Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Aëtius Plac. IV 20, 2. Οἱ δὲ Στωϊκοὶ σῶμα τὴν φωνήν· πᾶν γὰρ τὸ δρῶν ἢ καὶ ποιοῦν σῶμα· ἡ δὲ φωνὴ ποιεῖ καὶ δρᾷ· ἀκούομεν γὰρ αὐτῆς καὶ αἰσθανόμεθα προσπιπτούσης τῇ ἀκοῇ καὶ ἐκτυπούσης καθάπερ δακτυλίου εἰς κηρόν. ἔτι πᾶν τὸ κινοῦν καὶ ἐνοχλοῦν σῶμά ἐστι· κινεῖ δὲ ἡμᾶς ἡ εὐμουσία, ἐνοχλεῖ δὲ ἡ ἀμουσία. ἔτι πᾶν τὸ κινούμενον σῶμά ἐστι· κινεῖται δὲ ἡ φωνὴ καὶ προσπίπτει εἰς τοὺς λείους τόπους καὶ ἀντανακλᾶται καθάπερ ἐπὶ τῆς σφαίρας τῆς βαλλομένης εἰς τοῖχον· ἐν γοῦν ταῖς κατ’ Αἴγυπτον πυραμίσιν ἔνδον μία φωνὴ ῥηγνυμένη τέτταρας ἢ καὶ πέντε ἤχους ἀπεργάζεται.

Simplicius in Aristot. categorias f. 54 B. ed. Bas. οἱ δὲ τινὰς μὲν ἀνήρουν ποιότητας, τινὰς δὲ κατελίμπανον. τῶν δὲ ὑπόστασιν αὐταῖς διδόντων, οἱ μὲν πάσας ἡγοῦντο ἀσωμάτους, ὥσπερ οἱ ἀρχαῖοι· οἱ δὲ τῶν μὲν ἀσωμάτων ἀσωμάτους, τῶν δὲ σωμάτων σωματικὰς ὥσπερ οἱ Στωϊκοί.

Simplicius in Aristot. categ. f. 56 Δ ed. Bas. Οἱ δὲ Στωϊκοὶ τῶν μὲν σωμάτων σωματικάς, τῶν δὲ ἀσωμάτων ἀσωμάτους εἶναι λέγουσι τὰς ποιότητας. σφάλλονται δὲ ἀπὸ τοῦ ἡγεῖσθαι τὰ αἴτια τοῖς ἀποτελουμένοις ἀφ’ ἑαυτῶν ὁμοούσια εἶναι καὶ ἀπὸ τοῦ κοινὸν λόγον τῆς αἰτίας ἐπί τε τῶν σωμάτων καὶ ἐπὶ τῶν ἀσωμάτων ὑποτίθεσθαι. πῶς δὲ καὶ πνευματικὴ ἡ οὐσία ἔσται τῶν σωματικῶν ποιοτήτων, αὐτοῦ τοῦ πνεύματος συνθέτου ὄντος καὶ ἐκ πλειόνων συνεστηκότος, μεριστοῦ τε ὑπάρχοντος καὶ ἐπίκτητον ἔχοντος τὴν ἕνωσιν, ὥστε οὐ κατ’ οὐσίαν ἔχειν τὸ συνηνῶσθαι οὐδὲ πρώτως ἀφ’ ἑαυτοῦ; πῶς οὖν ἂν τοῖς ἄλλοις τοῦτο παρέχοι τὸ συνέχεσθαι;

Simplicius in Aristot. categ. f. 55 A ed. Bas. Καὶ εἰ ὁ Ἀριστοτέλης μὲν καὶ τὰ ἑκτὰ καὶ τὰς ἐνεργείας περὶ ἡμᾶς ἀπολείπει, οἱ δὲ ἐξ Ἀκαδημίας ἀμφότερα ἐκτός, οἱ δὲ Στωϊκοὶ τὰ μὲν ἑκτὰ περὶ ἡμᾶς, τὰ δὲ ἐνεργήματα καὶ τὰ ποιήματα ἐκτός, συγχέαντες τὰς δύο δόξας, συμφώνως ἑαυτῷ ὁ Ἀριστοτέλης συνῆψε τῇ ποιότητι τὸ ποιόν, ὡς ὄντα ἀμφότερα περὶ ἡμᾶς. τῶν δὲ Στωϊκῶν τινες, τριχῶς τὸ ποιὸν ἀφοριζόμενοι, τὰ μὲν δύο σημαινόμενα ἐπιπλέον τῆς ποιότητος λέγουσι· τὸ δὲ ἓν ἤτοι ἑνὸς μέρος συναπαρτίζειν αὐτῇ φασι. λέγουσι γὰρ ποιὸν καθ’ ἓν μὲν σημαινόμενον πᾶν τὸ κατὰ διαφοράν, εἴτε κινούμενον εἴη εἴτε ἐχόμενον· καὶ εἴτε δυσαναλύτως εἴτε εὐαναλύτως ἔχει. κατὰ τοῦτο δὲ οὐ μόνον ὁ φρόνιμος καὶ ὁ πὺξ προτείνων, ἀλλὰ καὶ ὁ τρέχων ποιοί. καθ’ ἕτερον δὲ καθ’ ὃ οὐκέτι τὰς κινήσεις περιελάμβανον, ἀλλὰ μόνον τὰς σχέσεις· ὃ δὴ καὶ ὡρίζοντο τὸ ἰσχόμενον κατὰ διαφοράν, οἷός ἐστιν ὁ φρόνιμος καὶ ὁ προβεβλημένος. καὶ τούτων δὲ τῶν ἐμμόνως ἰσχομένων κατὰ διαφορὰν οἱ μὲν ἀπηρτισμένως κατὰ τὴν ἐκφορὰν αὐτῶν καὶ τὴν ἐπίνοιαν εἰσὶ τοιοῦτοι, οἱ δὲ οὐκ ἀπηρτισμένως. καὶ τούτους μὲν παρῃτοῦντο· τοὺς δὲ ἀπαρτίζοντας καὶ ἐμμόνους ὄντας κατὰ διαφορὰν ποιοὺς ἐτίθεντο. ἀπαρτίζειν δὲ κατὰ τὴν ἐκφορὰν ἔλεγον τοὺς τῇ ποιότητι συνεξισουμένους, ὡς τὸν γραμματικὸν καὶ τὸν φρόνιμον. οὔτε γὰρ πλεονάζει οὔτε ἐλλείπει τούτων ἑκάτερος παρὰ τὴν ποιότητα· ὁμοίως δὲ καὶ ὁ φίλοψος καὶ ὁ φίλοινος. οἱ μέντοι περὶ τὰς ἐνεργείας τοιοῦτοι, ὥσπερ ὁ ὀψοφάγος καὶ ὁ οἰνόφλυξ, ἔχοντες μέρη

