Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Galenus de libris propriis 11. Vol. XIX p. 43 K. ἔτι δὲ παῖς ὤν, ἡνίκα πρῶτον ὁ πατήρ με τῷ τὴν λογικὴν θεωρίαν Χρυσίππου καὶ τῶν ἐνδόξων Στωϊκῶν διδάξοντι παρέδωκεν, ἐποιησάμην ἐμαυτῷ τῶν Χρυσίππου συλλογιστικῶν βιβλίων ὑπομνήματα.

Galenus de libris propriis 16. Vol. XIX p. 47 K. de Stoicorum logica doctrina se scripsisse testatur haec: περὶ τῆς κατὰ Χρύσιππον λογικῆς θεωρίας γʹ. τῆς Χρυσίππου συλλογιστικῆς πρώτης ὑπομνήματα γʹ. δευτέρας ἕν. περὶ τῆς λογικῆς δυνάμεως καὶ θεωρίας ζʹ. περὶ τῆς χρείας τῶν εἰς τοὺς συλλογισμοὺς θεωρημάτων ἔν. —  — περὶ τῆς χρείας τῶν εἰς τοὺς συλλογισμοὺς θεωρημάτων βʹ.

Lucianus lcaromen. 24 (Iupiter loquitur:) τοιγαροῦν ψυχροτρους ἄν μου τοὺς βωμοὺς ἴδοις τῶν Πλάτωνος Νόμων ἢ τῶν Χρυσίππου συλλογισμῶν.

Galenus de Hippocr. et Plat. plac. II. 3 (91) p. 178 Mü. καὶ ταύτῃ διήνεγκεν ἐπιστημονικὸν δείξεως λῆμμα ῥητορικοῦ τε καὶ γυμναστικοῦ καὶ σοφιστικοῦ, ὑπὲρ ὧν οὐδ’ αὐτῶν οὐδεμίαν ἐδίδαξαν ἡμᾶς οὔτε μέθοδον οὔτε γυμνασίαν οἵγε περὶ τὸν Ζήνωνα καὶ τὸν Χρύσιππον. ὅθεν ἀναμέμικται φύρδην ἐν τοῖς βιβλίοις αὐτῶν ἐφεξῆς ἅπαντα τὰ λήμματα. καὶ πολλάκις ἡγεῖται μέν, εἰ οὕτως ἔχει, ῥητορικὸν ἐπιχείρημα, τούτῳ δ’ ἕπεται γυμναστικόν τε καὶ

διαλεκτικόν, εἶθ’ ἑξῆς ἐπιστημονικόν, εἶθ’ οὕτως εἰ ἔτυχε σοφιστικόν, οὐκ εἰδότων, ὡς τὰ μὲν ἐπιστημονικὰ λήμματα πρὸς τὴν οὐσίαν ἀναφέρεται τοῦ ζητουμένου etc.

Diogenes Laërt. VII 45. εἶναι δὲ τὸν λόγον αὐτὸν σύστημα ἐκ λημμάτων καὶ ἐπιφορᾶς· τὸν δὲ συλλογισμὸν λόγον συλλογιστικὸν ἐκ τούτων· τὴν δὲ ἀπόδειξιν λόγον διὰ τῶν μᾶλλον καταλαμβανομένων τὸ ἧττον καταλαμβανόμενον περαίνοντα.

[Ammonius] in Aristot. Analyt. pr. (Comm. graec. IV 6) p. 68, 4 Wal. τίνα τὰ ὀνόματα οἷς οἱ Στωϊκοὶ κέχρηνται; οὖτοι τοίνυν τὰ πράγματα τυγχάνοντα καλοῦσι· τέλος γὰρ τὸ τυχεῖν τούτων· τὰ νοήματα ἐκφορικά. ταῦτα γὰρ ἐκφέρομεν διὰ τῶν φωνῶν, τὰς φωνὰς λεκτά. τὸ συνημμένον ἢ διεζευγμένον τροπικὸν διὰ τὸ τρόπον ποιεῖσθαι ἀπ’ ἄλλης προτάσεως εἰς ἄλλην· τὸ ἡγούμενον ὁμοίως ἡμῖν ἡγούμενον, τὸ ἑπόμενον λῆγον, τὴν πρόσληψιν ὁμοίως ἡμῖν πρόσληψιν. —  — ὃ δ’ ἡμεῖς λέγομεν συμπέρασμα, ἐκεῖνοι ἐπιφορὰν καλοῦσι. τοὺς δ’ ὑποθετικοὺς συλλογισμοὺς ἀναποδείκτους καλοῦσι καὶ θέματα.

Ammonius in Aristot. Analyt. pr. p. 26, 36. οἱ δὲ Στωϊκοὶ ἀξιώματα αὐτὰς (scil. τὰς προτάσεις) ἐκάλουν καὶ λήμματα παρὰ τὸ λαμβάνειν καὶ ἀξιοῦν αὐτὰς ἀληθεῖς εἶναι, ὡς τὰ παρὰ τοῖς γεωμέτραις ἀξιώματα.

