Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Plutarchus de comm. not. 2 p. 1059e. Τὸ γάρ, ὦ ἄριστε, συμπεπλεγμένον τι δι’ ἀντικειμένων μὴ φάναι ψεῦδος εὐπόρως εἶναι· λόγους δὲ πάλιν αὖ φάναι τινὰς ἀληθῆ τὰ λήμματα καὶ τὰς ἀγωγὰς ὑγιεῖς ἔχοντας, ἔτι καὶ τὰ ἀντικείμενα τῶν συμπερασμάτων ἔχειν ἀληθῆ, ποίαν ἔννοιαν ἀποδείξεως ἢ τίνα πίστεως οὐκ ἀνατρέπει πρόληψιν;
Dexippus in Aristot. categ. p. 25, 22 Busse. ἀλλὰ δὴ πῶς ἀπαντήσομεν τοῖς ἐριστικοῖς, οἳ τὰ μὴ ὑπάρχοντα τῷ κατηγορουμένῳ λαμβάνοντες ὡς λεγόμενα κατ’ αὐτοῦ ποιοῦσι πρὸς τῷ ὑποκειμένῳ τὸν τῆς ἀποφάσεως συλλογισμόν; οἷον ὁ ἄνθρωπος τοῦ Σωκράτους καθ’ ὑποκειμένου κατηγορεῖται, κατὰ δὲ τοῦ ἀνθρώπου λέγεται τὸ μὴ εἶναι Σωκράτην· οὐκοῦν καὶ κατὰ Σωκράτους ῥηθείη ἂν τὸ μὴ εἶναι Σωκράτην. Πάλιν γὰρ καὶ πρὸς τούτους ὑπολογιζόμεθα, οὐχ ὡς οἱ Στωϊκοὶ λέγουσι, τὴν τῶν ἀποφατικῶν ὑπεξαίρεσιν, ἀλλ’ ὡς Ἀριστοτέλης διδάσκει, τὴν τῶν κατ’ οὐσίαν ὑπαρχόντων λῆψιν, ἣν ἐκεῖνοι οὐ παρασωσάμενοι παραλογίζονται, τὰ μὴ ὑπαρχοντα ὡς καθ’ ὑποκειμένου λεγόμενα οὐσίαν προσλαμβάνοντες.
Alexander in Aristot. Analyt. pr. p. 390, 16 Wal. ὥστε ἀνάπαλιν κατ’ αὐτὸν (scil. Aristotelem) ἢ ὡς οἱ νεώτεροι ἀξιοῦσιν οἱ ὑποθετικοὶ λόγοι περαντικοὶ μέν, οὐ συλλογισμοὶ δέ, — — συλλογισμοὶ δ’ οἱ κατηγορικοί.
Alexander in Aristot. Analyt. pr. p. 373, 28 Wal. Ἀριστοτέλης μὲν οὖν οὕτως περὶ τῶν κατὰ τὰς λέξεις μεταλήψεων φέρεται· οἱ δὲ νεώ
τεροι, ταῖς λέξσιν ἐπακολουθοντες οὐκέτι δὲ τοῖς σημαινομένοις, οὐ ταὐτόν φασι γίνεσθαι ἐν ταῖς εἰς τὰς ἰσοδυναμούσας λέξεις μεταλήψεσι τῶν ὅρων· ταὐτὸν γὰρ σημαίνοντος τοῦ εἰ τὸ Α τὸ Β τῷ ἀκολουθεῖν τῷ Α τὸ Β, συλλογιστικὸν μὲν λόγον φασὶν εἶναι τοιαύτης ληφθείσης τῆς λέξεως εἰ τὸ Α τὸ Β, τὸ δὲ Α, τὸ ἄρα Β, οὐκέτι δὲ συλλογιστικὸν ἀλλὰ περαντικὸν τὸ ἀκολουθεῖ τῷ Α τὸ Β, τὸ δὲ Α, τὸ ἄρα Β.Alexander in Aristot. Analyt. pr. p. 