τοιαῦτα, δι’ ὧν ἀπολαύουσιν, οὕτως λέγονται. διὸ καὶ εἰ μέν τις ὀψοφάγος, καὶ φίλοψος πάντως· εἰ δὲ φίλοψος, οὐ πάντως ὀψοφάγος. ἐπιλειπόντων γὰρ τῶν μερῶν δι’ ὧν ὀψοφαγεῖ, τῆς μὲν ὀψοφαγίας ἀπολέλυται, τὴν δὲ φίλοψον ἕξιν οὐκ ἀνῄρηκ. τριχῶς οὖν τοῦ ποιοῦ λεγομένου, ἡ ποιότης κατὰ τὸ τελευταῖον ποιὸν συναπαρτίζει πρὸς τὸ ποιόν. διὸ καὶ ὅταν ὁρίζωνται τὴν ποιότητα σχέσιν ποιοῦ, οὕτως ἀκουστέον τοῦ ὅρου, ὡς τοῦ τρίτου ποιοῦ παραλαμβανομένου. μοναχῶς μὲν γὰρ ἡ ποιότης λέγεται κατ’ αὐτοὺς τοὺς Στωϊκούς, τριχῶς δὲ ὁ ποιός.

Simplicius in Aristot. categ f. 55 E ed. Bas. Καὶ οἱ Στωϊκοὶ δὲ κατὰ τὰς αὑτῶν ὑποθέσεις τὴν αὐτὴν ἂν ἀπορίαν προσαγάγοιεν τῷ λέγοντι λόγῳ, κατὰ ποιότητα πάντα τὰ ποιὰ λέγεσθαι. τὰς γὰρ ποιότητας ἑκτὰ λέγοντες οὗτοι, ἐπὶ τῶν ἡνωμένων μόνων ἑκτὰ ἀπολείπουσιν· ἐπὶ δὲ τῶν κατὰ συναφήν, οἷον νεώς, καὶ ἐπὶ τῶν κατὰ διάστασιν, οἶον στρατοῦ, μηδὲν εἶναι ἑκτόν, μηδὲ εὑρίσκεσθαι πνευματικόν τι ἓν ἐπ’ αὐτῶν μηδὲ ἕνα λόγον ἔχον, ὥστε ἐπί τινα ὑπόστασιν ἐλθεῖν μιᾶς ἕξεως. τὸ δὲ ποιὸν καὶ ἐν τοῖς ἐκ συναπτομένων θεωρεῖται καὶ ἐν τοῖς ἐκ διεστώτων. ὡς γὰρ εἷς γραμματικὸς ἐκ ποιᾶς ἀναλήψεως καὶ συγγυμνασίας ἐμμόνως ἔχει κατὰ διαφοράν, οὕτως καὶ ὁ χορὸς ἐκ ποιᾶς μελέτης ἐμμόνως ἔχει κατὰ διαφοράν. διὸ ποιὰ μὲν ὑπάρχει διὰ τὴν κατάταξιν καὶ τὴν πρὸς ἓν ἔργον συνέργειαν· δίχα δὲ ποιότητός ἐστι ποιά. ἕξις γὰρ ἐν τούτοις οὐκ ἔστιν· οὐδὲ γὰρ ὅλως ἐν διεστώσαις οὐσίαις καὶ μηδεμίαν ἐχούσαις συμφυῆ πρὸς ἀλλήλας ἕνωσίν ἐστι ποιότης ἢ ἕξις. εἰ δὲ ποιοῦ ὄντος οὐκ ἔστι ποιότης, οὐ συναπαρτίζειν ταῦτα ἀλλήλοις φαῖεν ἄν, οὐδὲ δυνατόν ἐστι διὰ τοῦ ποιοῦ τὴν ποιότητα ἀποδίδοσθαι. πρὸς δὲ ταῦτα δυνατὸν μὲν λέγειν, ὡς ἀσώματον ὂν τὸ εἶδος ἓν καὶ τὸ αὐτὸ διατείνει ἐπὶ τοῖς πολλοῖς, πανταχοῦ τὸ αὐτὸ ὑπάρχον ὅλον. εἰ δὲ τοῦτο, ἔσται καὶ ποιότης μία διήκουσα διὰ τῶν διεστηκότων καὶ συναπτομένων ποιῶν. εἰ μέντοι τοιαύτην τις τὴν ὑπόθεσιν ὡς ἀπεξενωμένην τὴς Στωϊκῆς αἱρέσεως μὴ προσδέχοιτο, ἔστιν ἰσχυρῶς ἀπομάχεσθαι etc.