Diocles Magnes apud Diog. Laërt. VII 77. τῶν δὲ λόγων οἱ μέν εἰσιν ἀπέραντοι, οἱ δὲ περαντικοί· ἀπέραντοι μὲν ὧν τὸ ἀντικείμενον τῆς ἐπιφορᾶς οὐ μάχεται τῇ διὰ τῶν λημμάτων συμπλοκῇ, οἷον οἱ τοιοῦτοι εἰ ἡμέρα ἐστί, φῶς ἐστι· ἡμέρα δέ ἐστι· περιπατεῖ ἄρα Δίων. τῶν δὲ περαντικῶν λόγων οἱ μὲν ὁμωνύμως τῷ γένει λέγονται περαντικοί, οἱ δὲ συλλογιστικοί. συλλογιστικοὶ μὲν οὖν εἰσιν οἱ ἤτοι ἀναπόδεικτοι ὄντες ἢ ἀναγόμενοι ἐπὶ τοὺς ἀναποδείκτους κατά τι τῶν θεμάτων ἢ τινά, οἷον οἱ τοιοῦτοι εἰ περιπατεῖ Δίων, ⟨κινεῖται Δίων· ἀλλὰ μὴν περιπατεῖ Δίων·⟩ κινεῖται ἄρα Δίων. περαντικοὶ δέ εἰσιν εἰδικῶς οἱ συνάγοντες μὴ συλλογιστικῶς, οἷον οἱ τοιοῦτοι ψεῦδός ἐστι τὸ ἡμέρα ἐστὶ καὶ νύξ ἐστι· ἡμέρα δέ ἐστιν· οὐκ ἄρα νύξ ἐστιν. ἀσυλλόγιστοι δ’ εἰσὶν οἱ παρακείμενοι μὲν πιθανῶς τοῖς συλλογιστικοῖς, οὐ συνάγοντες δέ, οἷον εἰ ἵππος ἐστὶ Δίων, ζῷόν ἐστι Δίων ⟨ἀλλὰ μὴν ἵππος οὐκ ἔστι Δίων⟩· οὐκ ἄρα ζῷόν ἐστι Δίων. ἔτι τῶν λόγων οἱ μὲν ἀληθεῖς εἰσιν, οἱ δὲ ψευδεῖς. ἀληθεῖς μὲν οὖν εἰσι λόγοι οἱ δι’ ἀληθῶν συνάγοντες, οἷον εἰ ἡ ἀρετὴ ὠφελεῖ, ἡ κακία βλάπτει· ⟨ἀλλὰ μὴν ὠφελεῖ ἡ ἀρετή· ἡ κακία ἄρα βλάπτει⟩. ψευδεῖς δέ εἰσιν οἱ

τῶν λημμάτων ἔχοντές τι ψεῦδος ἢ ἀπέραντοι ὄντες, οἶον εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἡμέρα δέ ἐστι· ζῇ ἄρα Δίων. καὶ δυνατοὶ δ’ εἰσὶ λόγοι καὶ ἀδύνατοι καὶ ἀναγκαῖοι καὶ οὐκ ἀναγκαῖοι.

