Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Clemens Al. Stromat. V 8 p. 674 (ex Clodio Neapolitano) σφὶγξ δὲ οὐχ ἡ τῶν ὅλων σύνεσις καὶ ἡ τοῦ κόσμου κατὰ τὸν ποιητὴν Ἄρατον περιφορά. ἀλλὰ τάχα μὲν ὁ διήκων πνευματικὸς τόνος καὶ συνέχων τὸν κόσμον εἴη ἄν. ἄμεινον δὲ ἐκδέχεσθαι τὸν αἰθέρα πάντα συνέχοντα καὶ σφίγγοντα· καθὰ καὶ ὁ Ἐμπεδοκλῆς φησίν· (v. 130-33 St.)

Alexander Aphrod. de anima libri mant. p. 131, 5 Bruns. τὸ δὲ ὅλον ἀπορίας ἔχει πολλὰς ἡ περὶ τῆς τονικῆς κινήσεως δόξα. πρῶτον μὲν γὰρ ὁμοειδές τι ὂν αὐτὸ ἑαυτὸ κινήσει, ὃ ἀδύνατον δείκνυται προχειριζομένοις τὰς καθέκαστα κινήσεις. ἔπειτα εἴπερ ἕν τι συνέχει τόν τε σύνολον κόσμον ἅμα τοῖς ἐν αὐτῷ, καὶ καθ’ ἕκαστον τῶν ἐπὶ μέρους σωμάτων ἐστί τι ὃ συνέχει, πῶς οὐκ ἀναγκαῖον ταὐτὸν ἅμα τὰς ἐναντίας κινεῖσθαι κινήσεις.

Plutarchus de Stoic. repugn. cp. 43 p. 1053f. πάλιν ἐν τοῖς περὶ Ἕξεων οὐδὲν ἄλλο τὰς ἕξεις πλὴν ἀέρας εἶναί φησιν· ὑπὸ τούτων γὰρ συνέχεται τὰ σώματα· καὶ τοῦ ποιὸν ἕκαστον εἶναι τῶν ἕξει συνεχομένων ὁ συνέχων αἴτιος ἀήρ ἐστιν, ὃν σκληρότητα μὲν ἐν σιδήρῳ, πυκνότητα δ’ ἐν λίθῳ, λευκότητα δ’ ἐν ἀργύρῳ καλοῦσι. p. 1054a. Καίτοι πανταχοῦ τὴν ὕλην ἀργὸν ἐξ ἑαυτῆς καὶ ἀκίνητον ὑποκεῖσθαι ταῖς ποιότησιν ἀποφαίνουσι, τὰς δὲ ποιότητας

πνεύματα οὔσας καὶ τόνους ἀερώδεις, οἷς ἂν ἐγγένωνται μέρεσι τῆς ὕλης, εἰδοποιεῖν ἕκαστα καὶ σχηματίζειν.

