Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Plutarchus de defectu oraculorum cp. 29. οὐ γὰρ ἐνταῦθα μὲν ἔν συνίσταται σῶμα πολλάκις ἐκ διεστώτων σωμάτων, οἷον ἐκκλησία καὶ στράτευμα καὶ χορός· ὧν ἑκάστῳ καὶ ζῆν καὶ φρονεῖν καὶ μανθάνειν συμβέβηκεν, ὡς οἴεται Χρύσιππος· ἐν δὲ τῷ παντὶ δέκα κόσμους —  — ἑνὶ χρῆσθαι λόγῳ —  — ἀδύνατόν ἐστιν.

Achilles Isagoge 14 p. 134 in Petav. Uranol. (Τί μὲν ἀστήρ, τί δὲ ἄστρον;) σώματα ἡνωμένα λέγεσθαι ὅσα ὑπὸ μιᾶς ἕξεως κρατεῖται, οἷον λίθος, ξύλον· ἔστι δὲ ἕξις πνεῦμα σώματος συνεκτικόν. συνημμένα δὲ ὅσα οὐχ ὑπὸ μιᾶς ἕξεως δέδεται, ὡς πλοῖον καὶ οἰκία· τὸ μὲν γὰρ ἐκ πολλῶν σανίδων, ἡ δὲ ἐκ πολλῶν λίθων σύγκειται. διεστῶτα δὲ ὡς χορός. τῶν δὲ τοιούτων διτταὶ αἱ διαφοραί. τὰ μὲν γὰρ ἐξ ὡρισμένων σωμάτων καὶ ἀριθμῷ ληπτῶν ὡς χορός, τὰ δὲ ἐξ ἀορίστων ὡς ὄχλος. εἴη οὖν ⟨ἂν⟩ ὁ μὲν ἀστὴρ σῶμα ἡνωμένον, τὸ δὲ ἄστρον ἐκ διεστώτων καὶ ὡρισμένων· ἀριθμὸς γὰρ ἀστέρων ἐφ’ ἑκάστου δείκνυται.

Simplicius in Aristot. categ. f. 16 Δ ed. Bas. Οἱ δέ γε Στωϊκοὶ εἰς ἐλάττονα συστέλλειν ἀξιοῦσι τὸν τῶν πρώτων γενῶν ἀριθμόν. καὶ τινὰ ἐν τοῖς ἐλάττοσιν ὑπηλλαγμένα παραλαμβάνουσι. ποιοῦνται γὰρ τὴν τομὴν εἰς τέσσαρα· εἰς ὑποκείμενα καὶ ποιὰ καὶ πῶς ἔχοντα καὶ πρὸς τί πως ἔχοντα. καὶ δῆλον ὅτι πλεῖστα παραλείπουσιν. τό τε γὰρ ποσὸν ἄντικρυς, καὶ τὰ ἐν χρόνῳ καὶ ἐν τόπῳ. εἰ γὰρ τὸ πῶς ἔχον νομίζουσιν αὐτοῖς τὰ τοιαῦτα περιλαμβάνειν, ὅτι τὸ πέρυσιν ὂν ἢ τὸ ἐν Λυκείῳ ἢ τὸ καθῆσθαι ἢ τὸ ὑποδεδέσθαι διάκειταί πως κατά τι τούτων, πρῶτον μὲν πολλῆς οὔσης τῆς ἐν τούτοις διαφορᾶς ἀδιάρθρωτος ἡ τοῦ πῶς ἔχειν κοινότης ἐκφέρεται κατ’ αὐτῆς. ἔπειτα τὸ κοινὸν τοῦτο πῶς ἔχειν καὶ τῷ ὑποκειμένῳ ἁρμόσει καὶ τῷ ποσῷ μάλιστα. καὶ ταῦτα γὰρ διάκειταί πως.

Dexippus in Aristot. categ. p. 5, 18 Busse (de Aristotelis categoriis locutus:) σχεδὸν γὰρ κατανενόηκα, ὡς οὔτε πλείους ἀντιλογίαι εἰς

ἑτέραν ὑπόθεσιν γεγόνασιν οὔτε μείζους ἀγῶνες κεκίνηνται οὐ μόνον τοῖς Στωϊκοῖς καὶ Πλατωνικοῖς, σαλεύειν ἐπιχειροῦσι ταύτας τὰς Ἀριστοτέλους κατηγορίας etc.