Sextus adv. math. VIII 411. οἴονται τοίνυν (scil. Stoici) τρεῖς τινας ἀλλήλοις συζυγεῖν λόγους, τόν τε συνακτικὸν καὶ τὸν ἀληθῆ καὶ τὸν ἀποδεικτικόν· ὧν τὸν μὲν ἀποδεικτικὸν πάντως ἀληθῆ τε καὶ συνακτικόν, τὸν δὲ ἀληθῆ πάντως συνακτικὸν μὲν ὑπάρχειν, οὐκ ἐξ ἀνάγκης δὲ καὶ ἀποδεικτικόν, τὸν δὲ συνακτικὸν οὔτε πάντως ἀληθῆ οὔτε πάντως ἀποδεικτικόν. - καὶ ὁ μὲν τοιοῦτος ἡμέρας οὔσης εἰ νύξ ἐστι, σκότος ἐστίν· ἀλλὰ μὴν νύξ ἐστιν· σκότος ἄρα ἐστὶν συνάγει μὲν διὰ τὸ ἐν ὑγιεῖ ἠρωτῆσθαι σχήματι, οὐκ ἔστι δὲ ἀληθής, τὸ δεύτερον λῆμμα ἔχων ψεῦδος, τὴν πρόσληψιν, τὸ ἀλλὰ μὴν νύξ ἐστιν. ὁ δὲ οὕτως ἔχων ἡμέρας οὔσης εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· φῶς ἄρα ἐστίν συνακτικὸς ἄμα ἦν καὶ ἀληθὴς τῷ καὶ ἐν ὑγιεῖ ἠρωτῆσθαι σχήματι καὶ δι’ ἀληθῶν ἀληθὲς συνάγειν. Κρίνεσθαι δέ φασι τὸν συνακτικὸν λόγον ὅτι συνακτικός ἐστιν, ὅταν τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ἕπηται τὸ συμπέρασμα· οἷον τὸν τοιοῦτον λόγον ἡμέρας οὔσης εἰ νύξ ἐστι, σκότος ἐστίν· ἀλλὰ μὴν νύξ ἐστιν· σκότος ἄρα ἐστίν καίπερ μὴ ὄντα ἀληθῆ διὰ τὸ ἐπὶ ψεῦδος ἄγειν, συνακτικὸν εἶναι φαμέν· συμπλέξαντες γὰρ οὕτω τὰ λήμματα νύξ ἐστι καὶ εἰ νύξ ἐστι, σκότος ἐστί, ποιοῦμεν συνημμένον [συλλογισμόν], ἀρχόμενον μὲν ἀπὸ τῆς τοιαύτης συμπλοκῆς, λῆγον δὲ εἰς τὸ συμπέρασμα, τοιοῦτον ⟨εἰ⟩ νύξ ἐστι καὶ εἰ νύξ ἐστι, σκότος ἐστί, ⟨σκότος ἐστίν⟩. τοῦτο γὰρ τὸ συνημμένον ἀληθές ἐστι, διὰ τό μηδέποτε ἀρχόμενον ἀπὸ τοῦ ἀληθοῦς λήγειν ἐπὶ ψεῦδος· ἡμέρας μὲν γὰρ οὔσης ἄρχεται ἀπὸ ψεύδους —  — καὶ λήξει ἐπὶ ψεῦδος - καὶ οὕτως ἔσται ἀληθές· νυκτὸς δὲ ἄρξεταί τε ἀπ’ ἀληθοῦς καὶ λήξει ἐπ’ ἀληθές, καὶ ἔσται παρ’ αὐτὸ τοῦτο ἀληθές. οὐκοῦν ὁ μὲν συνακτικὸς τότε ἐστιν ὑγιής, ὅταν συμπλεξάντων ἡμῶν τὰ λήμματα καὶ συνημμένον ποιησάντων τὸ ἀρχόμενον μὲν ἀπὸ τῆς διὰ τῶν λημμάτων συμπλοκῆς, λῆγον δ’ εἰς τὸ συμπέρασμα, εὑρίσκηται τοῦτο αὐτὸ συνημμένον ἀληθές. - ὁ δ' ἀληθὴς λόγος κρίνεται ὅτι ἔστιν ἀληθὴς οὐκ ἐκ τοῦ μόνον τὸ συνημμένον τὸ ἀρχόμενον ἀπὸ τῆς διὰ τῶν λημμάτων συμπλοκῆς καὶ λῆγον εἰς τὸ συμπέρασμα εἶναι ἀληθές, ἀλλὰ καὶ ἐκ τοῦ τὸ διὰ τῶν λημμάτων συμπεπλεγμένον ὑπάρχειν ὑγιές· ὡς ἂν τὸ ἕτερον τούτων εὑρίσκηται ψεῦδος, καὶ τὸν λόγον ἐξ ἀνάγκης γίνεσθαι ψευδῆ. —  — ὥστε γίνεται ἀληθὴς ὁ λόγος οὔτε ὅταν τὸ συμπεπλεγμένον μόνον ᾖ ἀληθὲς οὔτε ὅταν τὸ συνημμένον, ἀλλ’ ὅταν ἀμφότερα ἀληθῆ. - ὁ δὲ ἀποδεικτικὸς τοῦ ἀληθοῦς διαφέρει, ὅτι ὁ μὲν ἀληθὴς δύναται ἐναργῆ ἔχειν πάντα, φημὶ δὲ τά τε λήμματα καὶ τὴν ἐπιφοράν, ὁ δὲ ἀποδεικτικὸς πλέον τι ἔχειν βούλεται, λέγω δὲ τὸ τὴν ἐπιφορὰν ἄδηλον οὖσαν ἐκκαλύπτεσθαι ὑπὸ τῶν λημμάτων. ὅθεν ὁ μὲν τοιοῦτος —  — ἐναργῆ ἔχων τὰ λήμματα καὶ τὴν ἐπιφορὰν ἀληθής ἐστι καὶ οὐκ ἀποδεικτικός· ὁ δὲ τοιοῦτος εἰ γάλα ἔχει ἐν μαστοῖς ἥδε, κεκύηκεν ἥδε· ἀλλὰ μὴν γάλα ἔχει ἐν μαστοῖς ἥδε· κεκύηκεν ἄρα ἥδε σὺν τῷ ἀληθὴς εἶναι ἔτι καὶ ἀποδεικτικός ἐστιν· ἄδηλον γὰρ ἔχων τὸ συμπέρασμα - τοῦτο διὰ τῶν λημμάτων ἐκκαλύπτει.

[Apuleius] περὶ ἑρμηνείας 277 (p. 15, 11 Goldb.). Est et altera probatio communis omnium etiam indemonstrabilium, quae dicitur impossibile appellaturque a Stoicis prima constitutio vel primum expositum. quod sic definiunt: Si ex duobus tertium quid colligitur, alterum eorum cum contrario illationis colligit contrarium reliqui. —  — quae res inventa est adversus eos, qui concessis acceptionibus id, quod ex illis colligitur, impudenter recusant. —  — nec frustra constituerunt dialectici eum modum verum esse, cuius adversum illationis cum alterutra acceptione tollit reliquam. At Stoici quiden tantum negatis particula praeposita putant illationem recusari etc.