Simplicius in Aristot. categ. f. 70E ed. Bas.  καὶ οἱ Στωϊκοὶ δὲ ποιότητας ποιοτήτων ποιοῦσιν, ἑαυτῶν ποιοῦντες ἑκτὰς ἕξεις.

Simplicius in Aristot. categ. f. 61 B ed. Bas. Ἄξιον δὲ καὶ τὴν τῶν Στωϊκῶν συνήθειαν πάντων περὶ τὰ ὀνόματα ταῦτα καταμαθεῖν. δοκοῦσι γὰρ οὗτοι τισὶν ἀνάπαλιν τῷ Ἀριστοτέλει τὴν διάθεσιν τῆς ἕξεως μονιμωτέραν ἡγεῖσθαι. τὸ δὲ ἀφορμὴν μὲν ἔχει τῆς τοιαύτης ὑπονοίας, οὐ μέντοι κατὰ τὸ μονιμώτερον ἢ μὴ παρὰ τοῖς Στωϊκοῖς ἡ τούτων εἴληπται διαφορά, ἀλλὰ κατ’ ἄλλας διαθέσεις. καὶ γὰρ τὰς μὲν ἕξεις ἐπιτείνεσθαί φασι δύνασθαι καὶ ἀνίεσθαι· τὰς δὲ διαθέσεις ἀνεπιτάτους εἶναι καὶ ἀνανέτους. διὸ καὶ τὴν εὐθύτητα τῆς ῥάβδου, κἂν εὐμετάβολος ᾗ, δυναμένη κάμπτεσθαι, διάθεσιν εἶναί φασι. μὴ γὰρ ἀνεθῆναι ἢ ἐπιταθῆναι τὴν εὐθύτητα μηδὲ ἔχειν τὸ μᾶλλον ἢ ἧττον, διόπερ εἶναι διάθεσιν. οὑτωσὶ δὲ καὶ τὰς ἀρετὰς διαθέσεις εἶναι, οὐ κατὰ τὸ μόνιμον ἰδίωμα, ἀλλὰ κατὰ τὸ ἀνεπίτατον καὶ ἀνεπίδεκτον τοῦ μᾶλλον· τὰς δὲ τέχνας καίτοι δυσκινήτους οὔσας [ἢ] μὴ εἶναι διαθέσεις. καὶ ἐοίκασι τὴν μὲν ἕξιν ἐν τῷ πλάτει τοῦ εἴδους θεωρεῖν· τὴν δὲ διάθεσιν ἐν τῷ τέλει τοῦ εἴδους καὶ ἐν τῷ μάλιστα,