Plotinus Ennead. VI lib. I 25 (Vol. II p. 256 Mü). πρὸς δὲ τοὺς τέτταρα τιθέντας (scil. γένη τοῦ ὄντος) καὶ τετραχῶς διαιροῦντας εἰς ὑποκείμενα καὶ ποιὰ καὶ πὼς ἔχοντα καὶ πρός τι πὼς ἔχοντα καὶ κοινόν τι ἐπ’ αὐτῶν τιθέντας καὶ ἑνὶ γένει περιλαμβάνοντας τὰ πάντα, ὅτι μὲν κοινόν τι καὶ ἐπὶ πάντων ἓν γένος λαμβάνουσι, πολλὰ ἄν τις λέγοι. καὶ γὰρ ὡς ἀσύνετον αὐτοῖς καὶ ἄλογον τὸ τὶ τοῦτο καὶ οὐκ ἐφαρμόττον ἀσωμάτοις καὶ σώμασι. καὶ διαφορὰς οὐ καταλελοίπασιν, αἷς τὸ τὶ διαιρήσουσι etc.

Simplicius in Aristot. Phys. p. 94, 11 Diels. διὸ πολλαχῶς ἔφη τὸ ὄν (scil. Aristoteles). πλὴν ὅτι τὰ ἄλλα ἐπὶ τῇ οὐσίᾳ συμβέβηκε, καθ’ ἣν καὶ χαρακτηρίζεται τὸ ὑποκείμενον, διὸ οἱ μὲν ἀνῄρουν τὰ ἄλλα, καθάπερ οἱ ἀπὸ τῆς Στοᾶς ἐποίουν παρὰ τὰ ἐναργῆ, ὁ δὲ ὁμοίως τῇ οὐσίᾳ καὶ τἇλλ’ εἰπὼν εἶναι μᾶλλον ἁμαρτάνει.

Plotinus Ennead. VI lib. I 25 (Vol. II p. 256 Mü.). αὐτὴν δὲ τὴν διαίρεσιν ἐπισκεπτέον· ὑποκείμενα μὲν γὰρ πρῶτα τάξαντες καὶ τὴν ὕλην ἐνταῦθα τῶν ἄλλων προτάξαντες, τὴν πρώτην αὐτοῖς δοκοῦσαν ἀρχὴν συντάττουσι τοῖς μετὰ τὴν ἀρχὴν αὐτῶν —  — ἐπεὶ καὶ αὐτοὶ φήσουσι παρὰ τῆς ὕλης, οἶμαι, τοῖς ἄλλοις τὸ εἶναι ὑπάρχειν. ἔπειτα τὸ ὑποκείμενον ἓν ἀριθμοῦντες οὐ τὰ ὄντα ἐξαριθμοῦνται, ἀλλ’ ἀρχὰς τῶν ὄντων ζητοῦσι. διαφέρει δὲ ἀρχὰς λέγειν καὶ αὐτά. εἰ δὲ ὂν μὲν μόνον τὴν ὕλην φήσουσι, τὰ δ’ ἄλλα πάθη τῆς ὕλης, οὐκ ἐχρῆν τοῦ ὄντος καὶ τῶν ἄλλων ἕν τι γένος προτάττειν· μᾶλλον δ’ ἂν βέλτιον αὐτοῖς ἐλέγετο, εἰ τὸ μὲν οὐσίαν ⟨ἔφασαν⟩, τὰ δ’ ἄλλα πάθη, καὶ διῃροῦντο ταῦτα. τοῦ δὲ καὶ λέγειν τὰ μὲν ὑποκείμενα, τὰ δὲ τὰ ἄλλα, ἑνὸς ὄντος τοῦ ὑποκειμένου καὶ διαφορὰν οὐκ ἔχοντος, ἀλλ’ ἢ τῷ μεμερίσθαι ὥσπερ ὄγκον εἰς μέρη (καίτοι οὐδὲ μεμερίσθαι τῷ συνεχῆ λέγειν τὴν οὐσίαν) βέλτιον λέγειν ἦν τὸ μὲν ὑποκείμενον.

