Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Plutarchum de primo frigido cp. 2 p. 946a, cum frigus probet non esse στέρησιν caloris, Stoicis uti argumentis haec verba fidem faciunt: ἡ δὲ ψυχρότης οὐκ ἐλάττονα τῆς θερμότητος ἐγγιγνομένη τοῖς σώμασι πάθη καὶ μεταβολὰς ἐνεργάζεσθαι πέφυκε· καὶ γὰρ πήγνυται πολλὰ τῷ ψυχρῷ καὶ συγκρίνεται καὶ πυκνοῦται· καὶ τὸ στάσιμον αὐτῷ καὶ δυσκίνητον οὐκ ἀργόν ἐστιν, ἀλλ’ ἐμβριθὲς καὶ βέβαιον, ὑπὸ ῥώμης συνερειστικὸν καὶ συνεκτικὸν ἐχούσης τόνον. ὅθεν ἡ μὲν στέρησις ἔκλειψις γίνεται καὶ ὑποχώρησις τῆς ἀντικειμένης δυνάμεως, ψύχεται δὲ πολλά, πολλῆς αὐτοῖς θερμότητος ἐνυπαρχούσης· ἔνια δὲ καὶ μᾶλλον ἡ ψυχρότης, ἂν λάβῃ θερμότερα, πήγνυσι καὶ συνάγει, καθάπερ τὸν βαπτόμενον σίδηρον· οἱ δὲ Στωϊκοὶ καὶ τὸ πνεῦμα λέγουσιν ἐν τοῖς σώμασι τῶν βρεφῶν τῇ περιψύξει στομοῦσθαι καὶ μεταβάλλον ἐκ φύσεως γίγνεσθαι ψυχήν. ἀλλὰ τοῦτο μὲν ἀμφισβητήσιμον etc.
Galenus de elementis sec. Hippocr. I 6. Vol. I p. 469 K. ὅτι τε γὰρ ἁπλούστερόν ἐστι πυρὸς ἡ ἄκρα θερμότης, ὅτι τε ταύτης ἐγγινομένης τῇ ὕλῃ πῦρ ἀποτελεῖται, τοῖς φιλοσόφοις ὡμολόγηται πᾶσιν, οἷς Ἀθήναιος ἕπεσθαι σπουδάζει. καὶ μὲν δὴ καὶ ὡς ἀρχὴ τῆς τοῦ πυρὸς γενέσεως ὕλη τίς ἐστιν ἡ ἅποσιν ὑποβεβλημένη τοῖς στοιχείοις ἡ ἄποιος ἥ τ’ ἐγγινομένη ταύτῃ θερμότης ἡ ἄκρα, καὶ τοῦθ’ ὁμοίως ὡμολόγηται· καὶ ὡς ἡ μὲν ὕλη διὰ παντὸς τοῦ αἰῶνος ἐστίν, ἀγένητός τε καὶ ἄφθαρτος οὖσα, τὸ δὲ γινόμενόν τε καὶ ἀπογινόμενον αὐτῆς ἡ ποιότης ἐστίν· καὶ ὡς ὁμογενὲς εἶναι χρὴ τὸ στοιχεῖον, οὗπερ ἂν ᾗ στοιχεῖον. ἐν τούτῳ γὰρ δὴ καὶ διήνεγκε στοιχεῖον ἀρχῆς, ἐν τῷ τὰς μὲν ἀρχὰς οὐκ ἐξ ἀνάγκης ὁμογενεῖς εἶναι τοῖς πράγμασιν, ὧν ὑπάρχουσιν ἀρχαί, τὰ δὲ στοιχεῖα πάντως ὁμογενῆ.
