Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Plutarchus de Stoic. repugn. cp. 10 p. 1036c. Ὥστ’ αὐτὸν ἑαυτῷ μάχεσθαι — — φυλάττεσθαι μὲν ἑτέροις παραινοῦντα τοὺς εἰς τἀναντία λόγους, ὡς περισπῶντας τὴν κατάληψιν, αὐτὸν δὲ τῶν
βεβαιούντων τὴν κατάληψιν λόγων φιλοτιμότερον συντιθέντα τοὺς ἀναιροῦντας. Καίτοι ὅτι τοὐτο αὐτὸς φοβεῖται, σαφῶς ὑποδείνυσιν ὲν τῷ τετάρτῳ περὶ Βίων ταῦτα γράφων Οὐχ ὡς ἔτυχε δὲ οὐδὲ τοὺς ἐναντίους ὑποδεκτέον λόγους, οὐδὲ προσ⟨ετέα⟩ τὰ ἐναντία πιθανά, ἀλλ' εὑλαβουμένους, μὴ καὶ περισπασθέντες ὑπ’ αὐτῶν τὰς καταλήψεις ἀφῶσιν, οὔτε τῶν λύσεων ἱκανῶς ἂν ἀκοῦσαι δυνάμενοι, καταλαμβάνοντές τε εὐαποσείστως· ἐπεὶ καὶ οἱ τὴν συνήθειαν καταλαμβάνοντες καὶ τὰ αἰσθητὰ καὶ τὰ ἄλλα ἐκ τῶν αἰσθήσεων, ῥᾳδίως προΐενται ταῦτα, καὶ ὑπὸ τῶν Μεγαρικῶν ἐρωτημάτων περισπώμενοι, καὶ ὑπ’ ἄλλων πλείονων καὶ δυναμικωτέρων ἐρωτημάτων.Plutarchus de Stoic. repugn. cp. 10 p. 1036f. Ἤ τοῦτο (quanti τὰ Μεγαρικὰ ἐρωτήματα aestimanda sint) παρ’ αὐτοῦ Χρυσίππου δεῖ πυνθάνεσθαι; σκόπει γὰρ οἷα περὶ τοῦ Μεγαρικοῦ λόγου γέγραφεν ἐν τῷ περὶ Λόγου Χρήσεως οὕτως· Οἱόν τι συμβέβηκε καὶ ἐπὶ τοῦ Στίλπωνος λόγου καὶ Μενεδήμου· σφόδρα γὰρ ἐπὶ σοφίᾳ γενομένων αὐτῶν ἐνδόξων, νῦν εἰς ὄνειδος αὐτῶν ὁ λόγος περιτέτραπται, ὡς τῶν μὲν παχυτέρων, τῶν δ’ ἐκφανῶς σοφιζομένων.
Galenus de animi peccatis dignoscendis 3. Vol. V p. 72 K. ἀναγκαῖον δ’ ἐστὶ τὸν ἐξαίφνης προσελθόντα κρίσει λόγου ἀδυνατεῖν διαγνῶναί τε καὶ διακρῖναι τοὺς ψευδεῖς ἀπὸ τῶν ἀληθῶν. ἐναργὲς δὲ τούτου τεκμήριόν ἐστι, τὰ καλούμενα σοφίσματα, λόγοι τινὲς ὄντες ψευδεῖς εἰς ὁμοιότητα τῶν ἀληθῶν πεπανουργευμένοι· τὸ μὲν οὖν ψεῦδος αὐτῶν πρόδηλον φαίνεται διὰ τοῦ συμπεράσματος οὐκ ὄντος ἀληθοῦς· ἐπειδὴ δ’ οἱ ψευδεῖς λόγοι πάντως ἤτοι τῶν λημμάτων ἔχουσί τι ψεῦδος ἢ τὸ συμπέρασμα κακῶς ἐπιφερόμενον, οὐ φαίνεται δὲ προχείρως ταῦτα κατὰ τὰ σοφίσματα, διὰ τοῦτο δύσοπτα τοῖς ἀγυμνάστοις περὶ λόγους.