Sextus adv. math. VIII 429. περὶ μὲν οὖν τῶν περαινόντων πολλῆς καὶ ἀκριβοῦς οὔσης ζητήσεως οὐκ ἀνάγκη νῦν διεξελθεῖν, περὶ δὲ τῶν ἀπεράντων λόγων ἐπὶ ποσὸν ὑποδεικτέον. τοίνυν φασὶ τετραχῶς γίγνεσθαι τὸν ἀπέραντον λόγον, ἤτοι κατὰ διάρτησιν ἢ κατὰ παρολκήν, ἢ κατὰ τὸ ἐν μοχθηρῷ ἠρωτῆσθαι σχήματι ἢ κατὰ ἔλλειψιν. - ἀλλὰ κατὰ διάρτησιν μὲν ὅταν μηδεμίαν ἔχῃ κοινωνίαν καὶ συνάρτησιν τὰ λήμματα πρὸς ἄλληλά τε καὶ πρὸς τὴν ἐπιφοράν, οἷον ἐπὶ τοῦ τοιούτου λόγου εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν πυροὶ ἐν ἀγορᾷ πωλοῦνται· φῶς ἄρα ἐστίν. —  — κατὰ δὲ παρολκὴν ἀπέραντος γίνεται ὁ λόγος ὅταν ἔξωθέν τι καὶ περισσῶς παραλαμβάνηται τοῖς λήμμασι, καθάπερ ἐπὶ τοῦ οὕτως ἔχοντος εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἀλλὰ καὶ ἡ ἀρετὴ ὠφελεῖ· φῶς ἄρα ἐστίν. —  — διὰ δὲ τὸ ἐν μοχθηρῷ ἠρωτῆσθαι σχήματι ἀπέραντος γίνεται λόγος ὅταν ἔν τινι τῶν παρὰ τὰ ὑγιῆ σχήματα θεωρουμένων ἐρωτηθῇ σχήματι· οἷον ὄντος ὑγιοῦς σχήματος τοῦ τοιούτου εἰ τὸ πρῶτον, τὸ δεύτερον· τὸ δέ γε πρῶτον, τὸ ἄρα δεύτερον, ὄντος δὲ καὶ τοῦ εἰ τὸ πρῶτον τὸ δεύτερον· οὐχὶ δέ γε τὸ πρῶτον, οὐκ ἄρα τὸ δεύτερον, φαμὲν τὸν ἐν τοιούτῳ σχήματι ἐρωτηθέντα εἰ τὸ πρῶτον τὸ δεύτερον· οὐχὶ δέ γε τὸ πρῶτον· οὐκ ἄρα τὸ δεύτερον ἀπέραντον εἶναι, οὐχ ὅτι ἀδύνατόν ἐστιν ἐν τῷ τοιούτῳ σχήματι λόγον συνερωτᾶσθαι δι’ ἀληθῶν ἀληθὲς συνάγοντα (δύναται γάρ, οἷον ὁ τοιοῦτος εἰ τὰ τρία τέσσαρά ἐστιν, τὰ ἓξ ὀκτώ ἐστιν· οὐχὶ δέ γε τὰ τρία τέσσαρά ἐστιν· οὐκ ἄρα τὰ ἓξ ὀκτώ ἐστιν), τῷ δὲ δύνασθαί τινας λόγους ἐν αὐτῷ τάττεσθαι μοχθηρούς, καθάπερ καὶ τὸν τοιοῦτον· εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν οὔκ ἐστιν ἡμέρα οὐκ ἄρα ἐστὶ φῶς. - κατ’ ἔλλειψιν δὲ ἀπέραντος ἐγίνετο ὁ λόγος, ὅταν ἐλλείπῃ τι τῶν συνακτικῶν λημμάτων. οἷον ἤτοι κακόν ἐστιν ὁ πλοῦτος ἢ ἀγαθόν ἐστιν ὁ πλοῦτος· οὐχὶ δέ γε κακόν ἐστιν ὁ πλοῦτος· ἀγαθὸν ἄρα ἐστὶν ὁ πλοῦτος. ἐλλείπει γὰρ ἐν τῷ διεζευγμένῳ τὸ ἀδιάφορον εἶναι τὸν πλοῦτον, ὥστε τὴν ὑγιῆ συνερώτησιν τοιαύτην μᾶλλον ὑπάρχειν ἤτοι ἀγαθόν ἐστιν ὁ πλοῦτος ἢ κακόν ἐστιν ἢ ἀδιάφορον· οὔτε ⟨δέ γʼ⟩ ἀγαθόν ἐστιν ὁ πλοῦτος οὔτε κακόν· ἀδιάφορον ἄρα ἐστί.

Diocles Magnes apud Diog. Laërt. VII 79. εἰσὶ δὲ καὶ ἀναπόδεικτοί τινες, τῷ μὴ χρήζειν ἀποδείξεως, ἄλλοι μὲν παρ’ ἄλλοις, παρὰ δὲ τῷ Χρυσίππῳ πέντε, δι’ ὧν πᾶς λόγος πλέκεται,