Dexippus in Aristot. categ. p. 23, 25 Busse. πρὸς τοῦτο τὸ ἀπόρημα ἐκεῖνο χρὴ προσειπεῖν, ὡς ἔστι τὸ ὑποκείμενον διττὸν καὶ κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς καὶ κατὰ τοὺς πρεσβυτέρους· ἓν μὲν τὸ λεγόμενον πρῶτον ὑποκείμενον ὡς ἡ ἄποιος ὕλη, ἣν δυνάμει σῶμα Ἀριστοτέλης φησί, δεύτερον δὲ ὑποκείμενον τὸ ποιόν, ὃ κοινῶς ἢ ἰδίως ὑφίσταται· ὑποκείμενον γὰρ καὶ ὁ χαλκὸς καὶ ὁ Σωκράτης τοῖς ἐγγινομένοις ἢ κατηγορουμένοις κατ’ αὐτῶν. τὸ γὰρ ὑποκείμενον κατὰ ⟨τὸ⟩ πρός τι λέγεσθαι ἐδόκει (τινὶ γὰρ ὑποκείμενον), ἤτοι δὲ ἁπλῶς τῶν γινομένων ἐν αὐτῷ καὶ κατηγορουμένων αὐτοῦ ἢ ἰδίως· ἁπλῶς μὲν γὰρ ὑποκείμενον πᾶσι τοῖς γινομένοις καὶ κατηγορουμένοις ἡ πρώτῃ ὕλη, τισὶ δὲ ὑποκείμενον γιγνομένοις ἐπ’ αὐτοῦ καὶ κατηγορουμένοις ὁ χαλκὸς καὶ ὁ Σωκράτης. δύο τοίνυν ὑποκειμένων ὄντων πολλὰ τῶν ἐγγινομένων, ὡς πρὸς τὸ πρῶτον ὑποκείμενον ἐν ὑποκειμένῳ ὄντα, ὡς πρὸς τὸ δεύτερον οὐκ ἦν ἐν ὑποκειμένῳ ἀλλὰ μέρη αὐτοῦ.

Plotinus Ennead. IV lib. VII 9 (Vol. II p. 114 Mü.) ὅτι δὲ καὶ τὰ σώματα ἀσωμάτοις δυνάμεσι δύναται ἃ δύναται, ἐκ τῶνδε δῆλον. ὁμολογήσουσι γὰρ ἕτερον ποιότητα καὶ ποσότητα εἶναι καὶ πᾶν σῶμα ποσὸν εἶναι καὶ ἔτι οὐ πᾶν σῶμα ποιὸν εἶναι, ὥσπερ τὴν ὕλην. ταῦτα δὲ

ὁμολογοῦντες τὴν ποιότητα ὁμολογήσουσιν, ἕτερον οὖσαν ποσοῦ, ἕτερον σώματος εἶναι. πῶς γὰρ μὴ ποσὸν οὖσα σῶμα ἔσται, εἴπερ πᾶν σῶμα ποσόν; —  — τὸ δὲ ὕλην μὲν τὴν αὐτὴν εἶναι, σῶμα ὥς φασιν οὖσαν, διάφορα δὲ ποιεῖν ποιότητας προσλαβοῦσαν, πῶς οὐ δῆλον ποιεῖ, τὰ προσγενόμενα λόγους ἀΰλους καὶ ἀσωμάτους εἶναι;

Plotinus Ennead. VI lib. I 29 (Vol. II p. 260 Mü.). τὰ δὲ ποιὰ αὐτοῖς ἕτερα μὲν δεῖ εἶναι τῶν ὑποκειμένων καὶ λέγουσιν· οὐ γὰρ ἂν αὐτὰ δεύτερα κατηρίθμουν. —  — εἰ δὲ τὰ ποιὰ ὕλην ποιὰν λέγοιεν, πρῶτον μὲν οἱ λόγοι αὐτοῖς ἔνυλοι, ἀλλ’ οὐκ ἐν ὕλῃ γενόμενοι σύνθετόν τι ποιήσουσιν, ἀλλὰ πρὸ τοῦ συνθέτου, ὃ ποιοῦσιν, ἐξ ὕλης καὶ εἴδους ἔσονται· οὐκ ἄρα αὐτοὶ εἴδη οὐδὲ λόγοι. εἰ δὲ λέγοιεν μηδὲν εἶναι τοὺς λόγους ἢ ὕλην πὼς ἔχουσαν, τὰ ποιὰ δῆλον ὅτι πὼς ἔχοντα ἐροῦσι, καὶ ἐν τῷ τετάρτῳ γένει τακτέον. εἰ δὲ ἥδε ἡ σχέσις ἄλλη, τίς ἡ διαφορά; ἢ δῆλον ὅτι τὸ πὼς ἔχειν ἐνταῦθα ὑπόστασις μᾶλλον;

Galenus de qualitatibus incorporeis 1 Vol. XIX p. 463 K. ἦν δὲ ὁ περὶ τῶν ποιοτήτων λόγος καὶ τῶν συμβεβηκότων ἁπάντων, ἅ φασιν εἶναι Στωϊκῶν παῖδες σώματα.