262, 28. δι· ὑποθέσεως δὲ ἄλλης, ὡς εἶπεν (scil. Aristoteles), εἶεν ἂν καὶ οὓς οἱ νεώτεροι συλλογισμοὺς μόνους βούλονται λέγειν· οὗτοι δ’ εἰσὶν οἱ διὰ τροπικοῦ, ὥς φασι, καὶ τῆς προσλήψεως γινόμενοι, τοῦ τροπικοῦ ἢ συνημμένου ὄντος ἢ διεζευγμένου ἢ συμπεπλεγμένου, οὓς οἱ ἀρχαῖοι λέγουσι μικτοὺς ἐξ ὑποθετικῆς προτάσεως καὶ δεικτικῆς, τοῦτ’ ἔστι κατηγορικῆς. cf. ibid. p. 263, 12. - p. 264, 7. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ διαιρετικοῦ ἤτοι τόδε ἢ τόδε, ὃ καὶ αὐτὸ ἐκ τροπικοῦ καὶ τῆς προσλήψεως λέγουσιν. - p. 265, 3. ἃ μὲν γὰρ λέγουσι τροπικά, ἐν πᾶσι δι’ ὑποθέσεως καὶ ὁμολογίας ὡς φανερὰ παραλαμβάνεται· ἐπὶ τὸ πλεῖστον δὲ δεῖται δείξεως τὰ μεταλαμβανόμενα καὶ προσλαμβανόμενα, εἰ ὅλως εἶεν χρειώδεις οἱ τοιοῦτοι λόγοι· ὡς ὅπου μὴ δεῖται δείξεως τὸ μεταλαμβανόμενον, οὐδὲ συλλογισμός ἐστι τὸ γιγνόμενον, πάντων γε φανερῶν ὄντων.
Alexander in Aristot. Anal. pr. p. 278, 6 Wal. ἔστι δὲ ἡ τοιαύτη σύνθεσις κατὰ τὸ τρίτον ὑπὸ τῶν νεωτέρων καλούμενον θέμα γινομένη. — — 11. τοῦ δέ γε τρίτου καλουμένου θέματος ἡ περιοχὴ καὶ αὐτοῦ ἔχει ὧδε ὅταν ἐκ δυεῖν τρίτον τι συνάγηται, ἑνὸς δὲ αὐτῶν ἔξωθεν ληφθῇ συλλογιστικά, ἐκ τοῦ λοιποῦ καὶ ἐκ τῶν ἔξωθεν τοῦ ἑτέρου συλλογιστικῶν τὸ αὐτὸ συναχθήσεται.
Simplicius in Arist. de caelo p. 236, 33 Heibg. ἡ δὲ τοιαύτη ἀνάλυσις τοῦ λόγου ἡ τὸ συμπέρασμα λαμβάνουσα καὶ προσλαμβάνουσα ἄλλην πρότασιν κατὰ τὸ τρίτον λεγόμενον παρὰ τοῖς Στωϊκοῖς θέμα περαίνεται, οὗ λόγος κατὰ τοὺς παλαιοὺς τοιοῦτος· ἐὰν ἐκ δυεῖν τρίτον τι συνάγηται, τὸ δὲ συναγόμενον μετ’ ἄλλου τινὸς ἔξωθεν συνάγῃ τι, καὶ ἐκ τῶν πρώτων δυεῖν καὶ τοῦ ἔξωθεν προσληφθέντος συναχθήσεται τὸ αὐτό.