εἴτε κινοῖτο καὶ μεταβάλλοι, ὡς τὸ εὐθὺ τῆς ῥάβδου, εἴτε καὶ μή. μᾶλλον δ’ ἐχρῆν ἐκεῖνο ἐπιστῆσαι, μὴ ἡ παρὰ τοῖς Στωϊκοῖς σχέσις ἡ αὐτή ἐστι τῇ παρὰ Ἀριστοτέλει διαθέσει, κατὰ τὸ εὐανάλυτον καὶ δυσανάλυτον διϊσταμένη πρὸς τὴν ἕξιν· ἀλλ’ οὐδὲ οὕτως συμφωνοῦσιν. ὁ μὲν γὰρ Ἀριστοτέλης τὴν ἀβέβαιον ὑγείαν διάθεσιν εἶναί φησιν· οἱ δὲ ἀπὸ τῆς Στοᾶς τὴν ὑγείαν, ὅπως ἂν ἔχῃ, οὐ συγχωροῦσι σχέσιν εἶναι· φέρειν γὰρ τὸ τῆς ἕξεως ἰδίωμα. τὰς μὲν γὰρ σχέσεις ταῖς ἐπικτήτοις καταστάσεσι χαρακτηρίζεσθαι, τὰς δὲ ἕξεις ταῖς ἐξ ἑαυτῶν ἐνεργείαις. ὅθεν οὐδὲ χρόνου μήκει ἢ ἰσχύϊ εἰδοποιοῦνται αἱ ἕξεις κατ’ αὐτούς, ἰδιότητι δέ τινι καὶ χαρακτῆρι. καὶ ὥσπερ τὰ ἐῤῥιζωμένα μᾶλλον καὶ ἧττον ἐῤῥίζωται, ἓν δὲ ἔχει τὸ κοινὸν ἰδίωμα, τὸ ἀντέχεσθαι τῆς γῆς, οὕτω καὶ ἡ ἕξις ἐπὶ τῶν δυσκινήτων καὶ εὐκινήτων ἡ αὐτὴ θεωρεῖται. ὅλως γὰρ τῷ γένει πολλὰ ποιὰ ὄντα, ἐκλελυμένον ἐκεῖνο τὸ ἰδίωμα ἔχει καθὸ εἰδοποιεῖται, ὡς ὁ αὐστηρὸς οἶνος καὶ ἀμύγδαλα πικρὰ καὶ μολοττικὸς κύων καὶ μελιταῖος, οἷς πᾶσι μέτεστι μὲν ὁ γενικὸς χαρακτήρ, ἐπὶ βραχὺ δὲ καὶ ἀνειμένως, καὶ ὅσον ἐπ’ αὐτοῖς τοῖς ἐν τῇ ἕξει λόγοις ἐπιμένει ἐπὶ μιᾶς καταστάσεως αὕτη, τὸ δὲ εὐκίνητον πολλάκις ἐξ ἄλλης αἰτίας ἔχει. διόπερ οἱ Στωϊκοὶ διατείνουσι τὰς ἕξεις κοινότερον καὶ ἐπὶ τὰς εὐκινήτους ἃς λέγει ὁ Ἀριστοτέλης διαθέσεις, καὶ ταύτας ἡγοῦνται πολὺ διενηνοχέναι τῆς σχέσεως. ἡ γὰρ τοῦ ἀναλαμβάνοντος τὴν ὑγίειαν ἕξις καθίσεως καὶ προβολῆς καὶ τῶν τοιούτων σχέσεων πάντη διέστηκεν. αἱ μὲν γὰρ ἄῤῥιζοι καὶ ἀπαγεῖς εἰσιν· τὰς δὲ οὕτως ὑφεστηκέναι φασίν, ὥστε ἀφεθείσας διαμένειν ὅσον ἐφ’ ἑαυταῖς δύνασθαι, τὸ ἔμμονον ἐξ ἑαυτῶν καὶ τοῦ οἰκείου λόγου παρεχομένας. διὰ ταῦτα οὐδὲ ἡ ὁπωσοῦν δυσανάλυτος σχέσις λέγεται ἕξις παρ’ αὐτοῖς. εἰ γὰρ ἔξωθεν ἔχει τὸ δυσανάλυτον, ὥσπερ ὁ δακτύλιος ἐν δακτυλήθρᾳ ὤν, οὐκ ἂν εἴη ἐν ἕξει τῆς τοιαύτης καταστάσεως, ἀλλ’ εἰ ἀφ’ ἑαυτοῦ τὴν ἐνέργειαν παρέχοιτο τοῦ εἶναι τοιόνδε, τότε ἂν εἴη ἐν ἕξει, ὥσπερ ὁ πηλὸς εἰς ὄστρακον μεταβαλών. αὐτὸς γὰρ ἀφ’ ἑαυτοῦ τοιόσδε γέγονεν. ἀλλὰ ταῦτα μὲν οὕτως ἱστορείσθω. cf. f. 72 Δ. Τρίτη δὲ αἵρεσις ἡ τῶν Στωϊκῶν, οἵ τινες διελόμενοι χωρὶς τὰς ἀρετὰς ἀπὸ τῶν μέσων τεχνῶν, ταύτας οὔτε ἐπιτείνεσθαι λέγουσιν οὔτε ἀνίεσθαι. τὰς δὲ μέσας τέχνας καὶ ἐπίτασιν καὶ ἄνεσιν δέχεσθαί φασιν. τῶν οὖν ἕξεων καὶ τῶν ποιῶν κατὰ τούτους τὰ μὲν οὔτε ἐπιτείνεται οὔτε ἀνίεται, τὰ δὲ ἀμφότερα ἐπιδέχεται.

Alexander Aphrod. de anima p. 17, 15 Bruns. ἀλλ’ οὐδὲ κατὰ τοὺς λέγοντας πᾶν σῶμα ἢ ὕλην ἢ ἐξ ὕλης εἶναι (ὡς τοῖς ἀπὸ τῆς Στοᾶς δοκεῖ) εἴη ἂν τὸ εἶδος σῶμα. p. 17, 21. εἰ γὰρ οὕτως λέγοιεν τὸ εἶδος ἐξ ὕλης τε καὶ εἴδους, οὐχ ὡς ἐξ ἄλλου τινὸς εἴδους, ἀλλ’ ὡς αὐτοῦ σὺν ὕλῃ τὸ εἶναι ἔχοντος, οὐδ’ ἂν ἡ ὕλη κατ’ αὐτοὺς ἄποιος εἴη κατὰ τὸν αὑτῆς λόγον etc. p. 18, 7. ἔτι δὲ πῶς οὐκ ἄτοπον τὸ τὴν ὕλην λέγειν ἐν τῷ τὸ εἶδος καὶ τὴν ποιότητα λαμβάνειν καὶ ὕλην τινα προσλαμβάνειν; ὃ ἀναγκαῖόν ἐστι λέγειν τοῖς τὸ εἶδός τε καὶ τὴν ποιότητα σῶμα ἔνυλον λέγουσιν.