οἵτινες λαμβάνονται ἐπὶ τῶν περαντικῶν καὶ ἐπὶ τῶν συλλογιστικῶν καὶ ἐπὶ τῶν τροπικῶν. πρῶτος δέ ἐστιν ἀναπόδεικτος, ἐν ᾧ πᾶς λόγος συντάσσεται ἐκ συνημμένου καὶ τοῦ ἡγουμένου, ἀφ’ οὔ ἄρχεται τὸ συνημμένον, καὶ τὸ λῆγον ἐπιφέρει, οἷον εἰ τὸ πρῶτον, τὸ δεύτερον· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. δεύτερος δ’ ἐστὶν ἀναπόδεικτος ὁ διὰ συνημμένου καὶ τοῦ ἀντικειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον τοῦ ἡγουμένου ἔχων συμπέρασμα, οἷον εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν νύξ ἐστιν· οὐκ ἄρα ἡμέρα ἐστίν. ἡ γὰρ πρόσληψις γίνεται ἐκ τοῦ ἀντικειμένου τῷ λήγοντι καὶ ἡ ἐπιφορὰ ἐκ τοῦ ἀντικειμένου τῷ ἡγουμένῳ. τρίτος δ’ ἐστὶν ἀναπόδεικτος ὁ δι’ ἀποφατικοῦ συμπλοκῆς καὶ ἑνὸς τῶν ἐν τῇ συμπλοκῇ ἐπιφέρων τὸ ἀντικείμενον τοῦ λοιποῦ, οἷον οὐχὶ τέθνηκε Πλάτων καὶ ζῇ Πλάτων· ἀλλὰ μὴν τέθνηκε Πλάτων· οὐκ ἄρα ζῇ Πλάτων. τέταρτος δέ ἐστιν ἀναπόδεικτος ὁ διὰ διεζευγμένου καὶ ἑνὸς τῶν ἐν τῷ διεζευγμένῳ τὸ ἀντικείμενον τοῦ λοιποῦ ἔχων συμπέρασμα, οἷον ἤτοι τὸ πρῶτον ἢ τὸ δεύτερον· ἀλλὰ μὴν τὸ πρῶτον· οὐκ ἄρα τὸ δεύτερον. πέμπτος δέ ἐστιν ἀναπόδεικτος, ἐν ᾧ πᾶς λόγος συντάσσεται ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν ἐν τῷ διεζευγμένῳ ἀντικειμένου καὶ ἐπιφέρει τὸ λοιπόν, οἷον ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν· οὐχὶ δὲ νύξ ἐστιν· ἡμέρα ἄρα ἐστίν.

Sextus adv. math. VIII 223. εὐθέως γάρ, ἵνα μικρὸν ἄνωθεν προλάβωμεν, ἀναπόδεικτοι λέγονται διχῶς, οἵ τε μὴ ἀποδεδειγμένοι καὶ οἱ μὴ χρείαν ἔχοντες ἀποδείξεως τῷ αὐτόθεν εἶναι περιφανὲς ἐπ’ αὐτῶν τὸ ὅτι συνάγουσιν. ἐπεδείξαμεν δὲ πολλάκις ὡς κατὰ τὸ δεύτερον σημαινόμενον ταύτης ἠξίωνται τῆς προσηγορίας οἱ κατ’ ἀρχὴν τῆς πρώτης περὶ συλλογισμῶν εἰσαγωγῆς παρὰ τῷ Χρυσίππῳ τεταγμένοι. νυνὶ δὲ ἐφ’ ὁμολόγῳ τούτῳ γνωστέον ὅτι πρῶτος μέν ἐστιν ἀναπόδεικτος ὁ ἐκ συνημμένου καὶ τοῦ ἡγουμένου, τὸ λῆγον ἐν ἐκείνῳ τῷ συνημμένῳ ἔχων συμπέρασμα. τουτέστιν ὅταν λόγος δύο ἔχῃ λήμματα, ὧν τὸ μὲν ἕτερόν ἐστι συνημμένον τὸ δὲ ἕτερον ἡγούμενον ἐν τῷ συνημμένῳ, ἔχῃ δὲ καὶ ἐπιφορὰν τὸ λῆγον ἐν τῷ αὐτῷ συνημμένῳ, τότε ὁ τοιοῦτος λόγος πρῶτος ἀναπόδεικτος καλεῖται, οἷον ὁ οὕτως ἔχων εἰ ἡμέρα ἔστι, φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν. οὗτος γὰρ τὸ μὲν ἕτερον τῶν λημμάτων ἔχει συνημμένον, τὸ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν, τὸ δὲ λοιπὸν τὸ ἡγούμενον ἐν τῷ συνημμένῳ ἀλλὰ μὴν ἡμέρα ἔστιν, τὸ ⟨δὲ⟩ φῶς ἄρα ἔστιν τρίτον τὴν ἐπιφορὰν τὸ λῆγον τοῦ

