Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 930 Pott.). τὸ δὲ αὐτὸ ἄρα αἴτιον καὶ ποιητικὸν καὶ δι’ ὅ. καὶ εἰ μὲν τί ἐστιν αἴτιον καὶ ποιητικόν, τοῦτο πάντως ἐστὶ καὶ δι’ ὅ, εἰ δέ τι ἐστὶ δι’ ὅ, οὐ πάντως τοῦτο καὶ αἰτιον. πολλὰ γοῦν ἐφ’ ἓν ἀποτέλεσμα συντρέχει, δι’ ἃ γίνεται τὸ τέλος, ἀλλ’ οὐκ ἔστι πάντα αἴτια· οὐ γὰρ ἂν ἐτεκνοκτόνησεν Μήδεια, εἰ μὴ ὠργίσθη· οὐδ’ ἂν ὠργίσθη, εἰ μὴ ἐζήλωσεν· οὐδὲ τοῦτο, εἰ μὴ ἠράσθη· οὐδὲ τοῦτο, εἰ μὴ Ἰάσων ἔπλευσεν εἰς Κόλχους· οὐδὲ τοῦτο, εἰ μὴ Ἀργὼ κατεσκευάσθη· οὐδὲ τοῦτο, εἰ μὴ τὰ ξύλα ἐκ τοῦ Πηλίου ἐτμήθη· ἐν τούτοις γὰρ ἅπασιν τοῦ δι’ ὃ τυγχάνοντος, οὐ πάντα τῆς τεκνοκτονίας αἴτια τυγχάνει, μόνη δὲ ἡ Μήδεια.

Clemens Alexandrinus Stromat. VIII 9 (Vol II p. 932 Pott.). ἔτι ζητεῖται, εἰ πολλὰ κατὰ σύνοδον ἑνὸς αἴτια γίνεται· ⟨καὶ τινὲς μὲν λέγουσιν ὅτι γίνεται⟩· πολλοὶ γὰρ ἄνθρωποι συνέλκοντες αἴτιοί εἰσι τοῦ καθέλκεσθαι τὴν ναῦν, ⟨οὐκ αὐτὸς ἕκαστος αἴτιος ὢν⟩ ἀλλὰ σὺν τοῖς ἄλλοις, εἰ δή τι καὶ τὸ συναίτιον αἴτιον. ἄλλοι δέ φασιν, εἰ πολλὰ αἴτια, κατ’ ἰδίαν ἕκαστον ἑνὸς αἰτιον γίνεται· τοῦ γοῦν εὐδαιμονεῖν ἑνὸς ὄντος αἴτιαι τυγχάνουσιν αἱ ἀρεταὶ πολλαὶ οὖσαι· καὶ τοῦ θερμαίνεσθαι καὶ τοῦ ἀλγεῖν ὁμοίως πολλὰ τὰ αἴτια. μή τι οὖν αἱ πολλαὶ ἀρεταὶ μία ἐστὶ κατὰ δύναμιν, καὶ τὰ θερμαίνοντα καὶ τὰ ἀλγύνοντα. καὶ τὸ πλῆθος δὲ τῶν ἀρετῶν κατὰ γένος ἓν τυγχάνον ἑνὸς αἴτιον γίνεται τοῦ εὐδαιμονεῖν. τῷ ὄντι δὲ προκαταρκτικὰ μὲν αἴτια ἑνὸς γίνεται πλείονα κατὰ γένος καὶ κατ’ εἶδος· καὶ κατὰ γένος μὲν τοῦ νοσεῖν ὁπωσοῦν, οἷον ψύξις, ἔκλυσις, κόπος, ἀπεψία, μέθη· κατ’ εἶδος δὲ τοῦ πυρετοῦ. τὰ δὲ συνεκτικὰ αἴτια κατὰ γένος μόνον, οὐκέτι δὲ καὶ κατ’ εἶδος. τοῦ γὰρ εὐωδιάζεσθαι κατὰ γένος ἑνὸς ὄντος πολλὰ τὰ αἰτια κατ’ εἶδος· οἷον λιβανωτός, ῥόδον, κρόκος, στύραξ, σμύρνα, μύρον·

⟨τοῦ δὲ εὐωδιάζεσθαι τοῦ κατ’ εἶδος οὐκέτι πολλά⟩· τὸ γὰρ ῥόδον οὐκ ἂν οὕτως εὐῶδες εἴη ὡς ἡ σμύρνα.

Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 932 Pott.). ἀλλήλων οὐκ ἔστι τινὰ αἴτια, ἀλλήλοις δὲ αἴτια· ἡ γὰρ σπληνικὴ διάθεσις προϋποκειμένη οὐ πυρετοῦ αἴτιος, ἀλλὰ τοῦ γίνεσθαι τὸν πυρετόν, καὶ ὁ πυρετὸς προϋποκείμενος οὐ σπληνός, ἀλλὰ τοῦ αὔξεσθαι τὴν διάθεσιν. οὕτως καὶ αἱ ἀρεταὶ ἀλλήλαις αἴτιαι, τῷ μὴ χωρίζεσθαι διὰ τὴν ἀντακολουθίαν· καὶ οἱ ἐπὶ τῆς ψαλίδος λίθοι ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ μένειν κατηγορήματος, ἀλλήλων δὲ οὐκ εἰσὶν αἴτιοι· καὶ ὁ διδάσκαλος δὲ καὶ ὁ μανθάνων ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ προκόπτειν κατηγορήματος. λέγεται δὲ ἀλλήλοις αἴτια ποτὲ μὲν τῶν αὐτῶν, ὡς ὁ ἔμπορος καὶ ὁ κάπηλος ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ κερδαίνειν· ποτὲ δὲ ἄλλου καὶ ἄλλου, καθάπερ ἡ μάχαιρα καὶ ἡ σάρξ· ἡ μὲν γὰρ τῇ σαρκὶ τοῦ τέμνεσθαι, ἡ σὰρξ δὲ τῇ μαραίρᾳ τοῦ τέμνειν etc.

Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 933 Pott.). τὸ δὲ αὐτὸ τῶν ἐναντίων αἴτιον γίνεται, ποτὲ μὲν παρὰ τὸ μέγεθος τοῦ αἰτίου καὶ τὴν δύναμιν, ποτὲ δὲ παρὰ τὴν ἐπιτηδειότητα τοῦ πάσχοντος· παρὰ μὲν τὴν ποιὰν δύναμιν, ⟨οἷον⟩ ἡ αὐτὴ χορδὴ παρὰ τὴν ἐπίτασιν ἢ τὴν ἄνεσιν ὀξὺν ἢ βαρὺν ἀποδίδωσι τὸν φθόγγον· παρὰ δὲ τὴν ἐπιτηδειότητα τῶν πασχόντων, ⟨οἷον⟩ τὸ μέλι γλυκάζει μὲν τοὺς ὑγιαίνοντας, πικράζει δὲ τοὺς πυρέσσοντας· καὶ εἷς καὶ ὁ αὐτὸς οἶνος τοὺς μὲν εἰς ὀργήν, τοὺς δὲ εἰς διάχυσιν ἄγει· καὶ ὁ αὐτὸς ἥλιος τήκει μὲν τὸν κηρόν, ξηραίνει δὲ τὸν πηλόν.

Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 933 Pott.). καὶ τὰ μὲν προκαταρκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ συναίτια, τὰ δὲ συνεργά. —  — τῶν μὲν οὖν προκαταρκτικῶν αἰρομένων μένει τὸ ἀποτέλεσμα· συνεκτικὸν δέ ἐστιν αἴτιον, οὗ παρόντος μένει τὸ ἀποτέλεσμα καὶ αἰρομένου αἴρεται. τὸ δὲ συνεκτικὸν συνωνύμως καὶ αὐτοτελὲς καλοῦσιν, ἐπειδὴ αὐταρκως δι’ αὑτοῦ ποιητικόν ἐστι τοῦ ἀποτελέσματος. εἰ δὲ τὸ αἴτιον αὐτοτελοῦς ἐνεργείας ἐστὶ δηλωτικόν, τὸ ⟨δὲ⟩ συνεργὸν ὑπηρεσίαν σημαίνει καὶ τὴν σὺν ἑτέρῳ λειτουργίαν, εἰ μὲν οὖν μηδὲν παρέχεται, οὐδὲ συνεργὸν λεχθήσεται· εἰ δὲ παρέχεται, τούτου πάντως γίνεται αἴτιον, οὗ καὶ παρέχεται, τουτέστιν τοῦ δι’ αὐτὸ γινομένου· ἔστιν οὖν συνεργόν, οὗ παρόντος ἐγίνετο τὸ ἀποτέλεσμα· προδήλως μὲν οὖν παρόντος ⟨προδήλου⟩, ἀδήλως δὲ ἀδήλου· καὶ τὸ συναίτιον δὲ ἐκ τοῦ γένους ἐστὶ τῶν αἰτίων, καθάπερ ὁ συστρατιώτης στρατιώτης καὶ ὁ συνέφηβος ἔφηβος. τὸ μὲν οὖν συνεργὸν αἴτιον τῷ συνεκτικῷ πρὸς τὴν ἐπίτασιν βοηθεῖ τοῦ ὑπ’ αὐτοῦ γινομένου· τὸ δὲ συναίτιον οὐκ ἐπὶ τῆς αὐτῆς ἐστιν ἐννοίας· δύναται γὰρ συναίτιον ὑπάρχειν, κἆν μὴ συνεκτικὸν αἴτιον ᾖ τι. νοεῖται γὰρ σὺν ἑτέρῳ τὸ συναίτιον οὐδ’ αὐτῷ δυναμένῳ κατ’ ἰδίαν ποιῆσαι τὸ ἀποτέλεσμα, αἴτιον ὂν σὺν αἰτίῳ. διαφέρει δὲ τοῦ συναιτίου τὸ συνεργὸν ἐν τῷ τὸ μὲν συναίτιον ⟨μεθ’ ἑτέρου αἰτίου⟩ κατ’ ἰδίαν μὴ ποιοῦντος τὸ ἀποτέλεσμα παρέχειν, τὸ δὲ συνεργὸν ἐν τῷ κατ’ ἰδίαν μὴ ποιεῖν, ἑτέρῳ δὲ προσερχόμενον τῷ κατ’ ἰδίαν ποιοῦντι συνεργεῖ αὐτῷ πρὸς τὸ σφοδρότερον γίνεσθαι τὸ ἀποτέλεσμα. μάλιστα δὲ τὸ