Anonymi scholia inm status Walz. Rh. Gr. VII 1 p. 383. ὅπου γε καὶ παρὰ τοῖς Στωϊκοῖς καλεῖταί τις διάλληλος λόγος, ὅς ἐστιν ἀναπόδεικτος· οἷον ποῦ Θέων οἰκεῖ, ἔνθα Δίων, καὶ ποῦ Δίων, ἔνθα Θέων· ὁ δὲ τοιοῦτος λόγος, ὁ διάλληλός φημι τὴν ἀπόδειξιν ἔχειν, ἀναπόδεικτός τέ ἐστι καὶ πέρας αὐτοῦ οὐδὲν γίγνεται, ὅταν τὰ σημεῖα τοῦ πράγματος δι' ἀλλήλων συγκατασκευάζηται.
Diocles Magnes apud Diog. Laërt. VII 82. καὶ ἄποροι δέ τινές εἰσι λόγοι, ἐγκεκαλυμμένοι καὶ διαλεληθότες καὶ σωρεῖται καὶ κερατίδες καὶ οὔτιδες. ἔστι δὲ ἐγκεκαλυμμένος οἷον ὁ τοιοῦτος οὐχὶ τὰ μὲν δύο ὀλίγα
ἐστίν, οὐχὶ δὲ καὶ τὰ τρία, οὐχὶ δὲ καὶ ταῦτα μέν, οὐχὶ δὲ καὶ τὰ τέσσαρα, καὶ οὕτω μέχρι τῶν δέκα· τὰ δὲ δύο ὀλίγα ἐστίν· καὶ τὰ δέκα ἄρα. οὔτις δέ ἐστι λόγος συνακτικὸς [καὶ] ἐξ ἀορίστου καὶ ὡρισμένου συνεστώς, πρόσληψιν δὲ καὶ ἐπιφορὰν ἔχων, οἷον· εἰ τίς ἐστιν ἐνταῦθα, οὐκ ἔστιν ἐκεῖνος ἐν Ῥόδῳ· ⟨ἀλλὰ μὴν ἔστι τις ἐνταῦθα· οὐκ ἄρα τις ἔστιν ἐν Ῥόδῳ⟩.Sextus Pyrrh. Hyp. II 253. καὶ εἴγε οἱ περὶ τὸν Χρύσιππον δογματικοὶ ἐν τῇ συνερωτήσει τοῦ σωρίτου προϊόντος τοῦ λόγου φασὶ δεῖν ἵστασθαι καὶ ἐπέχειν, ἵνα μὴ ἐκπέσωσιν εἰς ἀτοπίαν, πολὺ δήπου μᾶλλον ἂν ἡμῖν ἁρμόζον εἴη σκεπτικοῖς οὖσιν, ὑποπτεύουσιν ἀτοπίαν, μὴ προπίπτειν κατὰ τὰς συνερωτήσεις τῶν λημμάτων, ἀλλ’ ἐπέχειν καθ’ ἕκαστον ἕως τῆς ὅλης συνερωτήσεως τοῦ λόγου.
Sextus adv. math. VII 416. ἐπὶ γὰρ τοῦ σωρίτου τῆς ἐσχάτης καταληπτικῆς φαντασίας τῇ πρώτῃ ἀκαταλήπτῳ παρακειμένης καὶ δυσδιορίστου σχεδὸν ὑπαρχούσης, φασὶν οἱ περὶ τὸν Χρύσιππον ὅτι ἐφ’ ὧν μὲν φαντασιῶν ὀλίγη τις οὕτως ἔστι διαφορά, στήσεται ὁ σοφὸς καὶ ἡσυχάσει, ἐφ’ ὧν δὲ πλείων προσπίπτει, ἐπὶ τούτων συγκαταθήσεται τῇ ἑτέριᾳ ὡς ἀληθεῖ.
Cicero Acad. Pr. II 93. Placet enim Chrysippo cum gradatim interrogetur, verbi causa tria pauca sint anne multa, aliquanto prius quam ad multa perveniat quiescere, id est quod ab iis dicitur ἡσυχάζειν. Per me vel stertas licet, inquit Carneades, non modo quiescas.