Galenus de musculorum motu I cp. 7 et 8 (K. vol. IV p. 400) (Quaerit Galenus, siquis brachium extendat atque hunc statum servet, moveantur musculi necne?) διότι μὲν γὰρ ἐνεργοῦσιν οἱ μύες διὰ τοῦτ’ αὐτοὺς κινεῖσθαι λέγομεν· διότι δ’ οὔθ’ ὅλον τὸ κῶλον οὗ μέρος εἰσίν, οὔτ’ αὐτοὶ κατὰ μόνας φαίνονται κινούμενοι, διὰ τοῦτ’ αὐτοὺς πάλιν οὐ τολμῶμεν ὁμολογεῖν κινεῖσθαι. τίνα οὖν ἄν τις λύσιν ἐφεύροι τῆς ἀπορίας; πότερον ἣν οἱ τὰς τονικὰς καλουμένας ὑποθέμενοι κινήσεις, ἤ τινα ἑτέραν βελτιόνα —  — ; cp. 8. καὶ δὴ ποιοῦμεν οὕτως καὶ πρῶτον μὲν ὥσπερ ἐκεῖνοι διδάσκουσιν ὁ λόγος προΐτω. Νοήσωμεν ἕλκεσθαί τι σῶμα τῶν ἀψύχων, οἷον ξύλον ἢ λίθον ὑπό του, αὖθις δ’ αὖ νοήσωμεν ὑφ’ ἑτέρου τινὸς ἐπὶ τἀναντία ταὐτὸ τοῦτο πάλιν ἀντισπᾶσθαι, κρατεῖν μέντοι τῇ ῥώμῃ τὴν προτέραν ὁλκὴν καὶ διὰ τοῦθ’ ἕπεσθαι μὲν ἐκείνῃ τὸ σῶμα, πολὺ δ’ ἧττον ἢ εἰ πρὸς μηδενὸς ἀνθείλκετο. τρίτην δὴ κατάστασιν τῷ τοιούτῳ σώματι προσφέρωμεν ὅταν ἰσοσθενῶς εἰς τἀναντία τείνηται. οὐκοῦν ἡ μὲν πρώτη κατάστασις ἐκίνησεν αὐτὸ μίαν κίνησιν ὅσην ἡ τοῦ κινοῦντος δύναμις ἠδύνατο καὶ εἰς τοσαύτην ἠνάγκασε προελθεῖν διάστασιν εἰς ὅσην οἷόν τ’ ἦν ἄγειν τὸ κινοῦν, ἡ δὲ δευτέρα τοσοῦτον ἐλάττονα τῆς πρόσθεν τὴν διάστασιν ἀπέδειξεν, ὅσον θάτερον τῶν κινούντων εἰς τοὐναντίον ἀπέσπασε τὸ κινούμενον. ἡ δὲ τρίτη κατάστασις, ὅσον ἡ ἑτέρα τῶν κινήσεων εἷλκε πρόσω τοσοῦτον ἀντισπώσης εἰς τοὐπίσω τῆς ἑτέρας, ἐν ταὐτῷ τόπῳ τὸ σῶμα μένειν ἠνάγκασεν, οὐχ ὡς τὸ παντελῶς ἀκίνητον· μένει γὰρ καὶ τοῦτ’ ἐν ταὐτῷ διὰ παντὸς ἀλλ’ οὐχ ὁμοίως ἐκείνῳ· τὸ μὲν γὰρ ὅτι μηδ’ ὅλως κινεῖται, τὸ δὲ ὅτι διττῶς, ὥσπερ καὶ ὁ πρὸς ῥοῦν ποταμῶν νήχων ἐναντίως. καὶ γὰρ οὗτος ἐὰν ἰσοσθενὴς ᾖ τῇ τοῦ ῥοῦ σφοδρότητι κατὰ τὸν αὐτὸν ἀεὶ διαμένει τόπον, οὐχ ὡς μηδ’ ὅλως κινούμενος, ἀλλ’ ὅτι πρόσω τοσοῦτον ὑπὸ τῆς οἰκείας διαφέρεται κινήσεως ὅσον ὑπὸ τῆς ἔξωθεν ὀπίσω φέρεται. οὐδὲν δὲ χεῖρον οὕτω ἀσαφὲς πρᾶγμα διὰ πλειόνων ἐξετάζεσθαι παραδειγμάτων. ἔστω τις ὑψηλὸς ὄρνις ἐν ταὐτῷ τόπῳ φαινόμενος μένειν. πότερον ἀκίνητον εἶναι τοῦτον λεκτέον, ὥσπερ εἰ καὶ κρεμάμενος ἄνωθεν ἔτυχεν, ἢ κινεῖσθαι τὴν ἐπὶ τὰ ἄνω κίνησιν εἰς τοσοῦτον εἰς ὅσον ἤγαγεν αὐτὸν κάτω τὸ τοῦ σώματος βάρος; ἐμοὶ μὲν τοῦτο ἀληθέστερον εἶναι δοκεῖ. στερήσας γοῦν αὐτὸν τῆς ψυχῆς ἢ τοῦ τῶν μυῶν τόνου ταχέως ἐπὶ τὴν γῆν ὄψει καταφερόμενον· ᾧ δῆλον ὅτι τὴν σύμφυτον τῷ τοῦ σώματος βάρει κάτω ῥοπὴν εἰς ἴσον ἀντεσήκου τῇ κατὰ τὸν τῆς ψυχῆς τόνον ἄνω φορᾷ. πότερον οὖν ἐν ταῖς τοιαύταις ἁπάσαις καταστάσεσι ποτὲ μὲν κάτω ποτὲ δὲ ἄνω τὸ σῶμα φέρεται τἀναντία πάσχον ἐν μέρει, διὰ δὲ τὸ ταχείας τε καὶ ὀξυῤῥόπους γίνεσθαι τὰς μεταβολὰς καὶ κατὰ βραχυτάτων διαστημάτων φέρεσθαι τὰς κινήσεις ἐν ταὐτῷ φαίνεται τόπῳ μένειν ἢ ὄντως ἕνα διὰ παντὸς τοῦ χρόνου κατέχει τόπον, οὐ τοῦ παρόντος καιροῦ διελθεῖν· ἐν γὰρ τοῖς φυσικοῖς περὶ κινήσεως λόγοις τὰ τοιαῦτα ἐρευνᾶσθαι δικαιότερον· ἀλλ’ ἀρκεῖ πρὸς τὰ παρόντα τοῦτο ἐξευρῆσθαι τὸ γίγνεσθαί τι καὶ τοιοῦτον εἶδος ἐνεργείας ὃ καλεῖν μὲν εἴτε τονικὸν εἴτ’ ἄλλως ὡς ἂν ἐθέλῃς οὐ διοίσει. Cf. de tremore, palpitatione, convulsione 4 Vol. VII p. 589 K.