ἐκ προκαταρκτικοῦ συνεργὸν γεγονέναι, ⟨ἐπὶ τοῦτο⟩ τὴν τοῦ αἰτίου διατείνειν δύναμιν παρίστησιν.

Clemens Alexandrinus Stromat. I p. 376. 77 Pott. distinguit τὸ συνεργόν, τὸ συναίτιον, τὸ συνεκτικὸν αἴτιον. ὃ δὲ μεθ’ ἑτέρου ποιεῖ, ἀτελὲς ὂν καθ’ αὑτὸ ἐνεργεῖν, συνεργὸν φαμὲν καὶ συναίτιον [ἀπὸ τοῦ συναιτίου αἴτιον ὑπάρχειν] ἀπὸ τοῦ ἑτέρῳ συνελθὸν αἴτιον γίγνεσθαι ὠνομασμένον· καθ’ ἑαυτὸ δὲ μὴ δύνασθαι τὸ ἀποτέλεσμα —  — παρέχειν. paulo post: ἀλλὰ τῶν συνεργῶν τὰ μὲν πλείονα τὰ δὲ ἐλάττονα προσφέρεται δύναμιν.

Clemens Alexandrinus Stromat. I p. 367 Pott. οἶδα πολλοὺς —  — καὶ τὸ μὴ κωλῦον αἴτιον εἶναι λέγοντας. —  — φαμὲν δὴ πρὸς αὐτοὺς τὸ αἴτιον ἐν τῷ ποιεῖν καὶ ἐνεργεῖν καὶ δρᾶν νοεῖσθαι· τὸ δὲ μὴ κωλῦον κατά γε τοῦτο ἀνενέργητον εἶναι. ἔτι τὸ μὲν αἴτιον πρὸς τῇ ἐνεργείᾳ ἐστί, καθάπερ ὁ μὲν ναυπηγὸς πρὸς τῷ γίγνεσθαι τὸ σκάφος, ὁ δὲ οἰκοδόμος πρὸς τῷ κτίζεσθαι τὴν οἰκίαν· τὸ δὲ μὴ κωλῦον κεχώρισται τοῦ γιγνομένου etc.

Galenus defin. med. 154-160 Vol. XIX p. 392 K. definit αἴτια προκαταρκτικά, προηγούμενα, συνεκτικά, αὐτοτελῆ, συναίτια, συνεργά.