Simplicius in Aristot. categ. f. 26E. ed. Bas. Ἄξιον δὲ ζητεῖν κατὰ τοὺς ὑπόστασιν διδόντας τοῖς εἴδεσι καὶ γένεσιν εἰ ῥηθήσεται τάδε εἶναι. Καὶ γὰρ καὶ Χρύσιππος ἀπορεῖ περὶ τῆς ἰδέας εἰ τόδε τι ῥηθήσεται. συμπαραληπτέον δὲ καὶ τὴν συνήθειαν τῶν Στωϊκῶν περὶ τῶν γενικῶν ποιῶν, πῶς αἱ πτώσεις κατ’ αὐτοὺς προφέρονται καὶ πῶς οὔ τινα τὰ κοινὰ παρ’ αὐτοῖς λέγεται καὶ ὅπως παρὰ τὴν ἄγνοιαν τοῦ μὴ πᾶσαν οὐσίαν τόδε τι σημαίνειν καὶ τὸ παρὰ τὸν οὔτινα σόφισμα γίνεται, παρὰ τὸ σχῆμα τῆς λέξεως, οἷον εἴ τις ἐστὶν ἐν Ἀθήναις, οὐκ ἔστιν ἐν Μεγάροις. ὁ γὰρ ἄνθρωπος οὔ τις ἐστίν. οὐ γὰρ ἐστί τις ὁ κοινός, ὡς τινὰ δὲ αὐτὸν ἐλάβομεν ἐν τῷ λόγῳ, καὶ παρὰ τοῦτο τὸ ὄνομα τοῦτο ἔσχεν ὁ λόγος, οὔ τις κληθείς. τὸ αὐτὸ καὶ ἐπὶ τοῦδε τοῦ σοφίσματός ἐστιν· ὃ ἐγὼ εἰμί, σὺ οὐκ εἶ. ἄνθρωπος δ’ εἰμὶ ἐγώ. ἄνθρωπος ἄρα
σὺ οὐκ εἶ. Καὶ γὰρ ἐπὶ τούτου τοῦ σοφίσματος τὸ μὲν ἐγὼ καὶ σὺ ἐπὶ τῶν ἀτόμων λέγεται· ὁ δὲ ἄνθρωπος ἐπ’ οὐδενὶ τῶν ἐν μέρει. γέγονεν οὖν ἡ παραγωγὴ διότι τῷ οὔ τινι ὡς τινὶ ἐχρήσατο.Diogenes Laërt. VII 186. Ὁ δὴ φιλόσοφος καὶ τοιούτους τινὰς ἠρώτα λόγους. Ὁ λέγων τοῖς ἀμυήτοις τὰ μυστήρια ἀσεβεῖ· ὁ δέ γε ἱεροφάντης τοῖς ἀμυήτοις λέγει ⟨τὰ μυστήρια⟩· ἀσεβεῖ ἄρα ὁ ἱεροφάντης. ἄλλο· Ὃ οὐκ ἔστιν ἐν τῇ πόλει, οὐδ’ ἐν τῇ οἰκίᾳ· οὐκ ἔστι δὲ φρέαρ ἐν τῇ πόλει· οὐδ’ ἄρα ἐν τῇ οἰκίᾳ. ἄλλο· Ἔστι τις κεφαλή. ἐκείνην δὲ οὐκ ἔχεις· ἔστι δὲ γέ τις κεφαλή ⟨ἣν οὐκ ἔχεις⟩· οὐκ ἄρα ἔχεις κεφαλήν. ἄλλο· Εἴ τις ἔστιν ἐν Μεγάροις, οὐκ ἔστιν ἐν Ἀθήναις· ἄνθρωπος δέ ἐστιν ἐν Μεγάροις· οὐκ ἄρα ἐστὶν ἄνθρωπος ἐν Ἀθήναις. Καὶ πάλιν· Εἴ τι λαλεῖς, τοῦτο διὰ τοῦ στόματός σου διέρχεται· ἅμαξαν δὲ λαλεῖς· ἅμαξα ἄρα διὰ τοῦ στόματός σου διέρχεται. καί· Εἴ τι οὐκ ἀπέβαλες, τοῦτο ἔχεις· κέρατα δὲ οὐκ ἀπέβαλες· κέρατα ἄρα ἔχεις. οἱ δὲ Εὐβουλίδου τοῦτό φασιν.
Arrianus Epictet. dissert. II 17, 34. ἀλλ’ ἐγὼ θέλω γνῶναι τί λέγει Χρύσιππος ἐν τοῖς περὶ τοῦ Ψευδομένου.