Alexander in Aristot. Analyt. pr. p. 283, 7 Wal. οἷον εἰ λάβοιμεν τὸ Α κατὰ τοῦ Β, τὸ Β κατὰ τοῦ Γ, τὸ Γ κατὰ τοῦ Δ, τὸ Δ κατὰ τοῦ Ε, τὸ Α ἄρα κατὰ τοῦ Ε. — — ἐν τῇ τοιαύτῃ τῶν προτάσεων συνεχείᾳ τό τε συνθετικόν ἐστι θεώρημα, περὶ οὗ προειρήκαμεν, καὶ οἱ καλούμενοι ὑπὸ τῶν νεωτέρων ἐπιβάλλοντές τε καὶ ἐπιβαλλόμενοι. — — οἱ δὲ ἐπιβάλλοντές τε καὶ ἐπιβαλλόμενοι καλούμενοι εἶεν ἂν ἐν ταῖς συνεχῶς λαμβανομέναις προτάσεσι χωρὶς τῶν συμπερασμάτων. ἐπιβαλλόμενοι μὲν γάρ εἰσιν, ὧν παρεῖται τὸ συμπέρασμα, ἐπιβάλλοντες δέ, ὧν ἡ δεικτικὴ πρότασις παρεῖται· τὰ γὰρ συμπεράσματα τὰ παραλειπόμενα τῶν ἐπιβαλλομένων συλλογισμῶν, οἵ εἰσι πρῶτοι τῇ τάξει, προτάσεις εἰσὶ δεικτικαὶ τῶν ἐπιβαλλόντων, οἵ εἰσι δεύτεροι τῇ τάξει, οἷον τὸ Α κατὰ παντὸς τοῦ Β, τὸ Β κατὰ παντὸς τοῦ Γ, τὸ Γ κατὰ παντὸς τοῦ Δ, τὸ Α κατὰ παντὸς τοῦ Δ. ἐπιβαλλόμενος γάρ ἐστιν ὁ πρῶτος, οὗ παρεῖται τὸ συμπέρασμα, ὅ ἐστιν Α κατὰ παντὸς τοῦ Γ. ἐπιβάλλων δὲ ὁ ἔκ τε τοῦ παρειμένου τοῦ τὸ Α
κατὰ τοῦ Γ καὶ ἐκ τοῦ τὸ Γ κατὰ τοῦ Δ δεικνύμενος, οὗ ἐστι συμπέρασμα τὸ ἄρα Α κατὰ τοῦ Δ. ἐπὶ μὲν οὖν τῶν εἰρημένων καὶ ὁ ἐπιβάλλων καὶ ὁ ἐπιβαλλόμενος ἐν πρώτῳ σχήματι· δύναται δὲ κατὰ τὴν ὁδὸν ταύτην καὶ ἐκ δευτέρου σχήματος ἐπιβάλλειν συλλογισμὸς ἐκ πρώτου σχήματος συλλογισμῷ· ἂν γὰρ τὸ Α κατὰ παντὸς τοῦ Β, τὸ Β κατὰ παντὸς τοῦ Γ, τὸ Α κατ’ οὐδενὸς τοῦ Δ, ⟨τὸ Γ κατ’ οὐδενὸς τοῦ Δ⟩ γίνεται ὁ μὲν ἐπιβαλλόμενος ἐν πρώτῳ σχήματι, οὗ συμπέρασμα τὸ Α ⟨κατὰ παντὸς τοῦ⟩ Γ, ὁ δὲ ἐπιβάλλων αὐτῷ ἐν δευτέρῳ σχήματι, ὁ ἔχων προτάσεις τὸ Α κατὰ παντὸς τοῦ Γ, ὃ παρεῖται ὂν συμπέρασμα τοῦ πρώτου, πρότασις δὲ τούτου, καὶ τὸ Α κατ’ οὐδενὸς τοῦ Δ, ἔχων συμπέρασμα τὸ Γ κατ’ οὐδενὸς τοῦ Δ. - δύναται δὲ καὶ ἀνάπαλιν ὁ ἐπιβαλλόμενος εἶναι ἐν δευτέρῳ σχήματι, ὁ δὲ ἐπιβάλλων ἐν τῷ πρώτῳ (sequitur exemplum). τῇ αὐτῇ μεθόδῳ καὶ ἐκ τοῦ τρίτου σχήματος ἔστι καὶ ἐπιβάλλοντα καὶ ἐπιβαλλόμενον λαβεῖν καὶ πρὸς τῶν ἐν πρώτῳ τινὰ σχήματι καὶ πρὸς τῶν ἐν δευτέρῳ· ἀλλὰ καὶ τοὺς ἐκ τῶν αὐτῶν σχημάτων πρὸς ἀλλήλους, τοὺς μὲν ἐν πρώτῳ πρὸς