Galenus in Hippocr. de nat. hom. lib. I Vol. XV p. 30 K. οὐ μὴν στοιχεῖά γε ταῦτ’ ἔστιν (scil. ἡ ἀγένητος ὕλη et quattuor primae qualitates ψυχρότης, θερμότης, ξηρότης, ὑγρότης) οὔτε τῶν ἄλλων οὔτ’ ἀνθρώπου φύσεως, ἀλλ’ ἀρχαί. συνεκέχυτο οὖν τοῦτο παρὰ τοῖς ἀρχαίοις, οὐδ’ εἰς ἔννοιαν ἀφιγμένοις τῆς διαφορᾶς ἀρχῆς τε καὶ στοιχείου, διὰ τὸ δύνασθαι χρῆσθαι τῇ τοῦ στοιχείου προσηγορίᾳ κἀπὶ τῶν ἀρχῶν. ἀλλὰ [δὲ] δύο πράγματά ἐστι φανερῶς ἀλλήλων διαφέροντα, τὸ μὲν ἕτερον ἐλάχιστον μόριον
τοῦ ὅλου, τὸ δὲ ἕτερον, εἰς ὃ διέλῃ τις κατ’ ἐπίνοιαν αὐτὸ τοῦτο ⟨τὸ⟩ ἐλάχιστον. αὐτὸ μὲν γὰρ τὸ πῦρ οὐχ οἷόν τε διελεῖν εἰς δύο σώματα καὶ δεῖξαι κεκραμένον ἐξ ἐκείνων, ὥσπερ οὐδὲ τὴν γῆν ἢ τὸ ὕδωρ ἢ τὸν ἀέρα· νοῆσαι μέντοι δυνατόν, ἑτέραν μὲν εἶναι τοῦ μεταβάλλοντος τὴν οὐσίαν, ἑτέραν δὲ τὴν μεταβολὴν αὐτοῦ. οὐ γὰρ ταὐτό ἐστι τὸ μεταβάλλον σῶμα τῇ κατ’ αὐτὸ μεταβολῇ. τὸ μὲν γὰρ μεταβάλλον ἐστὶ τὸ ὑποκείμενον, ἡ μεταβολὴ δὲ αὐτοῦ κατὰ τὴν τῶν ποιοτήτων ἀμοιβὴν γίνεται.Galenus de nat. facult. II 4. Vol. II p. 88 K. τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν εἰς ἄλληλα δρῶντα καὶ πάσχοντα· καὶ τούτων αὐτῶν δραστικώτατον μὲν τὸ θερμόν, δεύτερον δὲ τῇ δυνάμει τὸ ψυχρόν, - ⟨ τρέφεσθαι δὲ δι’ ὅλων αὐτῶν τὰ τρεφόμενα καὶ κεράννυσθαι δι’ ὅλων τὰ κεραννύμενα καὶ ἀλλοιοῦσθαι δι’ ὅλων τὰ ἀλλοιούμενα, — — καὶ τὴν πέψιν ἀλλοίωσίν τινα ὑπάρχειν καὶ μεταβολὴν τοῦ τρέφοντος εἰς τὴν οἰκείαν τοῦ τρεφομένου ποιότητα, τὴν δ’ ἐξαιμάτωσιν ἀλλοίωσιν εἶναι, καὶ τὴν θρέψιν ὡσαύτως, καὶ τὴν αὔξησιν ἐκ τῆς πάντῃ διατάσεως τοῦ σώματος καὶ θρέψεως γίνεσθαι· τὴν δ’ ἀλλοίωσιν ὑπὸ τοῦ θερμοῦ μάλιστα συντελεῖσθαι, καὶ διὰ τοῦτο καὶ τὴν θρέψιν καὶ τὴν πέψιν καὶ τὴν τῶν χυμῶν ἀπάντων γένεσιν· ἤδη δὲ καὶ τοῖς περιττώμασι τὰς ποιότητας ὑπὸ τῆς ἐμφύτου θερμασίας ἐγγίνεσθαι. — — p. 92 ἀλλ’ ὅτι μὲν τῆς Ἀριστοτέλους φυσιολογίας οὐδὲν Ἐρασιστράτῳ μέτεστιν, ὁ κατάλογος τῶν προειρημένων ἐνδείκνυται δογμάτων· ἃ πρῶτον μὲν Ἱπποκράτους ἦν, δευτέρου δ’ Ἀριστοτέλους, τρίτων δὲ τῶν Στωϊκῶν, ἑνὸς μόνου μετατιθεμένου, τοῦ τὰς ποιότητας εἶναι σώματα.
Galenus methodi med. I 2. Vol. X 15 K. (contra Thessalum medicum pugnans, qui Hippocrati ceterisque antiquis medicis obtrectaverat) εἰ δὲ τοὺς ἀπὸ τῆς Στοᾶς φιλοσόφους εἰς τὸ συνέδριον εἰσαγαγόντες ἐπιτρέψαιμεν καὶ τούτοις τὴν ψῆφον, ἐξ ὧν αὐτοὶ τίθενται δογμάτων, ἐκ τούτων Ἱπποκράτην στεφανώσουσι. τὸ γὰρ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν Ἱπποκράτης μὲν πρῶτος εἰσηγήσατο, μετ’ αὐτὸν δ’ Ἀριστοτέλης ἀπέδειξεν· ἕτοιμα δ’ ἤδη παραλαβόντες οὐκ ἐφιλονίκησαν οἱ περὶ τὸν Χρύσιππον, ἀλλ’ ἐκ τούτων τὰ σύμπαντα κεκράσθαι λέγουσι, καὶ ταῦτ’ εἰς ἄλληλα πάσχειν καὶ δρᾶν, καὶ τεχνικὴν εἶναι τὴν φύσιν, ἅπαντά τε τἄλλα τὰ περὶ φύσεως Ἱπποκράτους δόγματα προσίενται· πλὴν περὶ μικροῦ τινός ἐστιν αὐτοῖς ἡ διαφορὰ πρὸς Ἀριστοτέλη. λέγοντος γὰρ Ἱπποκράτους ὀρθῶς ὡς σύμπνουν καὶ σύῤῥουν ἐστὶν ἅπαν τὸ σῶμα καὶ πάντα συμπαθῆ τὰ τῶν ζῴων μόρια, προσίενται μὲν ἀμφότεροι τουτί, διαφέρονται δὲ ἐν τῷ τὰς μὲν ποιότητας μόνας τὸν Ἀριστοτέλη δι’ ἀλλήλων ἰέναι καὶ κεράννυσθαι πάντη, τοὺς δ’ ἀπὸ τῆς Στοᾶς οὐ ταύτας μόνας, ἀλλὰ καὶ τὰς οὐσίας αὐτὰς ὑπολαμβάνειν.