Galenus ad. Iulianum 6 Vol. XVIII A p. 279 K. εἴρηται δὲ καὶ περὶ τῶν συνεκτικῶν αἰτίων ἑτέρωθι δεικνύντων ἡμῶν ὅτι τό τε ὄνομα καὶ τὸ πρᾶγμα αὐτό, καθ’ οὗ τοὔνομα, τῆς Στωϊκῆς αἱρέσεώς ἐστι καὶ ὡς οὐκ ὀρθῶς ὑπειλήφασιν οὔτ’ ὀνομάζουσιν οἱ νεώτεροι τῶν ἰατρῶν ἅπαν τοῦτο τὸ γένος, ὅτι τε καὶ ἡμεῖς ἑπόμενοι πολλάκις αὐτοῖς, ὅπως μὴ δόξωμεν ἐρίζειν ὑπὲρ τοῦ ὀνόματος, ἔνια μὲν τῶν αἰτιῶν οὕτω καλεῖσθαι συγχωροῦμεν, οὐ μὰ Δία ὅσα τῶν ἁπλῶς ὄντων ἐστίν, ἀλλὰ τῶν ἐν τῷ γίγνεσθαι τὸ εἶναι κεκτημένων. ibid. p. 298. καὶ μὴν οὐδ’ ἄλλην τινὰ ἔννοιαν εἰπεῖν ἔχει τοῦ συνέχοντος αἰτίου παρὰ τὸ γίνεσθαί τι πρὸς αὐτοῦ καὶ παύεσθαι σὺν αὐτῷ, πλὴν εἰ κἀνταῦθα πάλιν ἐξαίφνης ἑαυτὸν εἶναί φησι Στωϊκόν, ὡς ἐν ἄλλοις ἐποίησεν. ἀλλὰ τοῦτό γε πράξας οὐ νόσου μόνον, ἀλλὰ καὶ τῆς ὑγείας αὐτῆς αἴτιον ἀποφανεῖταί τι εἶναι καὶ θερμὸν καὶ ψυχρὸν ἀναγκασθήσεταί τι λέγειν εἶναι νόσημα καὶ ξηρὸν καὶ ὑγρόν, ἅπερ οὐ βούλεται. μὴ τοίνυν ληρείτω μάταια μηδ’ ἐμπλήκτων τρόπον ἄλλοτ’ ἄλλα φανταζέσθω, ποτὲ μὲν ἐπαινῶν Στωϊκούς, ποτὲ δ’ ἀναιρῶν αὐτῶν τὰ δόγματα.

Galenus synopsis librorum de pulsibus 9. Vol. IX p. 458 K. μεμνῆσθαι μέντοι χρὴ πρὸ πάντων ὅπως ἔφαμεν ὀνομάζειν τὸ οἷον συνεκτικὸν αἴτιον, ὅτι μὴ κυρίως ἀλλὰ καταχρώμενοι τῇ προσηγορίᾳ· τὸ μὲν γὰρ κυρίως λεγόμενον αἴτιον συνεκτικὸν οὔτ’ ὠνόμασέ τις ἄλλος πρὸ τῶν Στωϊκῶν οὔτ’ εἶναι συνεχώρησε· τὰ δὲ καὶ πρὸ ἡμῶν οἷον συνεκτικὰ λεγόμενα γενέ σεώς τινος, οὐχ ὑπάρξεως αἴτια.

Arius Didymus epit. phys. fr. 19 Diels (DG p. 457, 17. Stobaeus ecl. I p. 143, 24 W.). σῶμά ἐστι τὸ τριχῇ διαστατόν, πλάτει, βάθει, μήκει· ταῦτα δὲ πλεοναχῶς λέγεσθαι. ὁτὲ μὲν γὰρ μῆκος [εἶναι] λέγεσθαι τὸ μέγιστον διάστημα τοῦ σώματος, ὁτὲ δὲ μόνον τὸ κάτωθεν ἄνω· καὶ πλάτος ὁτὲ ⟨μὲν⟩ τὸ δεύτερον διάστημα, ὁτὲ δὲ τὸ ἐκ δεξιᾶς καὶ ἐξ εὐωνύμου· καὶ βάθος ὁτὲ μὲν τὸ εἰς ἑαυτὸ διάστημα, ὁτὲ δὲ τὸ πρόσω καὶ ὀπίσω· κατὰ μὲν τὸν πρότερον λόγον οὔτε τῶν σφαιρῶν οὔτε τῶν τετραγώνων καὶ τῶν ὁμοίων οὐδὲν τῶν διαστημάτων τούτων ἐχόντων, κατὰ δὲ τὸν δεύτερον παντὸς σώματος τὰς τρεῖς ἔχοντος διαστάσεις διὰ τὸ κατὰ πᾶσαν θέσιν ὑπὸ τὸν λόγον τοῦτον πίπτειν αὐτό.

Philo de mundi opificio § 36 Vol. I p. 11, 9 Wendl. τὸ γὰρ σῶμα φύσει στερεὸν ὅτιπερ καὶ τριχῆ διαστατόν· στερεοῦ δὲ καὶ σώματος ἔννοια τίς ἑτέρα, πλὴν τὸ πάντη διεστηκός.