Hieronymus ep. 69 ad Oceanum. statimque recordatus Chrysippei sophismatis: Si mentiris, idque vere dicis, mentiris.
Cicero Acad. Pr. II 96. Quomodo igitur hoc conclusum esse iudicas? Si dicis nunc lucere et verum dicis ⟨lucet; dicis autem lucere et verum dicis⟩ lucet igitur. Probatis certe genus et rectissime conclusum dicitis. Itaque in docendo eum primum concludendi modum traditis. Aut quidquid igitur eodem modo concluditur, probabitis, aut ars ista nulla est. Vide ergo hanc conclusionem probaturusne sis: Si dicis te mentiri, verumque dicis, mentiris. Dicis autem te mentiri verumque dicis: mentiris igitur. Qui potes hanc non probare, quum probaveris eiusdem generis superiorem Haec Chrysippea sunt, ne ab ipso quidem dissoluta. Quid enim faceret huic conclusioni· 'Si lucet, lucet; lucet autem, lucet igitur.' Cederet scilicet. Ipsa enim ratio conexi, cum concesseris superius, cogit inferius concedere. Quid ergo haec ab illa conclusione differt?
Arrianus Epictet. dissert. II 19, 1sq. Ὁ κυριεύων λόγος ἀπὸ τοιούτων τινῶν ἀφορμῶν ἠρωτῆσθαι φαίνεται. Κοινῆς γὰρ οὔσης
μάχης τοῖς τρισὶ τούτοις πρὸς ἄλληλα, τῷ Πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖον εἶναι καὶ τῷ Δυνατῷ ἀδύνατον μὴ ἀκολουθεῖν καὶ τῷ Δυνατὸν εἶναι ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται· συνιδὼν τὴν μάχην ταύτην ὁ Διόδωρος, τῇ τῶν πρώτων δυοῖν πιθανότητι συνεχρήσατο πρὸς παράστασιν τοῦ Μηδὲν εἶναι δυνατὸν ὃ οὔτ’ ἔστιν ἀληθὲς οὕτ’ ἔσται. Λοιπὸν ὁ μέν τις ταῦτα τηρήσει τῶν δυοῖν, ὅτι ἔστι τέ τι δυνατόν, ὃ οὔτ’ ἔστιν ἀληθές οὔτ’ ἔσται· καὶ δυνατῷ ἀδύνατον οὐκ ἀκολουθεῖ· οὐ πᾶν δὲ παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστι· καθάπερ οἱ περὶ Κλεάνθην φέρεσθαι δοκοῦσιν, οἷς ἐπιπολὺ συνηγόρησεν Ἀντίπατρος. Οἱ δὲ (scil. Chrysippus) τἄλλα δύο· ὅτι δυνατόν τ’ ἐστὶν ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται καὶ πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστιν· δυνατῷ δ’ ἀδύνατον ἀκολουθεῖ. Τὰ τρία δ’ ἐκεῖνα τηρῆσαι ἀμήχανον, διὰ τὸ κοινὴν εἶναι αὐτῶν τὴν μάχην. ibid. § 9. Γέγραφε δὲ καὶ Χρύσιππος θαυμαστῶς ἐν τῷ πρώτῳ περὶ Δυνατῶν· καὶ Κλεάνθης δ’ ἰδίᾳ γέγραφε περὶ τούτου καὶ Ἀρχέδημος· γέγραφε δὲ καὶ Ἀντίπατρος, οὐ μόνον δ’ ἐν τοῖς περὶ Δυνατῶν, ἀλλὰ καὶ κατ’ ἰδίαν ἐν τοῖς περὶ τοῦ Κυριεύοντος.Cicero ad famil. IX 4. Περὶ δυνατῶν nme scito κατὰ Διόδωρον κρίνειν. Quapropter si venturus es, scito necesse esse te venire: sin autem nom es, τῶν ἀδυνάτων est, te venire. Nunc vide, utra te κρίσις magis delectet, Χρυσιππεία ne, an haec, quam noster Diodotus non concoquebat. Sed de his etiam rebus, otiosi quum erimus, loquemur: hoc etiam κατὰ Χρύσιππον δυνατὸν est.