Galenus de elementis I 9 ad. Bas. I 56. K. I 487. Ἀριστοτέλει δ’ ἔν τε τοῖς περὶ οὐρανοῦ καὶ τοῖς περὶ γενέσεως καὶ φθορᾶς ὁ περὶ τῶν στοιχείων λόγος ἐξείργασται, ὥσπερ ἐν τοῖς περὶ οὐσίας λόγοις Χρυσίππῳ.
Stobaeus Eclog. I p. 129, 1 W. Χρυσίππου. Περὶ δὲ τῶν ἐκ τῆς οὐσίας στοιχείων τοιαῦτά τινα ἀποφαίνεται, τῷ τῆς αἱρέσεως ἡγεμόνι Ζήνωνι κατακολουθῶν, τέτταρα λέγων εἶναι στοιχεῖα ⟨πῦρ, ἀέρα, ὕδωρ, γῆν, ἐξ ὧν συνίστασθαι πάντα καὶ ζῶα⟩ καὶ φυτὰ καὶ τὸν ὅλον κόσμον καὶ τὰ ἐν αὐτῷ περιεχόμενα καὶ εἰς ταῦτα διαλύεσθαι. τὸ δὲ ⟨πῦρ καὶ⟩ κατ’ ἐξοχὴν στοιχεῖον λέγεσθαι διὰ τὸ ἐξ αὐτοῦ πρώτου τὰ λοιπὰ συνίστασθαι κατὰ μεταβολὴν καὶ εἰς αὐτὸ ἔσχατον πάντα χεόμενα διαλύεσθαι, τοῦτο δὲ μὴ ἐπιδέχεσθαι τὴν εἰς ἄλλο χύσιν ἢ ἀνάλυσιν· [συνίστασθαι δὲ ἐξ αὐτοῦ τὰ λοιπὰ καὶ χεόμενα εἰς τοῦτο ἔσχατον τελευτᾶν· παρὸ καὶ στοιχεῖον λέγεσθαι, ὃ πρῶτον ἕστηκεν οὕτως, ὥστε σύστασιν διδόναι ἀφ’ αὑτοῦ καὶ αὐτὸ τῶν λοιπῶν χύσιν καὶ διάλυσιν δέχεσθαι εἰς αὑτό]. κατὰ μὲν τὸν λόγον τοῦτον αὐτοτελῶς λεγομένου τοῦ πυρὸς στοιχείου· οὐ μετ’ ἄλλου γάρ· κατὰ δὲ τὸν πρότερον καὶ μετ’ ἄλλων συστατικὸν εἶναι, πρώτης μὲν γιγνομένης τῆς ἐκ πυρὸς κατὰ σύστασιν εἰς ἀέρα μεταβολῆς, δευτέρας δ’ ἀπὸ τούτου εἰς ὕδωρ, τρίτης δ’ ἔτι μᾶλλον κατὰ τὸ ἀνάλογον συνισταμένου τοῦ ὕδατος εἰς γῆν. πάλιν δ’ ἀπὸ ταύτης διαλυομένης καὶ διαχεομένης πρώτη μὲν γίγνεται χύσις εἰς ὕδωρ, δευτέρα δ’ ἐξ ὕδατος εἰς ἀέρα, τρίτη δὲ καὶ ἐσχάτη εἰς πῦρ. Λέγεσθαι ⟨δὲ⟩ πῦρ τὸ πυρῶδες πᾶν καὶ ἀέρα τὸ ἀερῶδες καὶ ὁμοίως τὰ λοιπά. Τριχῶς δὴ λεγομένου κατὰ Χρύσιππον τοῦ στοιχείου, καθ’ ἕνα μὲν τρόπον τοῦ πυρός, διὰ τὸ ἐξ αὐτοῦ τὰ λοιπὰ συνίστασθαι κατὰ μεταβολὴν καὶ εἰς αὐτὸ λαμβάνειν τὴν ἀνάλυσιν· καθ’ ἕτερον δέ, καθὸ λέγεται τὰ τέσσαρα στοιχεῖα, πῦρ, ἀὴρ, ὕδωρ, γῆ (ἐπεὶ διὰ τούτων τινὸς ἢ τινῶν ἢ καὶ πάντων τὰ λοιπὰ συνέστηκε, διὰ μὲν τῶν τεττάρων, ὡς τὰ ζῷα καὶ τὰ ἐπὶ γῆς πάντα