Simplicius in Aristot. de anima p. 217, 36 Hayd. εἴ γε καὶ ἐπὶ τῶν συνθέτων τὸ ἀτομωθὲν ὑπάρχει εἶδος, καθ’ ὃ ἰδίως παρὰ τοῖς ἐκ τῆς Στοᾶς λέγεται ποιόν, ὃ καὶ ἀθρόως ἐπιγίνεται καὶ αὖ ἀπογίνεται καὶ τὸ αὐτὸ ἐν παντὶ τῷ τοῦ συνθέτου βίῳ διαμένει, καίτοι τῶν μορίων ἄλλων ἄλλοτε γινομένων τε καὶ φθειρομένων.

Plutarchus de comm. not. cp. 36 p. 1077d. ἐκεῖνα δ’ ὄντως παρὰ τὴν ἔννοιάν ἐστιν, ἃ λέγουσιν οὗτοι καὶ πλάττουσιν ἐπὶ μιᾶς οὐσίας δύο ἰδίως γενέσθαι ποιοὺς καὶ τὴν αὐτὴν οὐσίαν ἕνα ποιὸν ἰδίως ἔχουσαν ἐπιόντος ἑτέρου δέχεσθαι καὶ διαφυλάττειν ὁμοίως ἀμφοτέρους.

Philo de incorrupt. mund. 236, 6B. Χρύσιππος γοῦν δ δοκιμώτατος τῶν παρ’ αὐτοῖς ἐν τοῖς περὶ Αὐξανομένου τερατεύεταί τι τοιοῦτον· προκατασκευάσας ὅτι δύο ἰδίως ποιοὺς ἑπὶ τῆς αὐτῆς οὐσίας ἀμήχανον συστῆναι, φησίν· Ἔστω θεωρίας ἕνεκα τὸν μέν τινα ὁλόκληρον, τὸν δὲ χωρὶς ἐπινοεῖσθαι τοῦ ἑτέρου ποδός, καλεῖσθαι δὲ τὸν μὲν ὁλόκληρον Δίωνα, τὸν δὲ ἀτελῆ Θέωνα, κἄπειτα ἀποτέμνεσθαι Δίωνος τὸν ἕτερον τοῖν ποδοῖν. Ζητουμένου δὴ πότερος ἔφθαρται, τὸν Θέωνα φάσκειν οἰκειότερον εἶναι. τοῦτο δὲ παραδοξολογοῦντος μᾶλλόν ἐστιν ἢ ἀληθεύντος. πῶς γὰρ ὁ μὲν οὐδὲν ἀκρωτηριασθεὶς μέρος, ὁ Θέων, ἀνήρπασται, ὁ δ’ ἀποκοπεὶς τὸν πὸδα Δίων οὐχὶ διέφθαρται; Δεόντως, φησίν, ἀναδεδράηκε γὰρ ὁ ἐκτμηθεὶς τὸν πόδα Δίων ἐπὶ τὴν ἀτελῆ τοῦ Θέωνος οὐσίαν, καὶ δύο ἰδίως ποιοὶ περὶ τὸ αὐτὸ ὑποκείμενον οὐ δύνανται εἶναι. τοιγαροῦν τὸν μὲν Δὶωνα μένειν ἀναγκαῖον, τὸν δὲ Θέωνα διεφθάρθαι. Sequentibus auctor hac Chrysippi argumentatione ad mundum translata efficit, τῇ ἐκπυρώσει τὴν τοῦ κόσμου ψυχὴν διεφθάρθαι, τὸν δὲ κόσμον μένειν.

Syrianus in Aristot. Metaphys. Acad. (Aristot. V 852a 3). καὶ οἱ Στωϊκοὶ δὲ τοὺς κοινῶς ποιοὺς πρὸ τῶν ἰδίως ποιῶν ἀποτίθενται.

Dexippus in Aristot. categ. p. 34, 19 Busse. εἰ δέ τις εἰς τὸ πὼς ἔχον συντάττοι τὰς πλείστας κατηγορίας, ὥσπερ οἱ Στωϊκοὶ ποιοῦσιν, ἐπιδεικτέον αὐτοῖς, ὅτι πλεῖστα παραλείπουσι τῶν ὄντων, τά τε ἐν τόπῳ καὶ τὰ ἐν χρόνῳ καὶ κατ’ ἀριθμὸν ποσὰ καὶ κατὰ πηλίκον καὶ τὸ ὑποδεδέσθαι καὶ ἄλλα τοιαῦτα· οὐδὲν γὰρ ὅ, τι τῶν τοιούτων περιέχεται ἐν τῷ πὼς ἔχοντι.

Plotinus Ennead. VI lib. I, 30 (Vol. II p. 261 Mü.). ἐν δὲ τοῖς πὼς ἔχουσιν ἄτοπον μὲν ἴσως τὰ πὼς ἔχοντα τρίτα τίθεσθαι ἢ ὁπωσοῦν τάξεως ἔχει, ἐπειδὴ περὶ τὴν ὕλην πὼς ἔχοντα πάντα. ἀλλὰ διαφορὰν τῶν πὼς ἐχόντων φήσουσιν εἶναι καὶ ἄλλως πὼς ἔχειν τὴν ὕλην ὡδὶ καὶ