Cicero Acad. Pr. II 143. In hoc ipso, quod in elementis dialectici docent, quo modo iudicare oporteat, verum falsumne sit, si quid ita conexum est, ut hoc: si dies est, lucet, quanta contentio est! aliter Diodoro, aliter Philoni, Chrysippo aliter placet. Quid? cum Cleanthe, doctore suo, quam multis rebus Chrysippus dissidet! quid? duo vel principes dialecticorum, Antipater et Archedemus, opiniosissimi homines, nonne multis in rebus dissentiunt?
Syrianus Schol. in Hermog. Vol. II p. 42, 1 Rabe. τὸν ἄπορον ἐν κατηγορίᾳ, ὃν καὶ κροκοδειλίτην οἱ Στωϊκοί φασιν, οἷον· Εὔαθλος συνέθετο Πρωταγόρᾳ τῷ σοφιστῇ δώσειν μισθὸν, εἰ τὴν πρώτην δίκην λέγων νικήσειε. μαθὼν καὶ μὴ βουλόμενος λέγειν ὑπὸ τοῦ Πρωταγόρου τὸν μισθὸν ἀπαιτεῖται· ὁ δὲ ἀντιλέγει· εἰτε γὰρ νικήσειεν, οὐ δίκαιος δοῦναι κατὰ τὴν σύνταξιν, εἴτε ἡττηθείη, ὡς μηδέπω μαθὼν οὐκ ἄξιος ἀπαιτεῖσθαι.
Lucianus vitarum auctio 22. Χρύσιππος· ἔστι σοι παιδίον; - Ὠνητής· τί μήν; - Χρυσ. τοῦτο ἤν πως κροκόδειλος
ἁρπάσῃ πλησίον τοῦ ποταμοῦ πλαζόμενον εὑρών, κᾦτά σοι ἀποδώσειν ὑπισχνῆται αὐτό, ἢν εἴπῃς τἀληθὲς ὅτι δέδοκται αὐτῷ περὶ τῆς ἀποδόσεως τοῦ βρέφους, τί φήσεις αὐτὸν ἐγνωκέναι; — — — — Χρυσ. Καὶ ἄλλα γάρ σε διδάξομαι θαυμασιώτερα - τὸν θερίζοντα καὶ τὸν κυρίττοντα καὶ ἐπὶ πᾶσι τὴν Ἠλέκτραν καὶ τὸν ἐγκεκαλυμμένον. — — Ἠλέκτραν μὲν ἐκείνην - ἣ τὰ αὐτὰ οἶδέ τε ἅμα καὶ οὐκ οἶδεν· παρεστῶτος γὰρ αὐτῇ τοῦ Ὀρέστου ἔτι ἀγνῶτος, οἶδε μὲν Ὀρέστην, ὅτι ἀδελφὸς αὐτῆς, ὅτι δὲ οὗτος Ὀρέστης ἀγνοεῖ. τὸν δ’ αὖ ἐγκεκαλυμμένον καὶ πάνυ θαυμαστὸν ἀκούσῃ λόγον. ἀπόκριναι γάρ μοι, τὸν πατέρα οἶσθα τὸν σεαυτοῦ; - Ὠν. ναί. - Χρυσ. τί οὖν; ἤν σοι παραστήσας τινὰ ἐγκεκαλυμμένον ἔρωμαι τοῦτον οἶσθα; τί φήσεις; - Ὠν. δηλαδὴ ἀγνοεῖν. - Χρυσ. ἀλλὰ μὴν αὐτὸς οὗτος ἦν ὁ πατὴρ ὁ σός, ὥστε εἰ τοῦτον ἀγνοεῖς, δῆλος εἶ τὸν πατέρα τὸν σὸν ἀγνοῶν.Cicero. de finib. IV 7. (de rheorica arte locutus:) Totum genus hoc Zeno et qui ab eo sunt - aut non potuerunt ⟨tueri⟩ aut noluerunt - certe reliquerunt. Quamquam scripsit artem rhetoricam Cleanthes, Chrysippus etiam; sed sic ut siquis obmutescere concupierit, nihil aliud legere debeat.
Quintilianus instit. orat. III. 1, 15. Theophrastus quoque Aristotelis discipulus de rhetorice diligenter scripsit atque hinc vel studiosius philosophi quam rhetores praecipueque Stoicorum ac Peripateticorum principes.