Nemesius de nat. hom. cp. 2 p. 42. εἰ δὲ λέγοιεν, καθάπερ οἱ Στωϊκοί, τονικήν τινα εἶναι κίνησιν περὶ τὰ σώματα εἰς τὸ εἴσω ἅμα

κινουμένην καὶ εἰς τὸ ἔξω· καὶ τὴν μὲν εἰς τὸ ἔξω μεγεθῶν καὶ ποιοτήτων ἀποτελεστικὴν εἶναι, τὴν δὲ εἰς τὸ εἴσω ἑνώσεως καὶ οὐσίας, ἐρωτητέον αὐτοὺς —  — (sequitur refutatio platonica, paulo infra:) εἰ δὲ λέγοιεν ὅτι τὰ σώματα τριχῆ διαστατά ἐστι καὶ ἡ ψυχὴ δὲ διόλου διήκουσα τοῦ σώματος τριχῆ διαστατὴ ἐστι καὶ διὰ τοῦτο πάντως καὶ σῶμα, ἐροῦμεν etc.

Simplicius in Aristot. categ. f. 68E. ed. Bas. Οἱ δὲ Στωϊκοὶ δύναμιν ἢ μᾶλλον κίνησιν τὴν μανωτικὴν καὶ πυκνωτικὴν τίθενται, τὴν μὲν ἐπὶ τὰ ἔσω, τὴν δὲ ἐπὶ τὰ ἔξω· καὶ τὴν μὲν τοῦ εἶναι, τὴν δὲ τοῦ ποιὸν εἶναι νομίζουσιν αἰτίαν.

Philo de sacrif. Abel et Cain § 68 Vol. I p. 230, 5 Wendl. de λόγῳ locutus: οὐ μεταβατικῶς κινούμενος, ὡς τὸν μὲν ἐπιλαμβάνειν, τὸν δὲ ἀπολείπειν τόπον, ἀλλὰ τονικῇ χρώμενος τῇ κινήσει.

Sextus adv. math. IX 149 (Carneadis argumentum, quo deos non esse probabat, Stoicam de spiritu doctrina respicit) ὡσαύτως δὲ καὶ ἄψυχόν ἐστιν (scil. τὸ θεῖον). εἰ γὰρ ὑπὸ ψυχῆς συνέχεται, πάντως ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν περάτων ἐπὶ τὰ μέσα φερομένου ⟨πνεύματος⟩ συνέχεται.