οὕτως, ἄλλως δὲ ἐν τοῖς πὼς ἔχουσι· καὶ ἔτι τὰ μὲν ποιὰ περὶ τὴν ὕλην πὼς ἔχοντα, τὰ ἰδίως δὲ πὼς ἔχοντα περὶ τὰ ποιά. ἀλλὰ τῶν ποιῶν αὐτῶν οὐδὲν ἢ ὕλης πὼς ἐχούσης ὄντων, πάλιν τὰ πὼς ἔχοντα ἐπὶ τὴν ὕλην αὐτοῖς ἀνατρέχει καὶ περὶ τὴν ὕλην ἔσται. πῶς δὲ ἓν τὸ πὼς ἔχον, πολλῆς διαφορᾶς ἐν αὐτοῖς οὔσης; πῶς γὰρ τὸ τρίπηχυ καὶ τὸ λευκὸν εἰς ἕν, τοῦ μὲν ποσοῦ, τοῦ δὲ ποιοῦ ὄντος; πῶς δὲ τὸ πότε καὶ τὸ ποῦ; πῶς δὲ ὅλως πὼς ἔχοντα τὸ χθὲς καὶ τὸ πέρυσι καὶ τὸ ἐν Λυκείῳ καὶ ⟨ἐν⟩ Ἀκαδημίᾳ; καὶ ὅλως πῶς [δὲ] ὁ χρόνος πὼς ἔχων; οὔτε γὰρ αὐτὸς οὔτε τὰ ἐν αὐτῷ [τῷ χρόνῳ] οὔτε ὁ τόπος οὔτε τὰ ἐν τῷ τόπῳ. τὸ δὲ ποιεῖν πῶς πὼς ἔχον; —  — ἴσως δ’ ἂν μόνον ἁρμόσει⟨ε⟩ ἐπὶ τοῦ κεῖσθαι τὸ πὼς ἔχον καὶ ἐπὶ τοῦ ἔχειν. ἐπὶ δὲ τοῦ ἔχειν οὐ πὼς ἔχον ἀλλὰ ἔχον.

Simplicius in Aristot. categ. f. 94E ed. Bas. τῶν δὲ ἀπὸ τῆς Στοᾶς ἀξιούντων εἰς τὸ πῶς ἔχειν ἀναφέρειν τὸ ἔχειν ὁ Βοηθὸς ἐναντιοῦται etc.

Plotinus Ennead. VI lib. I 30. τὸ δὲ πρός τι εἰ μὲν μὴ ὑφ’ ἓν τοῖς ἄλλοις ἐτίθεσαν, ἕτερος λόγος ἦν ἂν ζητούντων, εἴ τινα διδόασιν ὑπόστασιν ταῖς τοιαύταις σχέσεσι, πολλαχοῦ οὐ διδόντων· εἰ δ’ ἐν γένει τῷ αὐτῷ, ἐπιγενόμενον πρᾶγμα τοῖς ἤδη οὖσιν, ἄτοπον συντάττειν τὸ ἐπιγιγνόμενον εἰς ταὐτὸν γένος τοῖς πρότερον οὖσι. δεῖ γὰρ πρότερον ἓν καὶ δύο εἶναι, ἵνα καὶ ἥμισυ καὶ διπλάσιον.

Simplicius in Aristot. categor. f. 42E ed. Bas. Οἱ δὲ Στωϊκοὶ ἀνθ’ ἑνὸς γένους δύο κατὰ τὸν τόπον τοῦτον ἀριθμοῦνται, τὰ μὲν ἐν τοῖς πρός τι τιθέντες, τὰ δὲ ἐν τοῖς πρός τί πως ἔχουσι. καὶ τὰ μὲν πρός τι ἀντιδιαιροῦσι τοῖς καθ’ αὑτά· τὰ δὲ πρός τί πως ἔχοντα τοῖς κατὰ διαφοράν, πρός τι μὲν λέγοντες τὸ γλυκὺ καὶ πικρὸν καὶ τὰ τοιαῦτα καὶ ὅσα τοιώσδε διατίθησι· πρός τι δέ πως ἔχοντα οἷον δεξιόν, πατέρα καὶ τὰ τοιαῦτα. κατὰ διαφορὰν δέ φασι τὰ κατά τι εἶδος χαρακτηριζόμενα. ὥσπερ οὖν ἄλλη τῶν καθ’ αὑτὰ ἔννοια καὶ ἄλλη τῶν κατὰ διαφοράν, οὕτως ἄλλα μὲν τὰ πρός τι ἐστίν, ἄλλα δὲ τὰ πρός τί πως ἔχοντα. ἀντεστραμμένη δέ ἐστι τῶν συζυγιῶν ἡ ἀκολουθία. τοῖς μὲν γὰρ καθ’ αὑτὰ συνυπάρχει τὰ κατὰ διαφοράν. καὶ γὰρ τὰ καθ’ αὑτὰ ὄντα διαφορὰς ἔχει τινάς, ὥσπερ τὸ λευκὸν καὶ μέλαν. οὐ μέντοι τοῖς κατὰ διαφορὰν τὰ καθ’ αὑτὰ συνυπάρχει. τὸ γὰρ γλυκὺ καὶ πικρὸν διαφορὰς μὲν ἔχει, καθ’ ἃς χαρακτηρίζεται, οὐ μέντοι καθ’ αὑτά ἐστι τοιαῦτα, ἀλλὰ πρός τι. τὰ δὲ πρός τί πως ἔχοντα, ἅπερ ἀντίκειται τοῖς κατὰ διαφοράν, πάντως καὶ πρός τι ἐστίν. ὁ γὰρ δεξιὸς καὶ πατὴρ μετὰ τοῦ πῶς ἔχειν καὶ πρός τι εἰσίν. τὸ γλυκὺ καὶ πικρὸν πρός τι ὄντα κατὰ διαφοράν ἐστι· τὰ δὲ πρός τί πως ἔχοντα ἐναντία τοῖς κατὰ διαφορὰν ὑπάρχει. καὶ γὰρ τὰ μὲν πρός τί πως ἔχοντα ἀδύνατον καθ’ αὑτὰ εἶναι ἢ κατὰ διαφοράν. ἐκ γὰρ τῆς πρὸς ἕτερον σχέσεως ἤρτηται μόνης. τὰ μέντοι πρός τι καθ’ αὑτὰ μὲν οὐκ ἔστι (οὐ γάρ ἐστιν ἀπόλυτα) κατὰ διαφορὰν δὲ πάντως ἔσται· μετὰ γάρ τινος χαρακτῆρος θεωρεῖται. - εἰ δὲ δεῖ σαφέστερον μεταλαβεῖν τὰ λεγόμενα, πρός τι μὲν λέγουσιν ὅσα κατ’ οἰκεῖον χαρακτῆρα διακείμενά πως ἀπονεύει πρὸς ἕτερον, πρός τι δέ πως ἔχοντα ὅσα πέφυκε συμβαίνειν τινὶ καὶ μὴ συμβαίνειν ἄνευ τῆς περὶ αὐτὰ μεταβολῆς καὶ ἀλλοιώσεως μετὰ τοῦ πρὸς τὸ ἐκτὸς ἀποβλέπειν, ὥστε ὅταν μὲν κατὰ διαφοράν τι διακείμενον πρὸς ἕτερον νεύσῃ, πρός τι μόνον τοῦτο ἔσται, ὡς ἡ ἕξις καὶ

ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις. ὅταν δὲ μὴ κατὰ τὴν ἐνοῦσαν διαφοράν, κατὰ ψιλὴν δὲ τὴν πρὸς ἕτερον σχέσιν θεωρῆται, πρός τί πως ἔχον ἔσται. ὁ γὰρ υἱὸς καὶ ὁ δεξιὸς ἔξωθέν τινων προσδέονται πρὸς τὴν ὑπόστασιν. διὸ καὶ μηδεμιᾶς γινομένης περὶ αὐτὰ μεταβολῆς, γένοιτ’ ἂν οὐκέτι πατὴρ τοῦ υἱοῦ ἀποθανόντος, ὁ δὲ δεξιὸς τοῦ παρακειμένου μεταστάντος. τὸ δὲ γλυκὺ καὶ πικρὸν οὐκ ἂν ἀλλοῖα γένοιτο, εἰ μὴ συμμεταβάλλοι καὶ ἡ περὶ αὐτὰ δύναμις. εἰ τοίνυν καὶ μηδὲν αὐτὰ παθόντα μεταβάλλοι κατὰ τὴν τοῦ ἄλλου πρὸς αὐτὰ σχέσιν, δηλονότι ἐν τῇ σχέσει μόνῃ τὸ εἶναι ἔχει καὶ οὐ κατά τινα διαφοράν, τὰ πρός τί πως ἔχοντα. ibid. cf. 43 A. ἕπεται δὲ αὐτοῖς κἀκεῖνο ἄτοπον τὸ σύνθετα ποιεῖν τὰ γένη ἐκ προτέρων τινῶν καὶ δευτέρων, ὡς τὸ πρός τι ἐκ ποιοῦ καὶ πρός τι· ἀλλὰ καὶ περὶ τῆς ἀκολουθίας, οὔτε ὡς οἱ Στωϊκοὶ λέγουσι τῷ μὲν πρός τί πως ἔχοντι τὸ πρός τι ἕπεται, τῷ δὲ πρός τι οὐκέτι τὸ πρός τί πως ἔχον· οὔθ’ ὡς ὁ Βοηθὸς ἀμυνόμενος αὐτούς etc. ibid. f. 44B. καὶ οὐ καλῶς οἱ Στωϊκοὶ νομίζουσι πάσης τῆς κατὰ διαφορὰν ἰδιότητος ἀπηλλάχθαι τὰ πρός τί πως ἔχοντα, διότι πέφυκε συμβαίνειν καὶ ἀποσυμβαίνειν μηδεμιᾶς μεταβολῆς περὶ αὐτὰ γενομένης. ψεῦδος γὰρ τοῦτο λέγεται etc.

Sextus adv. math. VIII 453. καὶ ὅτι τῷ ὄντι ἐπινοίᾳ μόνον σῴζεται τὰ πρός τί πως ἔχοντα, ὕπαρξις δὲ οὐκ ἔστιν αὐτοῖς, πάρεστι διδάσκειν ἐκ τῆς τῶν δογματικῶν ἀνθομολογήσεως. ὑπογράφοντες γὰρ τὸ πρός τι συμφώνως φασί πρός τι ἐστὶ τὸ πρὸς ἑτέρῳ νοούμενον.