ἀλλήλους, τοὺς δὲ ἐν δευτέρῳ πρὸς ἀλλήλους, καὶ τοὺς ἐν τρίτῳ ὁμοίως· ἀλλὰ καὶ τρεῖς συλλογισμοὺς ἔστιν οὕτως λαβεῖν ἐκ τῶν τριῶν σχημάτων ἐπιβάλλοντάς τε καὶ ἐπιβαλλομένους κατὰ τὸ παραδεδομένον συνθετικὸν θεώρημα, ὃ οἱ μὲν περὶ Ἀριστοτέλη τῇ χρείᾳ παραμετρήσαντες παρέδοσαν ἐφ’ ὅσον αὕτη ἀπῄτει, οἱ δὲ ἀπὸ τῆς Στοᾶς παρ’ ἐκείνων λαβόντες καὶ διελόντες ἐποίησαν ἐξ αὐτοῦ τὸ καλούμενον παρ’ αὐτοῖς δεύτερον θέμα καὶ τρίτον καὶ τέταρτον, ἀμελήσαντες μὲν τοῦ χρησίμου, πᾶν δὲ τὸ ὁπωσοῦν δυνάμενον λέγεσθαι ἐν τῇ τοιαύτῃ θεωρίᾳ, κἂν ἄχρηστον ᾖ, ἐπεξελθόντες τε καὶ ζηλώσαντες.Alexander in Aristot. Analyt. pr. p. 263, 26. διαφέρειν δὲ δοκεῖ κατὰ τοὺς ἀρχαίους τὸ μεταλαμβανόμενον τοῦ προσλαμβανομένου· ἐφ’ ὧν μὲν γὰρ ἐν τοῖς εἰλημμένοις ἔγκειταί τε καὶ ἔστι τὸ λαμβανόμενον, οὐ μὴν οὕτως οὐδὲ τοιοῦτον οἷον λαμβάνεται, ἐπὶ τούτων τὸ λαμβανόμενον μεταλαμβανόμενόν ἐστιν· οὐ γὰρ ἔξωθεν προστίθεται, ἀλλὰ κείμενον ἄλλως μεταλαμβάνεται εἰς ἄλλο· ἐν γὰρ τῷ εἰ ἡμέρα ἐστί, φῶς ἐστι τὸ ἡμέρα ἐστίν, ὃ προσλαμβανόμενον οἱ νεώτεροι λέγουσιν, ἔγκειται μὲν, οὐ μὴν τοιοῦτον ὁποῖον λαμβάνεται· τίθεται μὲν γὰρ ἐν τῷ συνημμένῳ ἐν ὑποθέσει τε καὶ ἀκολουθίᾳ, λαμβάνεται δὲ ὡς ὑπάρχον. — — προσλαμβανόμενον δὲ λέγουσιν, ἐφ’ ὧν τοῖς κειμένοις ἔξωθέν τι προστίθεται etc. Cf. p. 262, 6. μεταλαμβανόμενον λέγων ἐκεῖνο, οὗ ἡ δεῖξις καὶ ὁ συλλογισμὸς γίνεται, ὅ ἐστι ποτὲ μὲν — — ποτὲ δὲ — — ποτὲ δὲ, ὃ οἱ νεώτεροι προσλαμβανόμενον λέγουσιν. p. 324, 16.
Alexander in Aristot. Analyt. pr. p. 164, 27 Wal. ὅθὲν δῆλον, ὅτι καὶ ταῦτα, περὶ ὧν αὐτὸς μὲν οὐκ εἴρηκε (scil. Aristoteles), λέγουσι δὲ οἱ νεώτεροι, ἀχρήστων ὄντων πρὸς ἀπόδειξιν, δι’ ἀχρηστίαν οὐ δι’ ἄγνοιαν παρέλιπεν, οἷοί εἰσιν οἱ διαφορούμενοι λόγοι ἢ ἀδιαφόρως περαίνοντες ἢ ἡ ἄπειρος ὕλη λεγομένη καὶ καθόλου τὸ θέμα τὸ δεύτερον καλούμενον παρὰ τοῖς νεωτέροις.