Cleomedes Circul. doctr. I cp. 8 p. 58 Bake. τὰ στερεὰ τῶν σωμάτων οἷά τέ ἐστι πολλαχῶς σχηματίζεσθαι, ἐπὶ δὲ πνευματικῆς ἢ πυρώδους οὐσίας, ὁπότε καθ’ αὑτὰς εἶεν, οὐδὲν ἐγχωρεῖ τοιοῦτον γίνεσθαι. Ἐπὶ τὸ οἰκεῖον οὖν τῇ φύσει αὐτῶν παραγίνονται σχῆμα τετονωμέναι καὶ τὸ ἴσον ἀπὸ τοῦ μεσαιτάτου πάντη ἀποτεινόμεναι, μαλακῆς αὐτῶν τῆς οὐσίας οὔσης καὶ μηδενὸς ὄντος στερεοῦ, ὃ ἄλλως σχηματίζοι ἂν αὐτάς.

Simplicius in Aristot. categ. f. 68E. ed. Bas. Τὸ τοίνυν σχῆμα οἱ Στωϊκοὶ τὴν τάσιν παρέχεσθαι λέγουσιν, ὥσπερ καὶ τὴν μεταξὺ τῶν σημείων διάστασιν. διὸ καὶ εὐθεῖαν ὁρίζονται γραμμὴν τὴν εἰς ἄκρον τεταμένην.

Galenus de dignoscendis pulsibus IV 2 Vol. VIII p. 923 K. τὸ μέν γε τοῦ τόνου διαμφισβητεῖται. τὴν ἀρχὴν γὰρ οἷός τίς ἐστιν ὁ τόνος ἐν τοῖς τῶν ζῴων σώμασι οὐχ ὡμολόγηται πρὸς τῶν εἰς ἐλάχιστα ἢ εἰς ἄτομα ἢ εἰς ἄναρμα τὴν ὅλην οὐσίαν καταθραυόντων. μόνοις γὰρ ὁμολογεῖται τοῖς ἡνῶσθαι φάσκουσιν αὐτήν.

Philo Leg. Alleg. II § 22 Vol. I p. 95, 8 Wendl. ὁ νοῦς —  — πολλὰς ἔχει δυνάμεις, ἑκτικήν, φυτικήν, ψυχικήν, λογικήν, διανοητικήν, ἄλλας μυρίας κατά τε εἴδη καὶ γένη. Ἡ μὲν ἕξις κοινὴ καὶ τῶν ἀψύχων ἐστί, λίθων καὶ ξύλων, ἧς μετέχει καὶ τὰ ἐν ἡμῖν ἐοικότα λίθοις ὀστέα. Ἡ δὲ φύσις διατείνει καὶ ἐπὶ τὰ φυτά. καὶ ἐν ἡμῖν δέ ἐστιν ἐοικότα φυτοῖς, ὄνυχές τε καὶ τρίχες· ἐστὶ δὲ ἡ φύσις ἕξις ἤδη κινουμένη. Ψυχὴ δέ ἐστι φύσις προσειληφυῖα φαντασίαν καὶ ὁρμήν. αὕτη κοινὴ καὶ τῶν ἀλόγων ἐστίν. Ἔχεῖ δὲ καὶ ὁ ἡμέτερος νοῦς ἀναλογοῦν τι ἀλόγου ψυχῇ· πάλιν ἡ διανοητικὴ δύναμις ἰδία τοῦ νοῦ ἐστι, καὶ ἡ λογικὴ κοινὴ μὲν τάχα καὶ τῶν θειοτέρων φύσεων, ἰδία δέ, ὡς ἐν θνητοῖς, ἀνθρώπου. αὕτη δὲ διττή. ἡ μὲν καθ’ ἣν λογικοί ἐσμεν, νοῦ μετέχοντες· ἡ δὲ καθ’ ἣν διαλεγόμεθα. Philo Quod deus sit immut. § 35 Vol. II p. 64, 1 Wendl. Τῶν γὰρ σωμάτων τὰ μὲν ἐνεδήσατο ἕξει, τὰ δὲ φύσει, τὰ δὲ ψυχῇ, τὰ δὲ καὶ λογικῇ