συγκρίματα, διὰ δυοῖν δέ, ὡς ἡ σελήνη διὰ πυρὸς καὶ ἀέρος συνέστηκε, δι’ ἑνὸς δὲ ὡς ὁ ἥλιος, διὰ πυρὸς γὰρ μόνου, ὁ γὰρ ἥλιος πῦρ ἐστιν εἰλικρινές), κατὰ τρίτον λόγον λέγεται στοιχεῖον ** εἶναι ὃ πρῶτον συνέστηκεν οὕτως, ὥστε γένεσιν διδόναι ἀφ’ αὑτοῦ ὁδῷ μέχρι τέλους καὶ ἐξ ἐκείνου τὴν ἀνάλυσιν δέχεσθαι εἰς ἑαυτὸ τῇ ὁμοίᾳ ὁδῷ. Γεγονέναι δ’ ἔφησε καὶ
τοιαύτας ἀποδόσεις περὶ στοιχείου, ὡς ἔστι τό τε δι’ αὑτοῦ εὐκινητότατον καὶ ἡ ἀρχὴ ⟨καὶ ὁ σπερματικὸς⟩ λόγος καὶ ἡ ἀΐδιος δύναμις φύσιν ἔχουσα τοιαύτην, ὥστε αὑτήν τε κινεῖν κάτω πρὸς [γῆν] τὴν τροπὴν καὶ ἀπὸ τῆς τροπῆς ἄνω πάντῃ κύκλῳ, εἰς αὑτήν τε πάντα καταναλίσκουσα καὶ ἀφ’ αὑτῆς πάλιν ἀποκαθιστᾶσα τεταγμένως καὶ ὁδῷ (Diels Arii Didymi epit. phys. fragm. 21). Cf. Probus ad Verg. p. 10, 33 K. Ex his (quattuor elementis) omnia esse postea effigiata Stoici tradunt Zenon Citieus et Chrysippus Solaeus et Cleanthes Assius, qui principem habuerunt Empedoclem Agrigentinum qui de his ita scribit: τέσσαρα δὴ πάντων ῥιζώματα πρῶτον ἔασιν etc.[Iustinus] de resurrect. 6. Φασί τοίνυν οἱ τοῦ κόσμου φυσικοὶ σοφοὶ λεγόμενοι τὸ πᾶν ὑπάρχειν οἱ μὲν ὕλην καὶ θεὸν ὡς Πλάτων — — οἱ δὲ τὰ τέσσαρα, πῦρ, ὕδωρ, ἀέρα, γῆν, ὥσπερ οἱ Στωϊκοί. — — Καὶ ὁ μὲν Πλάτων φησὶν ὑπὸ τοῦ θεοῦ τὰ πάντα ἐκ τῆς ὕλης γεγονέναι — — οἱ δὲ Στωϊκοὶ ἐκ τῶν τεσσάρων διήκοντος δι’ αὐτῶν τοῦ θεοῦ. ibidem paulo post: Ἀλλὰ μὴν κατὰ τοὺς Στωϊκούς, ἐκ τῆς τῶν τεσσάρων στοιχείων κράσεως γινομένου τοῦ σώματος, καὶ διαλυομένου τούτου εἰς τὰ τέσσαρα, παραμενόντων τούτων ἀφθάρτων, δυνατόν ἐστι πάλιν τὰ τέσσαρα στοιχεῖα, τὴν αὐτὴν μῖξιν καὶ κρᾶσιν λαβόντα ἀπὸ τοῦ διήκοντος δι’ αὐτῶν θεοῦ, ποιῆσαι ὃ πρότερον πεποιήκει σῶμα.
Galenus de venae sectione therapeutici 3. Vol. XI p. 256 K. αἱ δ’ ἀρχαὶ τῆς γενέσεως ἅπασι τοῖς οὖσιν, ὕλην ἔχουσι, τὰ τέτταρα στοιχεῖα, κεράννυσθαί τε πεφυκότα δι’ ὅλων ἀλλήλων καὶ δρᾶν εἰς ἄλληλα.