Simplicius in Aristot. categ. f. 57E. ed. Bas. Οἱ δὲ Στωϊκοὶ τὸ κοινὸν τῆς ποιότητος τὸ ἐπὶ τῶν σωμάτων λέγουσι διαφορὰν εἶναι οὐσίας, οὐκ ἀποδιαληπτὴν καθ’ ἑαυτήν, ἀλλ’ εἰς ἓν νόημα καὶ ἰδιότητα ἀπολήγουσαν, οὔτε χρόνῳ οὔτε ἰσχύϊ εἰδοποιουμένην, ἀλλὰ τῇ ἐξ αὐτῆς τοιουτότητι, καθ’ ἣν ποιοῦ ὑφίσταται γένεσις. ἐν δὲ τούτοις εἰ μὴ οἷόν τε, κατὰ τὸν ἐκείνων λόγον, κοινὸν εἶναι σύμπτωμα σωμάτων καὶ ἀσωμάτων, οὐκέτι ἔσται γένος ἡ ποιότης etc.

Alexander Aphrod. in Aristot. Topica IV p. 181 Ald. p. 360, 9 Wal. ἀναιροῖτο ἂν τὸ τὴν ποιότητα εἶναι πνεῦμά πως ἔχον ἢ ὕλην πως ἔχουσαν. - ἀλλὰ καὶ ὁ τὴν πυγμὴν λέγων εἶναι χεῖρά πως ἔχουσαν ἁμαρτάνει. οὐ γὰρ ἡ πυγμὴ χείρ, ἀλλ’ ἐν ὑποκειμένῳ τῇ χειρὶ ἡ πυγμή.

Plutarchus de comm. not. cp. 50 p. 1O85e. ἔτι τὴν μὲν οὐσίαν καὶ τὴν ὕλην ὑφεστάναι ταῖς ποιότησι λέγουσι, ὡς σχεδὸν οὕτω τὸν ὅρον ἀποδιδόναι· τὰς δὲ ποιότητας αὖ πάλιν οὐσίας καὶ σώματα ποιοῦσι· ταῦτα δὲ πολλὴν ἔχει ταραχήν. εἰ μὲν γὰρ ἰδίαν οὐσίαν οἱ ποιότητες ἔχουσι καθ’ ἣν σώματα λέγονται καί εἰσιν, οὐχ ἑτέρας οὐσίας δεόνται· τὴν γὰρ αὑτῶν ἔχουσιν. εἰ δὲ τοῦτο μόνον αὐταῖς ὑφέστηκε τὸ κοινόν, ὅπερ οὐσίαν οὗτοι καὶ ὕλην καλοῦσι, δῆλον ὅτι σώματος μετέχουσι, σώματα δ’ οὔκ εἰσιν ⟨οὐδ’ οὐσίαι⟩· τὸ γὰρ ὑφεστὼς καὶ δεχόμενον διαφέρειν ἀνάγκη τῶν ἃ δέχεται καὶ οἷς ὑφέστηκεν. οἱ δὲ τὸ ἥμισυ βλέπουσι· τὴν γὰρ ὕλην ἄποιον ὀνομάζουσι, τὰς δὲ ποιότητας οὐκέτι βούλονται καλεῖν ἀΰλους. p. 1086 a ὃν δέ τινες αὐτῶν προβάλλονται λόγον, ὡς ἄποιον τὴν οὐσίαν ὀνομάζοντες, οὐχ ὅτι πάσης ἐστέρηται ποιότητος ἀλλ' ὅτι πάσας ἔχει τὰς ποιότητας, μάλιστα παρὰ τὴν ἔννοιάν ἐστιν.

Galenus de qalitatibus incorporeis 10. Vol. XIX p. 483 K. εἴ τε καὶ τῶν συμβεβηκότων ἕκαστον σῶμά ἐστι, τί βουλόμενοι τὸ σῶμα μόνον φασὶν ἐπ’ ἄπειρον τέμνεσθαι, οὐχὶ δὲ καὶ τὸ σχῆμα φέρε καὶ τὴν γλυκύτητα καὶ τῶν ἄλλων ἕκαστον, οὐ τῷ κατὰ συμπλοκὴν τρόπῳ, φημί, οὐδὲ κατ’ ἀναφορὰν ἐπὶ τὸ συνήθως καλούμενον σῶμα, ἀλλ’ ἀπ’ εὐθείας; διὰ τί δὲ μόνου, καθάπερ ἔφην, τοῦ σώματος τοῦτον ὅρον εἶναί φασιν, τὸ τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας, οὐχὶ δὲ καὶ χρόαν καὶ χυλὸν καὶ χυμὸν καὶ τῶν λοιπῶν συμβεβηκότων ἕκαστον οὕτως ὁρίζονται; εἰ δὲ σώμα⟨τα⟩ πάντα ταῦτ' εἶναί φασι (κἂν γὰρ ἐπ’ εἴδους διαφέρῃ, κοινῶς γε καὶ πάντα σώματα εἶναί φασιν) —  — τῶν συμβεβηκότων ἕκαστον ὁριζόμενοι λεγέτωσαν οὐσίαν σωματικὴν τριχῇ διαστάτην μετὰ ἀντιτυπίας.

