκτητον οὐδ’ ὕστερον τοῦ ζῴου τῆς γενέσεως, ἀλλ’ αὐτὸ πρῶτόν τε καὶ ἀρχέγονον καὶ ἔμφυτον. καὶ ἥ γε φύσις καὶ ἡ ψυχὴ οὐδὲν ἄλλο ἢ τοῦτ’ ἐστίν, ὥστ’ οὐσίαν αὐτοκίνητόν τε καὶ ἀεικίνητον αὐτὸ νοῶν οὐκ ἂν ἁμάρτοις. — — ἅτε γὰρ ἀεικίνητον ὂν τὸ ἔμφυτον θερμόν, οὔτ’ εἴσω μόνον οὕτ’ ἔξω κινεῖται, διαδέχεται δ’ ἀεὶ τὴν ἑτέραν αὐτοῦ κίνησιν ἡ ἑτέρα. ταχὺ γὰρ ἂν ἡ μὲν ἔσω μονὴ κατέπαυσεν εἰς ἀκινησίαν, ἡ δὲ ἐκτὸς ἐσκέδασέ τε καὶ ταύτῃ διέφθειρεν αὐτό. μέτρια δὲ σβεννύμενον καὶ μέτρια ἀναπτόμενον, ὡς Ἡράκλειτος ἔλεγεν, ἀεικίνητον οὕτω μένει. ἀνάπτεται μὲν οὖν τῇ κάτω συννεύσει, τῆς τροφῆς ὀρεγόμενον· αἰρόμενον δὲ καὶ πάντη σκιδνάμενον σβέννυται. ἀλλὰ τὴν μὲν ἄνω τε καὶ ἔξω φορὰν καὶ ὡς ἄν τις εἴποι ἐξάπλωσιν ἀπὸ τῆς ἰδίας ἀρχῆς, διότι φύσει θερμόν ἐστι, κέκτηται· τὴν δ’ εἴσω τε καὶ κάτω, τουτέστιν ἐπὶ τὴν ἰδίαν ἀρχὴν ὁδόν, ὅτι ψυχροῦ τι μετέχει· μικτὸν γὰρ ἐκ θερμοῦ καὶ ψυχροῦ γέγονε· κατὰ μὲν τὸν πρῶτον λόγον τοῦ θερμοῦ, ⟨ᾗ⟩ τοῦτ’ ἐστιν αὐτοκίνητον αὐτοῦ καὶ τούτου μάλιστα δεῖται πρὸς τὰς ἐνεργείας· μεγάλην δ’ ὅμως αὐτῷ χρείαν καὶ τὸ ψυχρὸν παρέχει. πέφυκε γὰρ τὸ μὲν θερμὸν εἰς ὕψος αἴρεσθαι καὶ συμπροσάγειν αὑτῷ τὴν τροφήν. εἰ δὲ μὴ τὸ ψυχρὸν ἐμποδὼν ἐγένετο, καὶ ἐπὶ μήκιστον προῆκε. γίνεται δ’ ἐμποδὼν τὸ ψυχρὸν τῇ τοιαύτῃ τοῦ θερμοῦ κινήσει, ὡς μὴ ἀπόλοιτο ἐκτεινόμενον. κίνδυνος γὰρ ὑπὸ κουφότητος καὶ τῆς πρὸς τὸ ἄνω ὁρμῆς ἀποστῆναι τῶν σωμάτων αὐτό. ἀλλὰ τὸ ψυχρὸν ἐπέχει τε καὶ κωλύει καὶ τῆς ἄγαν ταύτης κινήσεως ἀφαιρεῖ τὸ σφοδρόν.