Galenus introductio s. medicus 9. Vol. XIV p. 698 K. κατὰ δὲ τὸν Ἀθήναιον στοιχεῖα ἀνθρώπου οὐ τὰ τέσσαρα πρῶτα σώματα, πῦρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ, ἀλλ’ αἱ ποιότητες αὐτῶν, τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, ὧν δύο μὲν τὰ ποιητικὰ αἴτια ὑποτίθεται, τὸ θερμὸν καὶ τὸ ψυχρόν, δύο δὲ τὰ ὑλικά, τὸ ξηρὸν καὶ τὸ ὑγρόν, καὶ πέμπτον παρεισάγει κατὰ τοὺς Στωϊκούς τὸ διῆκον διὰ πάντων πνεῦμα, ὑφ’ οὗ τὰ πάντα συνέχεσθαι καὶ διοικεῖσθαι.
Origenes contra Celsum IV 56. Vol. I p. 329, 12 Kö. (p. 547 Delarue). προσφεύξεται δὲ Ἀριστοτέλει καὶ τοῖς ἀπὸ τοῦ Περιπάτου, ἄϋλον φάσκουσιν εἶναι τὸν αἰθέρα καὶ πέμπτης παρὰ τὰ τέσσαρα στοιχεῖα αὐτὸν εἶναι φύσεως· πρὸς ὃν λόγον οὐκ ἀγεννῶς καὶ οἱ ἀπὸ Πλάτωνος καὶ οἱ ἀπὸ τῆς Στοᾶς ἔστησαν.
Nemesius de nat. hom. cp. 5 p. 126. λέγουσι δὲ οἱ Στωϊκοὶ τῶν στοιχείων τὰ μὲν εἶναι δραστικά, τὰ δὲ παθητικά· δραστικὰ μὲν ἀέρα καὶ πῦρ, παθητικὰ δὲ γῆν καὶ ὕδωρ.
Aëtius I 15, 11 (περὶ χρωμάτων) DG. p. 314, 11. οἱ μὲν ἄλλοι τὰ στοιχεῖα κεχρῶσθαι φυσικῶς.
Galenus de constitutione artis medicae 7. Vol. I p. 245 K. Ἔστι μὲν δὴ τὸ προκείμενον - αὐτὸ τοῦτο ἐξευρεῖν, ὁποῖα τὰ πρὸς τὴν φύσιν
ἐστὶ [τὰ] πρῶτά τε καὶ ἁπλούστατα μόρια. μὴ τοίνυν ἐπὶ πάντων, ἀλλ’ ἐφ’ ἑνὸς - ὁ λόγος ἡμῖν γιγνέσθω, τῆς σαρκὸς ἐπισκεπτομένης, πρῶτον μὲν εἰ ἕν τι τὴν ἰδέαν ἐστὶ τὸ γεννῆσαν αὐτὴν στοιχεῖον (οὐδὲν γὰρ χεῖρον οὕτως ὀνομάσαι τὸ πρῶτόν τε καὶ ἁπλούστατον ἐν αὐτῇ μόριον)· εἶθ’ ἑξῆς, εἴπερ μὴ φαίνοιτο τοιοῦτον, εἰ πολλά, κἄπειτα πόσα γε καὶ τίνα καὶ ὅστις ὁ τρόπος αὐτοῖς ἐστι τῆς συνθέσεως. ἐπεὶ τοίνυν ἡ σὰρξ ὀδυνᾶται τεμνομένη τε καὶ θερμαινομένη σφοδρῶς, ἀδύνατον ἓν εἶναι τῷ εἴδει τὸ στοιχεῖον, οἷον Ἐπίκουρος ὑπέθετο τὴν ἄτομον. ὅτι γὰρ [οὐχ] ἓν τῷ εἴδει τὸ στοιχεῖόν ἐστι ⟨τὸ⟩ τοιοῦτον, ἐνθένδε δῆλον. οὐδεμία τῶν ἀτόμων αὐτὴ καθ’ αὑτὴν οὔτε θερμὴ τὴν φύσιν ἐστὶν οὔτε ψυχρά, οὐ μὴν οὐδὲ λευκή τίς ἐστιν ἐξ αὐτῶν ἢ μέλαινα. — — ὅλως γὰρ οὐδεμία ποιότης ἐστὶν αὐτῇ τῇ ἀτόμῳ, ὡς οἱ πατέρες αὐτῶν βούλονται. τῶν γὰρ δὴ τοιούτων ποιοτήτων πᾶσαι δι’ ὅλων φαίνονται διεληλυθέναι τῶν σωμάτων, ὡς ἥ γε κατὰ τὸ σχῆμα ποιότης ὑπάρχει πάσαις αὐταῖς, ὑπάρχει δὲ καὶ ἀντιτυπία καὶ βάρος. ἀλλ’ εἴτε ποιότητα χρὴ καλεῖν, εἴτε ἄλλο τι τὰ τοιαῦτα, πρός γε τὸ προκείμενον οὐδὲν διαφέρει. πάσαις γὰρ αὐταῖς ὑπάρχει τὰ εἰρημένα, καὶ οὐ διαφέρουσιν ἀλλήλων εἴδει, καθάπερ αἱ ὁμοιομέρειαι τοῖς ἐκείνας