ψυχῇ. Λίθων μὲν οὖν καὶ ξύλων, ἃ δὴ τῆς συμφυΐας ἀπέσπασται, δεσμὸν κραταιότατον ἕξιν εἰργάζετο. ἡ δέ ἐστι πνεῦμα ἀναστρέφον ἐφ’ ἑαυτό. Ἄρχεται μὲν γὰρ ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα τείνεσθαι, ψαῦσαν δὲ ἄκρας ἐπιφανείας ἀνακάμπτει πάλιν, ἄχρις ἂν ἐπὶ τὸν αὐτὸν ἀφίκηται τόπον, ἀφ’ οὗ τὸ πρῶτον ὡρμήθη. Ἕξεως ὁ συνεχὴς οὗτος δίαυλος ἄφθαρτος, ὃν οἱ δρομεῖς ἀπομιμούμενοι ταῖς τριετηρίσιν ἐν τοῖς ἀνθρώπων ἀπάντων κοινοῖς θεάτροις ὡς μέγα δὴ καὶ λαμπρὸν καὶ περιμάχητον ἔργον ἐπιδείκνυνται. Τὴν δὲ φύσιν ἀπένειμε τοῖς φυτοῖς, κερασάμενος αὐτὴν ἐκ πλείστων δυνάμεων, θρεπτικῆς τε καὶ μεταβλητικῆς καὶ αὐξητικῆς. (de his tribus δυνάμεσιν plura enarrantur) —  — § 41. Ψυχὴν δὲ φύσεως τρισὶ διαλλάττουσαν ὁ ποιῶν ἐποίει αἰσθήσει, φαντασίᾳ, ὁρμῇ. Τὰ μὲν γὰρ φυτὰ ἀόρμητα, ἀφάνταστα, αἰσθήσεως ἀμέτοχα, τῶν δὲ ζῴων ἕκαστον ἀθρόων μετέχει τῶν εἰρημένων. Αἴσθησις μὲν οὖν, ὡς αὐτό που δηλοῖ τοὔνομα, εἴσθεσίς τις οὖσα, τὰ φανέντα ἐπεισφέρει τῷ νῷ. Τούτῳ γὰρ ἐπειδὴ μέγιστόν ἐστι ταμιεῖον καὶ πανδεχές, πάνθ’ ὅσα δι’ ὁράσεως καὶ ἀκοῆς καὶ τῶν ἄλλων αἰσθητικῶν ὀργάνων ἐντίθεται καὶ ἐναποθησαυρίζεται. Φαντασία δέ ἐστι τύπωσις ἐν ψυχῇ· ἃ γὰρ εἰσήγαγεν ἑκάστη τῶν αἰσθήσεων, ὥσπερ δακτύλιός τις ἢ σφραγὶς ἐναπεμάξατο τὸν οἰκεῖον χαρακτῆρα. Κηρῷ δὲ ἐοικὼς ὁ νοῦς, τὸ ἐκμαγεῖον δεξάμενος ἄκρως παρ’ ἑαυτῷ φυλάττει, μέχρις ἂν ἡ ἀντίπαλος μνήμης τὸν τύπον λεάνασα λήθη ἀμυδρὸν ἐργάσηται ἢ παντελῶς ἀφανίσῃ. Τὸ δὲ φανὲν καὶ τυπῶσαν τότε μὲν οἰκείως, τότε δὲ ὡς ἑτέρως διέθηκε τὴν ψυχήν. Τοῦτο δ’ αὐτῆς τὸ πάθος ὁρμὴ καλεῖται, ἣν ὁριζόμενοι πρώτην ἔφασαν εἶναι ψυχῆς κίνησιν. Τοσούτοις μὲν δὴ ζῷα προὔχει φυτῶν. ἴδωμεν δὲ τίνι τῶν ἄλλων ζῴων ὑπερβέβληκεν ἄνθρωπος. Ἐξαίρετον οὗτος τοίνυν γέρας ἔλαχε διάνοιαν, ᾗ τὰς ἀπάντων φύσεις, σωμάτων τε ὁμοῦ καὶ πραγμάτων εἴωθε καταλαμβάνειν. Καθάπερ γὰρ ἐν μὲν τῷ σώματι τὸ ἡγεμονικὸν ὄψις ἐστίν, ἐν δὲ τῷ παντὶ ἡ τοῦ φωτὸς φύσις, τὸν αὐτὸν τρόπον καὶ τῶν ἐν ἡμῖν τὸ κρατιστεῦον ὁ νοῦς. Ψυχῆς γὰρ ὄψις οὗτος, οἰκείαις περιλαμπόμενος αὐγαῖς, δι’ ὧν ὁ πολὺς καὶ βαθὺς ζόφος, ὃν κατέχεεν ἄγνοια τῶν πραγμάτων, ἀνασκίδναται.