Clemens Alexandrinus Stromat II p. 436 Pott. διϊσχυρίζονται τοῦτ’ εἶναι μόνον ὅπερ ἔχει προσβολὴν καὶ ἐπαφήν τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι, ⟨ἄλλοι δὲ⟩ πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθεν ἐξ ἀοράτου ποθὲν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι.

Aëtius I 10, 5. Οἱ ἀπὸ Ζήνωνος Στωϊκοὶ ἐννοήματα ἡμέτερα τὰς ἰδέας ἔφασαν.

Syrianus in Aristot. Metaph. (Aristot. Acad. Bor. Vol. V) p. 892a. τῶν καθ’ ἕκαστα, ἃ εἴτε ῥέοι κατὰ πᾶν —  — ἕτε γίγνοιτο μὲν ἀεὶ καὶ φθείροιτο, διαμένοι δὲ κατὰ τὸ ἑαυτῶν ὅλον διὰ τὴν εἰδητικὴν αἰτίαν —  — εἴτε καὶ ὄντα τις αὐτὰ καλοίη, ὡς Ἀριστοτέλης εἴωθεν, εἴτε καὶ μόνα εἶναι λέγοι, ὡς οἱ Στωϊκοί φασιν.

Simplicius in Aristot. categ. f. 17 A ed. Bas. οἱ δὲ ἀναιροῦσι μὲν τὴν τῶν κοινῶν φύσιν, ἐν δὲ τοῖς καθ’ ἕκαστα αὐτὰ μόνοις ὑφεστάναι νομίζουσιν, αὐτὰ καθ’ αὑτὰ μηδαμοῦ θεωροῦντες.

Sextus adv. math. VIII 263. τὸ ἀσώματον κατ’ αὐτοὺς (scil. Stoicos) οὔτε ποιεῖν τι πέφυκεν οὔτε πάσχειν.

Syrianus in Aristot. Metaphys. (Aristot. Acad. V 892b, 14). ὡς ἄρα τὰ εἴδη παρὰ τοῖς θείοις τούτοις ἀνδράσιν οὔτε πρὸς τὴν χρῆσιν τῆς τῶν ὀνομάτων συνηθείας παρήγετο, ὡς Χρύσιππος καὶ Ἀρχέδημος καὶ οἱ πλείους τῶν Στωϊκῶν ὕστερον ᾠήθησαν (πολλαῖς γὰρ διαφοραῖς διέστηκε τὰ καθ’ αὑτὰ εἴδη τῶν ἐν τῇ συνηθείᾳ λεγομένων) οὔτε etc.

Proclus in Euclidem 35, 25 p. 395 Friedlein. (Τὰ παραλληλόγραμμα τὰ ἐπὶ τῆς αὐτῆς βάσεως καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις

ἴσα ἀλλήλοις ἐστιν). Τὰ δ’ οὖν τοιαῦτα τῶν θεωρημάτων, ὡς φησὶν ὁ Γεμῖνος, ἀπείκαζεν ὁ Χρύσιππος ταῖς ἰδέαις. ὡς γὰρ ἐκεῖναι τῶν ἀπείρων ἐν πέρασιν ὡρισμένοις τὴν γένεσιν περιλαμβάνουσιν, οὕτως καὶ ἐν τούτοις τῶν ἀπείρων ἐν ὡρισμένοις τόποις ἡ περίληψις γίνεται. καὶ διὰ τὸν ὅρον τοῦτον ἡ ἰσότης ἀναφαίνεται. τὸ γὰρ ὕψος τῶν παραλλήλων τὸ αὐτὸ μένον ἀπείρων νοουμένων ἐπὶ τῆς αὐτῆς βάσεως παραλληλογράμμων πάντα ἴσα ἀλλήλοις ἀποφαίνει.

Plutarchus praec. conjugalia cp. 34: Τῶν σωμάτων οἱ φιλόσοφοι (scil. Stoici) τὰ μὲν ἐκ διεστώτων λέγουσιν εἶναι καθάπερ στόλον καὶ στρατόπεδον, τὰ δ’ ἐκ συναπτομένων ὡς οἰκίαν καὶ ναῦν, τὰ δ’ ἡνωμένα καὶ συμφυᾶ καθάπερ ἐστὶ τῶν ζώων ἕκαστον. —  — - δεῖ δὲ ὥσπερ οἱ φυσικοὶ τῶν ὑγρῶν λέγουσι δι’ ὅλων γενέσθαι τὴν κρᾶσιν, οὕτω etc.