Galenus de constitutione artis medicae 8 Vol. I p. 251 K. ἐπειδὴ τὸ στοιχεῖον ἀλλοιωτόν ἐστι δι’ ὅλου, πόσα τὰ πάντ’ ἐστὶ στοιχεῖα, διέλθωμεν ἑξῆς, ἀρχὴν κἀνταῦθα τῶν λόγων τῶν ἐναργῶς τι φαινομένων ποιησάμενοι. τοῖς ἀλλοιοῦσιν ὁτιοῦν ἀναγκαῖον, [καὶ] ἁψαμένοις πρῶτον, ὧν ἀλλοιοῦσι, ποιήσασθαι τὴν μεταβολήν, ὥσπερ ἡ αἴσθησις διδάσκει, καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις ἐνδείκνυται. —  — καὶ μήν, εἰ ἁψάμενον ἀλλοιοῖ τὸ μεταβάλλον, ἀναγκαῖον αὐτῷ κατά τινας τῶν ἁπτῶν ποιότητας ἐνεργῆσαι. τί οὗν τὸ κωλῦον ἐστὶν ἐπισκέψασθαι πάσας αὐτάς; ὀξὺ μὲν οὖν τέμνει τὸ πλησιάζον, ἀλλ’ οὐκ ἀλλοιοῖ τὴν οὐσίαν αὐτοῦ, καθάπερ οὐδὲ τὸ βάρος, ἀλλὰ θλᾷ μὲν καὶ τοῦτο, δι’ ὅλου δ’ οὐκ ἐργάζεται τῆς πασχούσης οὐσίας τὴν μεταβολήν. οὐ μὴν οὐδὲ σκληρότης οὕτω ἀλλοιῶσαι δύναται τὸ πλησιάζον, ὡς εἰς ἕτερον εἶδος μεταστῆσαι. θερμότης μέντοι καὶ ψυχρότης ὅλην ἀλλοιῶσαι δύναται τὴν πλησιάζουσαν οὐσίαν. ὡσαύτως δὲ ὑγρότης καὶ ξηρότης, εἰ καὶ μὴ διὰ τάχους ὁμοίως ταῖς εἰρημέναις, ἀλλ’ ἐν χρόνῳ γε καὶ αὗται μεταλλάττουσι τὰ ὑποκείμενα. ἆρ’ οὖν καὶ ἑτέραν τινὰ ἔχομεν ἀλλοιοῦν δυναμένην ἢ τὸ σύμπαν πλῆθος ἐν ταύταις ἐστί; καὶ μόνας ὀνομάζεσθαί τε καὶ νομίζεσθαι προσήκει τὰς εἰρημένας ποιότητας δραστικάς, καὶ μάλιστ’ ἐν αὐταῖς τὴν πρώτην ἀντίθεσιν, καὶ κατ’ αὐτὴν μᾶλλον τὴν θερμότητα· δραστικωτάτη γὰρ αὕτη τῶν ποιοτήτων ἐστίν. ἑξῆς δ’ αὐτῆς ψυχρότης, εἶθ’ ὑγρότης καὶ ξηρότης. ἄλλη δὲ οὐδεμία ποιότης ἀλλοιοῖ τὰ πλησιάζοντα δι' ὅλων αὐτῶν. —  — ὅσα τοίνυν σώματα πρῶτον τὰς τοιαύτας ἔχει ποιότητας,

ἐκεῖνα στοιχεῖα τῶν ἄλλων ἁπάντων ἐστὶ καὶ τῆς σαρκός. ἔστι δὲ ταῦτα γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ, ἅπερ ἅπαντες οἱ μὴ φεύγοντες ἀπόδειξιν φιλόσοφοι στοιχεῖα τῶν γεννωμένων τε καὶ φθειρομένων ἔφασαν εἶναι. καὶ μεταβάλλειν εἰς ἄλληλά φασιν αὐτὰ καὶ εἶναί τι κοινὸν ἅπασιν ὑποκείμενον. Ad totam disputationem cf. Gal. de elementis sec. Hippocr. I, 1.

Galenus de natur. facult. I 3 ed. Bas. I 88. K. II 7. εἰσὶ δ’ οὐκ ὀλίγοι τινὲς ἄνδρες οὐδὲ ἄδοξοι, φιλόσοφοί τε καὶ ἰατροί, οἱ τῷ μὲν θερμῷ καὶ τῷ ψυχρῷ τὸ δρᾶν ἀναφέροντες, ὑποβάλλοντες δ’ αὐτοῖς παθητικὰ τό τε ξηρὸν καὶ τὸ ὑγρόν. Καὶ πρῶτός γ’ Ἀριστοτέλης τὰς τῶν κατὰ μέρος ἁπάντων αἰτίας εἰς ταύτας ἀνάγειν πειρᾶται τὰς ἀρχάς, ἠκολούθησε δ’ ὕστερον αὐτῷ καὶ ὁ ἀπὸ τῆς Στοᾶς χορός. Καίτοι τούτοις μὲν ὡς ἂν καὶ αὐτῶν τῶν στοιχείων τὴν εἰς ἄλληλα μεταβολὴν χύσεσί τέ τισι καὶ πιλήσεσιν ἀναφέρουσιν εὔλογον ἦν ἀρχὰς δραστικὰς ποιήσασθαι τὸ θερμὸν καὶ τὸ ψυχρόν, Ἀριστοτέλει δ’ οὐχ οὕτως etc.