ὑποτιθεμένοις, ἢ τὰ τέτταρα στοιχεῖα τοῖς ὑποτιθεμένοις ταῦτα. φησὶν οὖν Ἱπποκράτης· ἐγὼ δέ φημι, εἰ ἓν ἦν ἄνθρωπος, οὐδέποτ’ ἂν ἤλγεεν ὀρθότατα λέγων. τὸ γὰρ ἓν ἀμετάβλητον εἰς ἕτερον, οὐκ ἔχον γε εἰς ὃ μεταβάλοι. τὸ δὲ ἀμετάβλητον ἀναλλοίωτον καὶ ἀπαθές, τὸ δὲ ἀπαθὲς ἀνώδυνον. γίγνεται τοίνυν ἐκ τῶν εἰρημένων προτάσεων συμπέρασμα, τὸ ἓν ἀπαθὲς ὑπάρχειν. ἐφ’ ᾧ πάλιν ἕτερος ἐρωτηθήσεται λόγος τοιόσδε· εἰ ἓν ἦν τῷ εἶδει τὸ στοιχεῖον, οὐδὲν ἐν τοῖς πᾶσιν οὐδέποτε ὀδυνήσεται· ἀλλὰ μὴν ὀδυνᾶται. οὐκ ἄρα ἕν ἐστι τὸ στοιχεῖον. ἐπεὶ δ’ ὑπέκειτο περὶ σαρκὸς ποιεῖσθαι τὸν λόγον, ἐπ’ ἐκείνης ἐξεταζέσθω. εἰ ἓν ἦν τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον, οὐδέποτε ἡ σὰρξ ὀδυνήσεται· ἀλλὰ μὴν ὀδυνᾶται· οὐκ ἄρα ἕν ἐστι τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον. ὁ δ’ αὐτὸς λόγος καὶ καθ’ ἕτερον ἐρωτηθήσεται τρόπον· εἰ ἀπαθές ἐστι τὸ τῆς σαρκὸς στοιχεῖον, οὐκ ὀδυνηθήσεται· ἀλλὰ μὴν ὀδυνᾶται· οὐκ ἄρα ἐστὶν ἀπαθές. εἰ δὲ καὶ πλείω λέγοι τις εἶναι τὰ στοιχεῖα, μὴ μέντοι γε ἀλλοιούμενα, καὶ ἐπ’ ἐκείνων ὁ αὐτὸς λόγος ἐρωτηθήσεται κατὰ τὸν αὐτὸν τρόπον. εἰ ἀπαθῆ τῆς σαρκός ἐστι τὰ στοιχεῖα, οὐκ ἀλγήσει· ἀλλὰ μὴν ἀλγεῖ· οὐκ ἄρα ἐστὶν ἀπαθῆ τὰ τῆς σαρκὸς στοιχεῖα. ὁ μὲν οὖν πρότερος λόγος ἀνατρέπει τήν τε τῶν ἀτόμων καὶ τὴν τῶν ἀνάρμων καὶ τὴν τῶν ἐλαχίστων ὑπόθεσιν, κατὰ δὲ τὸν δεύτερον ἥ τε τῶν ὁμοιομερῶν ἀναιρεῖται δόξα καὶ ἡ Ἐμπεδοκλέους. καὶ γὰρ οὗτος ἐκ τῶν τεσσάρων στοιχείων βούλεται συνίστασθαι τὰ σώματα, μὴ μεταβαλλόντων εἰς ἄλληλα. προσέχε νῦν ἤδη τῷ λόγῳ, ὃς θᾶττον ἐλπίδος ἐξεῦρε τὸ μέγιστον μέρος ὧν ἐζήτεις. οὐκ ἀπαθῆ γὰρ ἀπέδειξεν εἶναι δεῖν τὰ στοιχεῖα τῆς σαρκός. οὔκουν ἔτι καθέξουσι τὸ προκείμενον κατὰ τὸν λόγον, ἐν τῇ συνθέσει τῶν ἀπαθῶν ἐκείνων σωμάτων, ἃ δὴ στοιχεῖα τῆς τῶν ὄντων ἁπάντων φύσεως ὑποτίθενται, τὰς ὀδύνας γεννᾶσθαι φάσκοντες. ἀπαθὲς γὰρ ὀδυνώμενον οὔθ’ ἡ διάνοια παραδέχεται, καὶ πολὺ δὴ μᾶλλον οὐδὲν τῶν αἰσθητῶν μαρτυρεῖ. τοὺς γοῦν δακτύλους εἰ συμπλέξαις ἀλλήλοις, εἶτ’ αὖθις ἀποχωρίζοις, οὔθ’ ἡ σύνοδος οὔθ’ ὁ διαχωρισμὸς ὀδύνην ἐργάσεται. τὸ μὲν γὰρ ὀδυνᾶσθαι σὺν τῷ πάσχειν ἐστίν· πάσχει δὲ οὐδὲν τὸ ψαῦον, ἐπειδήπερ ἐν δυοῖν τούτοιν ἐστὶ τὸ πάσχειν, ἀλλοιώσει τε τῇ δι’ ὅλων καὶ λύσει τῆς συνεχείας. ὁπότ’ οὖν οὐδ’ ἐν τοῖς παθητικοῖς ἐναργῶς σώμασιν οὔθ’ ἡ σύνοδος οὔθ’ ἡ ἄφοδος ὀδύνην ἐργάζεται, σχολῇ γε ἂν ἐν τοῖς ἀπαθέσιν ἐργάσαιτο. — — χρὴ τοίνυν τὸ μέλλον ὀδυνήσεσθαι