Alexander in Aristot. Analyt. pr. p. 21, 28 Wal. καθόλου γάρ, εἴ τι εἴη συναγόμενον μέν, οὐ μὴν ἐκ τῶν κειμένων, ἀλλ’ ἑτέρας προτάσεως προσλήψει, τὸ τοιοῦτον ἀναγκαῖον μὲν ῥηθήσεται, οὐ μὴν συλλογισμὸς ἤδη τοῦτο· ὁποῖοί εἰσι καὶ οἱ ἀμεθόδως περαίνοντες λόγοι παρὰ τοῖς Στωϊκοῖς, οἷον εἰ λέγοι τις τὸ πρῶτον τοῦ δευτέρου μεῖζον, τὸ δὲ δεύτερον τοῦ τρίτου, τὸ ἄρα πρῶτον τοῦ τρίτου μεῖζον. τοῦτο γὰρ ἀναγκαίως μὲν ἕπεται, οὐ μὴν καὶ συλλογιστικῶς, εἰ μὴ προσληφθείη τις ἔξωθεν πρότασις ἡ λέγουσα τὸ τοῦ μείζονος μεῖζον καὶ τοῦ ἐλάττονος ἐκείνου μεῖζόν ἐστιν. p. 22, 17 καὶ ὅλως τοιοῦτον τὸ εἶδός ἐστι τῶν λόγων, οὓς οἱ νεώτεροι λέγουσιν ἀμεθόδως περαίνοντας, οἷόν ἐστι καὶ τὸ ἡμέρα ἐστίν· ἀλλὰ καὶ σὺ λέγεις ὅτι ἡμέρα ἐστίν· ἀληθεύεις ἄρα. Cf. p. 68, 21. ὅσοι δὲ ἡγοῦνται ἐκ δύο ἐπὶ μέρους συλλογιστικῶς τι συνάγεσθαι, ὡς οἱ τοὺς παρὰ τοῖς Στωϊκοῖς λεγομένους ἀμεθόδως περαίνοντας παρεχόμενοι εἰς δεῖξιν τούτου καὶ ἄλλα τινὰ παραδείγματα ἀθροίζοντες - ἴστωσαν - πρὸς τῷ καὶ τὰ παραδείγματα, ἃ παρέχονται, μὴ τοῖς λαμβανομένοις καὶ τιθεμένοις ἔχειν ἐξ ἀνάγκης ἑπόμενον τὸ συμπέρασμα, μηδὲ τῷ ταῦτα εἶναι (Anal. pr. I 1 p. 24b 20) ἀλλὰ τῷ ἀληθῆ εἶναι ἐπ’ αὐτῶν τὴν καθόλου πρότασιν, παρ’ ἧς ἔχοντες τὸ συμπέρασμα, ἐν τῇ τῶν προτάσεων λήψει παραλιπόντες ἐκείνην, τὴν ἐλάττονα εἰς δύο διαιροῦσιν. πάντες γὰρ οὕτως συνάγουσιν τῶν λεγομένων ὑπ’ αὐτῶν ἀμεθόδως περαίνειν οἱ τὰς δύο προτάσεις ἐπὶ μέρους ἔχοντες· ῥᾴδιον δὲ ἐπὶ τῶν παραδειγμάτων, ὧν παρέχονται, τοῦτο δεικνύναι. καὶ τἆλλα δέ, ὅσα ἡμαρτημένως λαμβάνουσι βιαζόμενοι δεικνύναι συλλογιστικὴν τὴν τοιαύτην συζυγίαν, οὐ χαλεπὸν ἐλέγχειν. p. 344, 11. οὐ γὰρ εἰ ὁ συλλογισμὸς ἐξ ἀνάγκης δείκνυσί τι, ἤδη καὶ ἔνθα ἂν ᾖ ἐξ ἀνάγκης τι δεικνύμενον τῷ τοῖς κειμένοις ἕπεσθαι, τοῦτο συλλογισμός ἐστιν. p. 345, 13. τοιοῦτοί εἰσι καὶ οὓς λέγουσιν οἱ νεώτεροι ἀμεθόδως περαίνοντας. οὓς ὅτι μὲν μὴ λέγουσι συλλογιστικῶς συνάγειν, ὑγιῶς λέγουσι· πολλοὶ γὰρ αὐτῶν εἰσι τοιοῦτοι. ὅτι δὲ ἡγοῦνται ὁμοίους αὐτοὺς εἶναι τοῖς κατηγορικοῖς συλλογισμοῖς, περὶ ὧν ἡ παροῦσα πραγματεία, οὕτως λαμβανομένους, ὡς τιθέασιν αὐτούς, τοῦ παντὸς διαμαρτάνουσιν· εἰ γὰρ ἦσαν τούτοις ὅμοιοι, εἶχον ἂν καὶ τὸ εἶναι συλλογισμοί. Alexander in Aristot. Top. p. 10 Ald. p. 14, 20. τοιοῦτοι δέ εἰσι λόγοι καὶ οἱ ὑπὸ τῶν ἀπὸ τῆς Στοᾶς λεγόμενοι ἀμεθόδως περαίνοντες. Secuntur eaedem explicationes quas ex Analyticorum commento apposui.