Critolaus apud Philonem περὶ ἀφθαρσίας κόσμου p. 248, 2. τί δήποτ’ οὐχὶ καὶ τὴν τοῦ κόσμου φύσιν λεκτέον εἶναι μακραίωνα τὴν τάξιν τῶν ἀτάκτων, τὴν ἁρμονίαν τῶν ἀναρμόστων, τὴν συμφωνίαν τῶν ἀσυμφώνων, τὴν ἕνωσιν τῶν διεστηκότων, τὴν ξύλων μὲν καὶ λίθων ἕξιν, σπαρτῶν τε καὶ δένδρων φύσιν, ψυχὴν δὲ ζώων ἀπάντων, ἀνθρώπων δὲ νοῦν καὶ λόγον, ἀρετὴν δὲ σπουδαίων τελειοτάτην; (Veri simile hanc Naturae ex Stoicorum ore definitionem verbo tenus ex aliquo Chrysippi libro desumptam esse.)

Plutarchus de virtute morali cp. 12 p. 451 b. καθόλου δὲ τῶν ὄντων αὐτοί τέ φασι (scil. Stoici antiquiores) καὶ δῆλόν ἐστιν, ὅτι τὰ μὲν ἕξει διοικεῖται, τὰ δὲ φύσει, τὰ δ’ ἀλόγῳ ψυχῇ, τὰ δὲ καὶ λόγον ἐχούσῃ καὶ διάνοιαν.

Dexippus in Aristot. categ. p. 50, 31 Busse. θαυμάζω δὲ τῶν Στωϊκῶν χωριζόντων τὰς ἕξεις ἀπὸ τῶν ἑκτῶν. ἀσώματα γὰρ μὴ παραδεχόμενοι καθ’ ἑαυτά, ὅταν ἐρεσχελεῖν δέον ᾖ, ἐπὶ τὰς τοιαύτας διαλήψεις ἔρχονται.

Galenus de nat. facult. II 3. Vol. II p. 82K. ἡ γὰρ διαπλάττουσα τὰ μόρια φύσις ἐκείνη καὶ κατὰ βραχὺ προσαύξουσα πάντως δήπου καὶ δι’ ὅλων αὐτῶν ἐκτέταται· καὶ γὰρ ὅλα δι’ ὅλων, οὐκ ἔξωθεν μόνον, αὐτὰ διαπλάττει τε καὶ τρέφει καὶ προσαύξει. —  — οὐδὲν γάρ ἐστιν ἄψαυστον αὐτῇ μέρος οὐδ’ ἀνεξέργαστον οὐδ’ ἀκόσμητον.

Galenus in Hippocr. de nat. hom. lib. I Vol. XV p. 32K. ἔνιοι μὲν γὰρ τὰς τέτταρας ποιότητας μόνας κεράννυσθαι δι’ ὅλων ἀλλήλαις, ἔνιοι δὲ τὰς οὐσίας ἀπεφήναντο, Περιπατητικοὶ μὲν τῆς προτέρας δόξης προστάντες, Στωϊκοὶ δὲ τῆς δευτέρας.