Galenus de qualitatibus incorporeis 3. 4 Vol. XIX p. 471 K. ἐπιτείνεται δὲ τὸ ἄπορον τοῦ λόγου, εἰ καὶ τὸ μῆκος τοῦ σώματος σῶμά ἐστι καὶ τὸ πλάτος καὶ τὸ βάθος. ἅμα γὰρ ἄπειροι, φημί, σωμάτων ἀπειρίαι γενήσονται ἐν βραχεῖ κατὰ περιγραφὴν πρὸς αἴσθησιν τόπῳ. τό τε τῶν πολλῶν τούτων, μᾶλλον δὲ ἀπείρων σωμάτων πλῆθος ἆρά γε οὖν ἀΐδιον; καὶ πῶς ἔτι φήσουσιν ἄποιον τὴν πρώτην οὐσίαν; ἐξ ἧς φασι τόν τε κόσμον καὶ τῶν ἐπὶ μέρους εἰδῶν ἕκαστον γεγονέναι.

Simplicius in Aristot. categ. f. 69 Γ. ed. Bas. ἀλλ’ οὐδὲ ἡ τῶν Στωϊκῶν δόξα, λεγόντων σώματα εἶναι τὰ σχήματα, ὥσπερ καὶ τὰ ἄλλα ποιά, συμφωνεῖ τῇ Ἀριστοτέλους δόξῃ.

Galenus de qualitatibus incorporeis 2 Vol. XIX p. 467 K. (postquam probare studuit μῆκος, πλάτος, βάθος, βάρος, σχῆμα non esse corpora) ὁ δ’ ὅμοιος ἐπὶ τῶν λοιπῶν συμβεβηκότων λόγος, χρωμάτων τε καὶ χυμῶν καὶ τῶν πρὸς ὄσφρησιν καὶ τῶν πρὸς ἀκοήν, φωνῶν, λόγων, συριγμῶν, μυγμῶν, ποππυσμῶν, στεναγμῶν, ῥωχμῶν, ῥογχασμῶν, βόμβων, ἤχων, ψόφων· εἰ δὲ λέγοι τις ταῦτά τε καὶ τὰ τοιαῦτα πάντα ὑπάρχειν ἀέρα πεπληγμένον πως, καλὸν ἐπειπεῖν αὐτῷ τὸ Μενάνδρειον ταῦτά σ’ ἀπολώλεκεν, ὦ πονηρέ τὸ μὴ δίχα σώματος νοεῖσθαί τι τοιοῦτο. —  — οὔκουν οὐδὲ πληγὴ τοῦ ἀέρος ἀήρ ἐστιν etc.

Galenus de qualitatibus incorporeis 6 Vol. XIX p. 480 K. κἀκεῖνα λοιπὸν τοῖς φιλονίκοις ἀνδράσιν οὐκ ἄτοπα; καὶ γὰρ τὰς κινήσεις, αἳ προσγίγνονται τοῖς σώμασιν καὶ πάλιν ἀπογίγνονται, σώματ’ εἶναί φασιν. —  — ἀλλ’ εἰ μὲν τῷ κατὰ ἀναφορὰν τρόπῳ τῆς κλήσεως οὕτως ἐκάλουν, οὐδ’ ἂν οὐδ’ αὐτὸς ἐχαλέπαινον αὐτοῖς. - εἰ δὲ πρώτως καὶ κυρίως, ἁμαρτάνουσιν.

Galenus de qualitatibus incorporeis 4. Vol. XIX p. 473 K. ⟨πῶς δ’ εἰ⟩ καὶ τὸ φῶς ἐστι σῶμα καὶ ἡ λευκότης καὶ ἡ θερμότης, πᾶν δὲ σῶμα ποσόν ἐστι καὶ πηλίκον καὶ συναυξητικὴν φύσιν ἔχει, τὸ καταυγασθὲν καὶ

θερμανθὲν ὕδωρ ὑπὸ ἡλίου ⟨οὐ⟩ πλεῖόν τε καὶ μεῖζον γίγνεται καὶ διὰ τοῦτο μείζονος δεῖται τόπου.