Alexander in Aristot. Anal. pr. (p. 24b 18) p. 18, 12 Wal. πάνυ δὲ καλῶς τὸ δεῖν ἕτερον τῶν τεθέντων εἶναι τὸ συμπέρασμα προσέθηκεν (scil. Aristoteles). — — τὸ γὰρ χρειῶδες τοῦ συλλογισμοῦ οὐ παρέχεται τὸ εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· φῶς ἄρα ἐστί καὶ ὅλως οἱ λεγόμενοι ὑπὸ τῶν νεωτέρων ἀδιαφόρως περαίνοντες. τοιοῦτοι δὲ καὶ οἱ διφορούμενοι, οἷός ἐστιν εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν. p. 19, 3. ὁ γὰρ ἐξ ἀντιφάσεως διαιρετικὸς συλλογισμὸς οὐχ ὡς ταὐτὸν τῷ μεταλαμβανομένῳ ἤ, ὡς οἱ νεώτεροί φασι, προσλαμβανομένῳ τὸ συμπέρασμα ἐπιφέρει· ὁ γὰρ λέγων ἤτοι ἡμέρα ἐστίν ἢ οὐκ ἔστιν ἡμέρα εἶτα προσλαμβάνων τὸ ἕτερον τῶν ἐν τῷ διαιρετικῷ, ἢ τὸ ἀποφατικὸν τὸ ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα ἢ τὸ καταφατικὸν τὸ ἡμέρα ἐστί, ἔχει μὲν συναγόμενον ἢ τὸ οὐκ ἄρα ἡμέρα ἐστίν ἢ τὸ ἡμέρα ἄρα ἐστίν, ὃ δοκεῖ ταὐτὸν εἶναι τῷ προσειλημμένῳ, ἤτοι τῷ
ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα ἢ τῷ ἀλλὰ μὴν ἡμέρα ἐστίν· οὐ μὴν ὡς ταὐτὸν ὂν αὐτῷ ἐπιφέρεται, ἀλλ’ ὡς ἀντικείμενον τῷ ἑτέρῳ τῶν ἐν τῷ διαιρετικῷ. - ibid. 20. ὃ ἀναγκαῖον καὶ τοῖς ἀπὸ τῆς Στοᾶς λέγειν, εἴ γε ἐν τοῖς διαιρετικοῖς καὶ διαζευκτικοῖς συλλογισμοῖς φασι τῇ προσλήψει θατέρου τῶν ἐν τῷ διεζευγμένῳ τὸ ἀντικείμενον ἕπεσθαι τοῦ λοιποῦ τῆς συλλογιστικῆς συμπλοκῆς. p. 20, 10. ἀλλὰ μὴν οὐδὲ οἱ διφορούμενοι λόγοι λεγόμενοι ὑπ’ αὐτῶν συλλογιστικοί, οἷός ἐστιν ὁ εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν. οὔτε γὰρ τὴν χρείαν τὴν τοῦ συλλογισμοῦ παρέχεται, ἔτι τε, εἰ ἡ τοῦ ἑπομένου πρόσληψις ἐν τοῖς συνεχέσιν ἀσυλλόγιστος, ἐν δὲ τοῖς τοιούτοις συνεχέσι ταὐτὸν τὸ ἡγούμενον τῷ ἑπομένῳ, ἡ πρόσληψις οὐ πᾶλλον τοῦ ἡγουμένου ἢ τοῦ ἑπομένου γίνεται etc. Cf. Ammonius in Aristot. Anal. pr. p. 27, 35, 32, 13 Wal.[Apuleius] περὶ ἑρμηνείας 272 (p. 9, 12 Goldb.) supervacanei sunt moduli Stoicorum non idem differenter peragentes: aut dies est aut nox; atqui dies est; ⟨igitur dies est⟩. item idem geminantes: si dies est, dies est; ⟨atqui dies est⟩; dies igitur est.
Alexander in Aristot. Top. p. 8 Ald. p. 10, 5. οὐδὲ συλλογισμὸς οὖν ἔτι εἰη ἂν ὁ μὴ τὴν χρείαν σῴζων τὴν τοῦ συλλογισμοῦ. τοιοῦτος δὲ ὁ συλλογισμὸς ἐν ᾧ τὸ αὐτὸ τὸ συμπέρασμά τινι τῶν κειμένων· οἷοί εἰσι κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς οἱ διφορούμενοί τε καὶ οἱ ἀδιαφόρως περαίνειν ὑπ’ αὐτῶν λεγόμενοι· διφορούμενοι μὲν γάρ εἰσι κατ’ αὐτοὺς οἱ τοιοῦτοι εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν. ἀδιαφόρως δὲ περαίνοντες ἐν οἷς τὸ συμπέρασμα ταὐτόν ἐστιν ἑνὶ τῶν λημμάτων, ὡς ἐπὶ τῶν τοιούτων ἤτοι ἡμέρα ἐστίν ἢ νύξ ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν.