Galenus de elementis sec. Hippocr. I 9. Vol. I p. 489 K. καὶ μὲν δὴ καὶ ὅπως δι’ ὅλων κεράννυται τὰ κεραννύμενα, πότερον τῶν ποιοτήτων μόνον, ὡς Ἀριστοτέλης ὑπέλαβεν, ἢ καὶ τῶν σωματικῶν οὐσιῶν δι’ ἀλλήλων ἰουσῶν, οὐκ ἀναγκαῖον ἐπίστασθαι τοῖς ἰατροῖς.

Plutarchus de comm. not. cp. 37 p. 1077e. παρὰ τὴν ἔννοιάν ἐστι σῶμα σώματος εἶναι τόπον καὶ σῶμα χωρεῖν διὰ σώματος, κενὸν μηδετέρου περιέχοντος, ἀλλὰ τοῦ πλήρους εἰς τὸ πλῆρες ἐνδυομένου καὶ δεχομένου τὸ ἐπιμιγνύμενον τοῦ διάστασιν οὐκ ἔχοντος οὐδὲ χώραν ἐν αὑτῷ διὰ τὴν συνέχειαν· οἱ δ’ οὐχ ἓν εἰς ἓν οὐδὲ δύο οὐδὲ τρία ⟨ἢ⟩ καὶ δέκα συνωθοῦντες, ἀλλὰ πάντα μέρη τοῦ κόσμου κατακερματισθέντος ἐμβάλλοντες εἰς ἓν ὅ, τι ἂν τύχωσι, καὶ τοὐλάχιστον αἰσθητὸν οὐ φάσκοντες ἐπιλείψειν ἐπιὸν τῷ μεγίστῳ, νεανιεύονται etc. p. 1078 b. ἀνάγκη γάρ, εἰς ἄλληλα χωρούντων τῷ κεράννυσθαι, μὴ θάτερον μὲν περιέχειν, περιέχεσθαι δὲ θάτερον, καὶ τὸ μὲν δέχεσθαι, τὸ δ’ ἐνυπάρχειν· οὕτω γὰρ οὐ κρᾶσις, ἁφὴ δὲ καὶ ψαῦσις ἔσται τῶν ἐπιφανειῶν, τῆς μὲν ἐντὸς ὑποδυομένης, τῆς δ’ ἐκτὸς περιεχούσης, τῶν δ’ ἄλλων μερῶν ἀμίκτων καὶ καθαρῶν ἐνδιαφερομένων· ἀλλ’ ἀνάγκη, γιγνομένης ὥσπερ ἀξιοῦσι τῆς ἀνακράσεως, ἐν ἀλλήλοις τὰ μιγνύμενα γίγνεσθαι καὶ ταὐτὸν ὁμοῦ τῷ ἐνυπάρχειν περιέχεσθαι καὶ τῷ δέχεσθαι περιέχειν θάτερον. καὶ μηδέτερον αὐτῶν αὖ πάλιν δυνατὸν εἶναι, συμβαίνει ⟨δʼ⟩ ἀμφότερα, τῆς κράσεως δι’ ἀλλήλων διιέναι καὶ μηδὲν ἔτι λείπεσθαι μηδενὸς μόριον ἀλλὰ ⟨πᾶν⟩ παντὸς ἀναπίμπλασθαι βιαζομένης.

Alexander Aphrod. de mixtione p. 219, 16 Bruns (τὸ σῶμα τὸ τριχῇ τε καὶ πάντῃ διεστηκός, ἐὰν ἄλλῳ ὁμοίως αὐτῷ διεστῶτι συντεθῇ, ἐξ ἀνάγκης συναύξει τοῦτο). εἰ δὴ τοῦτο μὲν οἰκεῖον τοῖς σώμασιν καὶ ἴδιον αὐτῶν, οἱ δὲ λέγοντες σῶμά τι διὰ σώματος χωρεῖν ⟨τῷ⟩ καὶ ἔλαττόν ποτε καὶ ἴσον τὸ ἐξ ἀμφοῖν ποιεῖν ἀναιροῦσι τοῦτο, ἀναιροῖεν ἂν τὴν τοῦ σώματος φύσιν.