συνημμένου. - δεύτερος δ’ ἐστὶν ἀναπόδεικτος ὁ ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου τῷ λήγοντι ἐν ἐκείνῳ τῷ συνημμένῳ, τὸ ἀντικείμενον τῷ ἡγουμένῳ ἔχων συμπέρασμα. τουτέστιν ὅταν λόγος πάλιν ἐκ δυοῖν συνεστὼς λημμάτων, ὧν τὸ μὲν ἕτερόν ἐστι συνημμένον, τὸ δὲ ἕτερον ἀντικείμενον τῷ λήγοντι ἐν τῷ συνημμένῳ, ἔχῃ δὲ καὶ ἐπιφορὰν τὸ ἀντικείμενον τῷ ἡγουμένῳ, τότε ὁ τοιοῦτος γίνεται δεύτερος ἀναπόδεικτος, ὡς τὸ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· οὐχὶ δέ γε φῶς ἔστιν· οὐκ ἄρα ἔστιν ἡμέρα. τό τε γὰρ εἰ ἔστιν· ἡμέρα, φῶς ἔστιν τὸ ἕτερον λῆμμα τοῦ λόγου συνημμένον έστί, τό τε οὐχὶ δέ γε φῶς ἔστιν λοιπὸν λῆμμα τοῦ λόγου καθεστώς, ἀντικείμενόν ἐστι τῷ λήγοντι ἐν τῷ συνημμένῳ· ἥ τε ἐπιφορὰ ἡ οὐκ ἄρα ἡμέρα ἔστιν τὸ ἀντικείμενον ἦν τοῦ ἡγουμένου. - τρίτος δέ ἐστι λόγος ἀναπόδεικτος ὁ ἐξ ἀποφατικοῦ συμπλοκῆς καὶ ἑνὸς τῶν ἐν τῇ συμπλοκῇ, τὸ ἀντικείμενον τοῦ λοιποῦ τῶν ἐν τῇ συμπλοκῇ ἔχων συμπέρασμα, οἷον οὐχὶ καὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· ἡμέρα δὲ ἔστιν· οὐκ ἄρα ἔστι νύξ. τὸ μὲν γὰρ οὐχὶ καὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν ἀποφατικὸν ἦν συμπεπλεγμένου τοῦ καὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστι, τὸ δὲ ἡμέρα ἔστι τὸ ἕτερον ἐτύγχανε τῶν ἐν τῇ συμπλοκῇ, τὸ δὲ οὐκ ἄρα ἔστι νύξ τὸ ἀντικείμενον ἦν τῷ λοιπῷ τῶν ἐν τῇ συμπλοκῇ. - Οἰ μὲν οὖν λόγοι τοιοῦτοί τινές εἰσι, τρόποι δὲ αὐτῶν καὶ ὡσπερεὶ σχήματα ἐν οἷς ἠρώτηνται οἰ οὕτως ἔχοντες, τοῦ μὲν πρώτου ἀναποδείκτου· εἰ τὸ πρῶτον, τὸ δεύτερον· τὸ δέ γε πρῶτον· τὸ ἄρα δεύτερον. τοῦ δὲ δευτέρου εἰ τὸ πρῶτον, τὸ δεύτερον· οὐχὶ δέ γε τὸ δεύτερον· οὐκ ἄρα τὸ πρῶτον, τοῦ δὲ τρίτου οὐχὶ καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον· τὸ δέ γε πρῶτον· οὐκ ἄρα τὸ δεύτερον. - Ἔτι χρὴ γινώσκειν ὅτι τῶν ἀναποδείκτων οἱ μέν εἰσιν ἁπλοῖ οἱ δὲ οὐχ ἁπλοῖ· ὧν ἁπλοῖ μέν εἰσιν οἱ αὐτόθεν σαφὲς ἔχοντες τὸ ὅτι συνάγουσιν —  — ὁποῖοί εἰσιν οἱ ἐκκείμενοι. —  — οὐχ ἁπλοῖ δέ εἰσιν οἱ ἐκ τῶν ἁπλῶν πεπλεγμένοι καὶ ἔτι χρείαν ἔχοντες τῆς εἰς ἐκείνους ἀναλύσεως, ἵνα γνωσθῶσιν ὅτι καὶ αὐτοὶ συνάγουσιν. τούτων δὲ τῶν οὐχ ἁπλῶν οἱ μὲν ἐξ ὁμογενῶν εἰσι συνεστῶτες, οἱ δὲ ἐξ ἀνομογενῶν, καὶ ἐξ ὁμογενῶν μὲν ὥσπερ οἱ ἐκ δυοῖν πρώτων ἀναποδείκτων πεπλεγμένοι ἢ ἐκ δυοῖν δευτέρων, ἐξ ἀνομογενῶν δὲ ὥσπερ οἱ ἐκ πρώτου ἀναποδείκτου συνεστῶτες ἢ ἐκ δευτέρου καὶ τρίτου, καὶ κοινῶς οἱ τούτοις παραπλήσιοι (sequuntur apud Sextum § 230 exempla).

Diocles Magnes apud Diog. Laërt. VII 81. ἐπ’ ἀληθεῖ δὲ ἀληθὲς ἕπεται, κατὰ τοὺς Στωϊκούς, ὡς τῷ ἡμέρα ἐστί τὸ φῶς ἐστι καὶ ψεύδει ψεῦδος, ὡς τῷ νύξ ἐστι ψεύδει τὸ σκότος ἐστί, καὶ ψεύδει

ἀληθές, ὡς τῷ ἵπτασθαι τὴν γῆν τὸ εἶναι τὴν γῆν. ἀληθεῖ μέντοι ψεῦδος οὐκ ἀκολουθεῖ· τῷ γὰρ εἶναι τὴν γῆν τὸ πέτεσθαι τὴν γῆν οὐκ ἀκολουθεῖ