Alexander in Aristot. Analyt. pr. p. 84, 5 Wal. (εἰ τὸ Μ τῷ μὲν Ν παντὶ ὑπάρχει, τῷ δὲ Ξ μὴ παντί) συναχθήσεται τὸ Ν οὐ παντὶ τῷ Ξ. τοιοῦτός ἐστιν ὁ ὑποσυλλογιστικὸς ὑπὸ τῶν νεωτέρων λεγόμενος ὁ λαμβάνων μὲν τὸ ἰσοδυναμοῦν τῇ προτάσει τῇ συλλογιστικῇ, ταὐτὸν δὲ καὶ ἐκ ταύτης συνάγων· τῷ γὰρ τινὶ μὴ ὑπάρχειν τὸ μὴ παντὶ ὑπάρχειν ἰσοδυναμοῦν μετείληπται. ἀλλ’ ἐκεῖνοι μὲν οὖν λέγουσι τοὺς τοιούτους συλλογισμούς, εἰς τὴν φωνὴν καὶ τὴν λέξιν βλέποντες· ἀλλ’ Ἀριστοτέλης πρὸς τὰ σημαινόμενα ὁρῶν, ἐφ’ ὧν ὁμοίως σημαίνεται, οὐ πρὸς τὰς φωνάς, τὸν αὐτόν φησι συνάγεσθαι συλλογισμὸν καὶ ἐν τῇ τοιαύτῃ τῆς λέξεως ἐν τῷ συμπεράσματι μεταλήψει, ἂν ᾗ συλλογιστικὴ ὅλως συμπλοκή.
Alexander in Aristot. Anal. pr. p. 20, 2 Wal. ἐν γοῦν τοῖς μὴ ἐξ ἀντικειμένων διαιρετικοῖς, ὡς ἐν τοῖς ἐξ ἐναντίων, οὐδετέρῳ τῶν κειμένων ταὐτὸν τὸ συμπέρασμα οὐδὲ τῇ λέξει, ὅτι μὴ συμπίπτει ἐπὶ τούτων τὸ ἀντικείμενον τῷ ἑτέρῳ τῷ λοιπῷ ταὐτὸν εἶναι· ἐν γὰρ τῷ ἤτοι ἡμέρα ἐστίν ἢ νύξ ἐστιν, ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα, νὺξ ἄρα ἐστίν - τὸ νύξ ἐστιν οὐδετέρῳ ταὐτὸν τῶν εἰλημμένων, οὔτε τῷ τροπικῷ ὑπ’ αὐτῶν (scil. a Stoicis) λεγομένῳ (ἦν γὰρ ἐκεῖνο ἤτοι ἡμέρα ἐστίν ἢ νύξ ἐστιν τὸ ὅλον
τοῦτο) οὕτε τῇ προσλήψει· ἡ γὰρ πρόσληψίς ἐστιν ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα· ὧν ἀμφοτέρων ἕτερόν ἐστι τὸ νύξ ἐστιν.Sextus adv. math. VIII 310. τούτων δὴ οὕτως ἐχόντων ἡ ἀπόδειξις πρὸ παντὸς ὀφείλει λόγος εἶναι, δεύτερον συνακτικός, τρίτον καὶ ἀληθής, τέταρτον καὶ ἄδηλον ἔχων συμπέρασμα, πέμπτον καὶ ἐκκαλυπτόμενον τοῦτο ἐκ τῆς δυνάμεως τῶν λημμάτων. (hoc exemplis illustratur § 311-313) 314. συνδραμόντων οὖν πάντων τούτων, τοῦ τε συνακτικὸν εἶναι τὸν λόγον καὶ ἀληθῆ καὶ ἀδήλου παραστατικόν, ὑφίσταται ἡ ἀπόδειξις· ἔνθεν καὶ οὕτως αὐτὴν ὑπογράφουσιν ἀπόδειξίς ἐστι λόγος δι’ ὁμολογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον.