παθητὸν εἶναι καὶ αἰσθητόν. οὐ μὴν ἐξ αἰσθητικῶν γε τῶν πρώτων ἀναγκαῖον εἶναι τὸ αἰσθητικόν, ἀλλ’ ἀρκεῖ τὸ παθητικὸν μόνον. αἰσθητικὸν γὰρ δύναται γενέσθαι ποτέ, μεταβάλλον τε καὶ ἀλλοιούμενον. ἐπεὶ δ’ ἀπείρους ἐγχωρεῖ τὸ πλῆθος γενέσθαι τὰς ἐκ τῶν στοιχείων ἀλλοιώσεις τε καὶ κράσεις, ἄπειροι τῶν κατὰ μέρος σωμάτων αἱ ἰδιότητες συστήσονται, καθ’ ἃς οὐδὲν ἄτοπον ἀναίσθητα γενέσθαι πολλά, καὶ τῶν αἰσθανομένων τὸ μὲν μᾶλλον αἰσθάνεσθαι, τὸ δ’ ἧττον.Cicero de natura deorum III 35. Sed omnia vestri, Balbe, solent ad igneam vim referre, Heraclitum, ut opinor, sequentes — — ; vos autem ita dicitis, omnem vim esse igneam, itaque et animantis, cum calor defecerit, tum interire, et in omni natura rerum id vivere, id vigere, quod caleat. - 36. Ita voltis, opinor, nihil esse animal intrinsecus in natura atque mundo praeter ignem. - Quodsi ignis ex sese ipse animal est nulla se alia admiscente natura, quoniam is, cum inest in corporibus nostris, efficit, ut sentiamus, non potest ipse esse sine sensu. - Ita fit, ut ne ignem quidem efficere possitis aeternum. 37. Quid enim? non eisdem vobis placet omnem ignem pastus indigere nec permanere ullo modo posse, nisi alatur? ali autem solem, lunam, reliqua astra aquis, alia dulcibus, alia marinis?
Philo de visione angeli p. 616 Aucher. Cherubim exponitur typus vel incendium. — — Incendium vero propterea, quia consumunt privationem ab ordine sive informitatem materiae, in ordinem eam reducentes et consequenter informem in formam et inornatum in ornatum. Quoniam non corruptibilis ignis erant virtutes, sed salutaris, per quem omnia artificiose facta sunt. Quare, ut mihi videtur, etiam nonnulli philosophorum ignem artificialem asseruere in viam cadere ad semina in generationem producenda. Siquidem extensum illud lucis volumen corporis conceditur oculis, evidens autem in invisibilibus natura, qua creatur formaturque materia, mentis velocissime videntibus oculis.
Augustinus de civ. dei VIII 5. Nam quidam eorum a rebus non vivis res vias fieri posse crediderunt, sicut Epicurei; quidam vero a vivente quidem et viventia et non viventia, sed tamen a corpore corpora. Nam Stoici ignem, id est corpus, unum ex his quattuor elementis, quibus visibilis mundus hic constat, et viventem et sapientem et ipsius mundi fabricatorem atque omnium, quae in eo sunt, eumque omnino ignem deum esse putaverunt.