Galenus introductio dialectica 7 p. 16, 18 Kalbfl. κατὰ μὲν δὴ τοὺς τοιούτους συλλογισμοὺς (locutus erat de quinque illis Chrysippi ἀναποδείκτοις) αἱ προτάσεις ἡγεμονικαὶ τῶν προσλήψεων· οὔτε γὰρ ἐν τῷ διεζευγμένῳ ⟨πλείους ἢ δύο γίγνονται προσλήψεις οὔτ’ ἐν τῷ συνημμένῳ⟩, κατὰ δὲ τὴν ἐλλιπῆ μάχην ἓν μόνον σἷόν τε προσλαμβάνειν· ὅπερ οἱ περὶ Χρύσιππον οὐχ ἡγεμονικὰ μόνον ἀλλὰ καὶ τροπικὰ ⟨τὰ⟩ τοιαῦτα τῶν ἀξιωμάτων ὀνομάζουσιν, ὡς ἂν ἐπ’ αὐτοῖς ὅλου τοῦ συλλογισμοῦ πηγνυμένου καθάπερ ἐπὶ τρόπιδι νεώς. καὶ μέντοι καὶ τῶν ἐκ τοῦ Περιπάτου τινές. ὥσπερ καὶ Βόηθος οὐ μόνον ἀναποδείκτους ὀνομάζουσι τοὺς ἐκ τῶν ἡγεμονικῶν λημμάτων συλλογισμούς, ἀλλὰ καὶ πρώτους· ὅσοι δὲ ἐκ κατηγορικῶν προτάσεων εἰσιν ἀναπόδεικτοι συλλογισμοί, τούτους οὐκ ἔτι πρώτους ὀνομάζειν συγχωροῦσι· καίτοι καθ’ ἕτερόν γε τρόπον οἱ τοιοῦτοι πρότεροι τῶν ὑποθετικῶν εἰσιν, εἴπερ γε καὶ αἱ προτάσεις αὐτῶν, ἐξ ὧν σύγκεινται, πρότεραι βεβαίως εἰσίν· οὐδεὶς γὰρ ἀμφισβητήσει τὸ μὴ οὐ πρότερον εἶναι τὸ ἀπλοῦν τοῦ συνθέτου.

Galenus introductio dialectica 6 p. 15, 8 Kalbfl. ὀνομάζουσι δὲ τρόπον οἱ διαλεκτικοὶ τὰ τῶν λόγων σχήματα, οἷον ἐπὶ μὲν τοῦ ⟨ἐκ συνημ⟩μένου καὶ τοῦ ἡγουμένου τὸ λῆγον περαίνοντος, ὃν ὁ Χρύσιππος ὀνομάζει πρῶτον ἀναπόδεικτον, ὁ τοιοῦτος τρόπος ἐστίν εἰ τὸ ᾱ, τὸ β· τὸ δὲ ᾱ· τὸ ἄρα β. ἐπὶ δὲ τοῦ ἐκ συνημμένου ⟨καὶ τοῦ⟩ ἀντικειμένου τῷ εἰς ὃ λήγει τὸ τοῦ ἡγουμένου ἀντικείμενον ἐπιφέροντος, ὃν καὶ αὐτὸν ὁ Χρύσιππος δεύτερον ἀναπόδεικτον ὀνομάζει, τοιοῦτός ἐστιν εἰ τὸ ᾱ, τὸ β· οὐχὶ δὲ τὸ δεύτερον, οὐκ ἄρα τὸ πρῶτον, ὥσπερ γε κἀπὶ τοῦ τρίτου κατὰ τοῦτον, ὃς ἐξ ἀποφατικοῦ συμπεπλεγμένου καὶ ἑνὸς τῶν ἐν αὐτῷ τὸ ἀντικείμενον τοῦ λοιποῦ παρέχει, τοιοῦτος ὁ τρόπος ἐστίν οὐχὶ τὸ ᾱ καὶ τὸ β· ⟨τὸ δὲ ᾱ· οὐκ ἄρα τὸ β⟩. ὁμοίως δὲ κἀπὶ τοῦ τετάρτου κατὰ τὸν αὐτόν, ὅς ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν ἐν αὐτῷ τοῦ λοιποῦ τὸ ἀντικείμενον ἐπιφέρει, τοιοῦτός τις ὁ τρόπος ἐστίν ἤτοι τὸ ᾱ ἢ τὸ β· τὸ δὲ ᾱ· οὐκ ἄρα τὸ β. Καὶ τοίνυν κἀπὶ τοῦ

πέμπτου, ὅς ⟨ἐκ⟩ διεζευγμένου καὶ τοῦ ἀντικειμένου ἑνὸς τῶν ἐν αὐτῷ τὸ λοιπὸν ἐπιφέρει, τοιοῦτός [δέ] ἐστιν ὁ τρόπος ἤτοι τὸ ᾱ ἢ τὸ β· ⟨οὐχὶ δὲ τὸ ᾱ, τὸ ἄρα β⟩.

Galenus introductio dialectica 5 p. 13, 10 Kalbfl. ἐπὶ δὲ τῆς κατὰ συνέχειαν ὑποθετικῆς προτάσεως, ἣν οἰ περὶ τὸν Χρύσιππον ὀνομάζουσι συνημμένον ἀξίωμα, προσλαβόντες μὲν τὸ ἡγούμενον ἕξομεν τὸ λῆγον συμπέρασμα, προσλαβόντες δὲ τὸ τοῦ λήγοντος ἀντικαείμενον ἕξομεν συμπέρασμα τὸ τοῦ ἡγουμένου ἀντικείμενον, οὐ μὴν οὔτε τὸ λῆγον προσλαβόντες οὕτε τὸ ἀντικείμενον τοῦ ἡγουμένου συμπέρασμα ἕξομεν.