Sextus adv. math. VIII 367. ἀλλ’ οὐ δεῖ, φασί, πάντων ἀπόδειξιν αἰτεῖν, τινὰ δὲ καὶ ἐξ ὑποθέσεως λαμβάνειν, ἐπεὶ οὐ δυνήσεται προβαίνειν ἡμῖν ὁ λόγος, ἐὰν μὴ δοθῇ τι πιστὸν ἐξ αὑτοῦ τυγχάνειν. 369. οὐχ ἡ ἀπόδειξις μόνον ἐξ ὑποθέσεως προκόπτειν ἀξιοῦται τοῖς δογματικοῖς, ἀλλὰ καὶ ὅλη σχεδὸν φιλοσοφία. 375. νὴ Δία, ἀλλ’ εἰώθασιν ὑποτυγχάνοντες λέγειν ὅτι πίστις ἐστὶ τοῦ ἐῤῥῶσθαι τὴν ὑπόθεσιν τὸ ἀληθὲς εὑρίσκεσθαι ἐκεῖνο τὸ τοῖς ἐξ ὑποθέσεως ληφθεῖσιν ἐπιφερόμενον· εἰ γὰρ τὸ τούτοις ἀκολουθοῦν ἐστὶν ὑγιές, κἀκεῖνα οἷς ἀκολουθεῖ ἀληθῆ καὶ ἀναμφίλεκτα καθέστηκεν.
Sextus adv. math. VIII 463. οἰονται γὰρ οἱ δογματικοὶ τῶν φιλοσόφων λόγον τὸν ἀξιοῦντα μὴ εἶναι ἀπόδειξιν αὐτὸν ὑφ’ αὑτοῦ περιτρέπεσθαι, καὶ δι’ ὧν ἀναιρεῖ ταύτην, διὰ τούτων αὐτὴν ὁρίζειν. ὅθεν καὶ ἀντικαθιστάμενοι τοῖς σκεπτικοῖς φασίν· ὁ λέγων μηδὲν εἶναι ἀπόδειξιν ἤτοι ψιλῇ καὶ ἀναποδείκτῳ χρώμενος φάσει λέγει μηθὲν ὑπάρχειν ἀπόδειξιν, ἢ λόγῳ τὸ τοιοῦτον ἀποδεικνύς· καὶ εἰ μὲν ψιλῇ φάσει προσχρώμενος, οὐθεὶς αὐτῷ πιστεύσει τῶν τὴν ἀπόδειξιν παραδεχομένων, ψιλῇ φάσει χρωμένῳ, ἀλλὰ διὰ τῆς ἀντικειμένης ἐπισχεθήσεται φάσεως, εἰπόντος τινὸς εἶναι ἀπόδειξιν· εἰ δὲ ἀποδεικνὺς τὸ μὴ εἶναι ἀπόδειξιν (τοῦτο γάρ φασιν), αὐτόθεν ὡμολόγησε τὸ εἶναι ἀπόδειξιν· ὁ γὰρ δεικνὺς λόγος τὸ μὴ εἶναι ἀπόδειξιν ἔστιν ἀπόδειξις τοῦ εἶναι ἀπόδειξιν· καὶ καθόλου ὁ κατὰ τῆς ἀποδείξεως λόγος ἤτοι ἀπόδειξίς ἐστιν, ἢ οὐκ ἔστιν ἀπόδειξις· καὶ εἰ μὲν οὐκ ἔστιν ἀπόδειξις, ἄπιστός ἐστιν, εἰ δὲ ἔστιν ἀπόδειξις, ἀπόδειξις ἔστιν. ἔνιοι δὲ καὶ οὕτω συνερωτῶσιν· εἰ ἔστιν ἀπόδειξις, ἀπόδειξις ἔστιν· εἰ μὴ ἔστιν ἀπόδειξις, ἀπόδειξις ἔστιν· ἤτοι δὲ ἔστιν ἢ οὐκ ἔστιν ἀπόδειξις· ἀπόδειξις ἄρα ἔστιν. (hanc argumentationem sanam esse pluribus probatur § 466-469).
Galenus in Hippocr. prognost. I. Vol. XVIII B p. 26 K. ἀναλογισμὸς δ’ ἐστὶ λόγος ἐκ τοῦ φαινομένου ὁρμώμενος καὶ τοῦ ἀδήλου κατάληψιν ποιούμενος· ἐπιλογισμὸς δὲ ὁ κοινὸς καὶ σνμφωνόμενος παρὰ πάντων λόγος.