Galenus de differentia pulsuum III 6. Vol. VIII p. 672 K. οὐ μὴν οἱ τῷ λόγῳ διασκεψάμενοί τι περὶ τοῦ ἀέρος ἰατροί τε καὶ φιλόσοφοι κενὸν εἶναι παντάπασιν ὑπολαμβάνουσιν αὐτόν, ἀλλ’ οἱ μέν τινες, ὧν τῆς δόξης καὶ ἡμεῖς μετέχομεν, ἓν ὑπάρχειν σῶμα συνεχὲς ἑαυτῷ πάντῃ, μηδαμόθι κενοῦ παραπλοκὴν ἔχον, οἱ δέ τινες ἐν κενῷ πολλὰ σώματα,
τὰ σμικρά, τὰ πρῶτα, προσφερόμενα προσκρούοντά τε καὶ ἀποπαλλόμενα, μὴ μέντοι περιπλεκόμενά τε καὶ συγκρινόμενα. ibid. 673. οὐδὲν γάρ ἐστιν ἐν κόσμῳ τοιοῦτον (scil. κενόν), ἀλλ’ οὐδὲ κατ’ ἐπικράτειαν. οὐδενὸς γὰρ ὑπάρχοντος ὅλως ἐν κόσμῳ κενοῦ, πῶς ἂν εἴη τι κατ’ ἐπικράτειαν κενόν; ibid 674. (pneumatici aiunt:) οὐ γὰρ εἶναι τοιαύτην (scil. κενὴν χώραν) οὐδεμίαν ἐν κόσμῳ νομίζουσιν, ἀλλ’ ἡνῶσθαι τὴν ὅλην οὐσίαν ἑαυτῇ.Aëtius Plac. IV 19, 4. Οἱ δὲ Στωϊκοί φασι τὸν ἀέρα μὴ συγκεῖσθαι ἐκ θραυσμάτων, ἀλλὰ συνεχῆ δι’ ὅλου, μηδὲν κενὸν ἔχοντα· ἐπειδὰν δὲ πληγῇ πνεύματι, κυματοῦται κατὰ κύκλους ὀρθοὺς εἰς ἄπειρον, ἕως πληρώσῃ τὸν περικείμενον ἀέρα, ὡς ἐπὶ τῆς κολυμβήθρας τῆς πληγείσης λίθῳ. καὶ αὕτη μὲν κυκλικῶς κινεῖται, ὁ δ’ ἀὴρ σφαιρικῶς.
Galenus de simplic. medicam. I 24. Vol. XI p. 423. τὸν ἀέρα τοίνυν οὐκ ἔστιν ὅστις οὐκ εἶπε λεπτομερῆ, τῷ καταθραύεσθαι δηλονότι ῥᾳδίως εἰς λεπτὰ μόρια καὶ διὰ πυκνοτάτων σωμάτων ἑτοίμως διέρχεσθαι. Ἢ εἴπερ ἐξ ἄλλου τινὸς ἐπιφέρουσιν αὐτῷ τὸ λεπτομερὲς ὄνομα, διδασκόντων ἡμᾶς σαφῶς. οὐ γὰρ δὴ ἐξ ὄγκων γε λεπτῶν, ὡς οἱ τῆς ἑτέρας αἱρέσεως εἴποιεν ἂν ἡγεμόνες, ἐροῦμεν καὶ ἡμεῖς συγκεῖσθαι τὸν ἀέρα. συνεχὴς γάρ ἐστιν καὶ εἷς ὅλος, οὐδαμόθι κενὸν ἐν ἑαυτῷ περιέχων οὐδέν. ἐν δὲ τοιαύτῃ φύσει σώματος ἡ λεπτομέρεια τῷ τάχει τῆς εἰς μικρὰ διαιρέσεως ἐπινοεῖται μόνῳ. ἀλλ’ εἴπερ διὰ τοῦτο λεπτομερὴς ὁ ἀήρ, οὐχ ἅπαν πῦρ ἔσται λεπτομερές. ἔστι μὲν γὰρ δήπου καὶ χαλκὸς καὶ σίδηρος καὶ λίθος καὶ ξύλον καὶ πᾶν ὅπερ ⟨ἂν⟩ ἀνθρακωθῇ πῦρ, οὐ μὴν λεπτομερέστερον νῦν ἢ πρόσθεν. αἱ μέντοι φλόγες, ἕτερόν τι γένος πυρός, ὄντως εἰσὶ λεπτομερεῖς etc.