Galenus introductio dialectica 19 p. 48, 23 Kalbfl. διὰ τοῦτο οὖν οὐδὲ τοὺς ὑπὸ Χρυσίππου συντεθέντας ἐν ταῖς τρισὶ Συλλογιστικαῖς ἀχρήστους ἐπιδεικτέον μοι νῦν ἐστιν ἀχρήστους ὄντας· ἑτέρωθι γὰρ ἔδειξα τοῦτο, καθάπερ καὶ ⟨περὶ⟩ τῶν περαντικῶν ὑπ’ αὐτοῦ κληθέντων· ἐδείχθη⟨σαν⟩ γὰρ καὶ τούτων ἔνιοι μὲν οὐκ ἴδιόν τι γένος ὄντες συλλογισμῶν, ἀλλὰ ⟨διὰ⟩ πεπονθυίας λέξεως ἑρμηνευόμενοι, ποτὲ μὲν κατ’ ἀκολουθίας ὑπέρθεσιν ****· οἱ δὲ ὑποσυλλογιστικοὶ κληθέντες ἐν ἰσοδυναμούσαις λέξεσι τοῖς συλλογιστικοῖς λεγόμενοι· τέλος δὲ περιττοὶ πρὸς τούτοις οὓς ἀμεθόδους ὀνομάζουσιν, οἷς οὐδενὸς ὄντος ὅλως μεθοδικοῦ λόγου συλλογιστέον.

Galenus de Hippocr. et Plat. plac. II 3 (92) p. 182 Mü. νυνὶ δὲ πῶς μὲν οἱ διὰ δύο τροπικῶν ἢ τριῶν ἀναλύονται συλλογισμοὶ καὶ πῶς οἱ ἀδιαφόρως περαίνοντες ἢ τινες ἄλλοι τοιοῦτοι, τῷ πρώτῳ καὶ δευτέρῳ θέματι προσχρώμενοι, πολλοῖς ἔστι συντυχεῖν ἀκριβῶς ἠσκημένοις, ὥσπερ ἀμέλει καὶ ἐπ’ ἄλλοις, ὅσοις διὰ τοῦ τρίτου θέματος ἢ τετάρτου συλλογισμοὺς ἀναλύουσι. (καίτοι τούτων τοὺς πλείστους ἔνεστιν ἑτέρως ἀναλύειν συντομώτερον, ὡς Ἀντίπατρος ἔγραψεν, πρὸς τῷ καὶ περιεργίαν εἶναι οὐ μικρὰν ἀχρήστου πράγματος ἅπασαν τὴν τῶν τοιούτων συλλογισμῶν συμπλοκήν, ὡς αὐτὸς ὁ Χρύσιππος ἔργῳ μαρτυρεῖ, μηδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων εἰς ἀπόδειξιν δόγματος ἐκείνων δεηθεὶς τῶν συλλογισμῶν. ὅπως δὲ χρὴ γνωρίζειν τε καὶ διακρίνειν ἐπιστημονικὰ λήμματα διαλεκτικῶν τε καὶ ῥητορικῶν καὶ σοφιστικῶν οὐκέτι

ἔγραψαν ἀξιόλογον οὐδὲν οἱ περὶ τὸν Χρύσιππον, οὐδὲ φαίνονται χρώμενοι. ibidem (93) p. 184 Mü. πρὸς μέντοι τοὺς Στωϊκοὺς ἀναγκαῖόν ἐστι μακρὸν ἀνύεσθαι λόγον, ἀνθρώπους ἐν μὲν τοῖς ἀχρήστοις τῆς λογικῆς θεωρίας ἱκανῶς γεγυμνασμένους, ἐν δὲ τοῖς χρησίμοις ἀγυμναστοτάτους τε ἅμα καὶ μοχθηραῖς ὁδοῖς ἐπιχειρημάτων ἐντεθραμμένους. —  — περὶ δὲ τοῦ προτεθέντος ἀεὶ ζητοῦσι, πρὶν ὅπως χρὴ ζητεῖν καταστήσασθαι -

Sextus adv. math. VIII 443. τὸ μὲν γὰρ λέγειν μὴ ἀρέσκειν τῷ Χρυσίππῳ μονολημμάτους εἶναι λόγους, ὃ τάχα τινὲς ἐροῦσι πρὸς τὴν τοιαύτην ἔνστασιν, τελέως ληρῶδες. οὔτε γὰρ ταῖς Χρυσίππου φωναῖς ὡς πυθοχρήστοις παραγγέλμασιν ἀνάγκη πείθεσθαι, οὔτε μαρτυρίᾳ προσέχειν ἀνδρῶν ἐστὶν εἰς οἰκείαν ἀπόῤῥησιν ἐκ μάρτυρος τοῦ τὸ ἐναντίον λέγοντος· Ἀντίπατρος γάρ, τῶν ἐν τῇ στωϊκῇ αἱρέσει ἐπιφανεστάτων ἀνδρῶν, ἔφη δύνασθαι καὶ μονολημμάτους λόγους συνίστασθαι. Cf. Alexander Aphrod. in Arist. Topica p. 6 Ald. οὕς γὰρ οἱ περὶ τὸν Ἀντίπατρον μονολημμάτους συλλογισμοὺς λέγουσιν, οὐκ εἰσὶ λογισμοί, ἀλλ’ ἐνδεῶς ἐρωτῶνται, ὡς οὖτοι· ἀναπνεῖς· ζῆς ἄρα.