Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Sextus adv. math. VIII 124. ἐνέσται δὲ ἀπὸ τούτων καὶ ἐπὶ τὰ συμπεπλεγμένα καὶ ἐπὶ τὰ διεζευγμένα κοινῶς τε ἐπὶ τὰ λοιπὰ εἴδη τῶν οὐχ ἁπλῶν ἀξιωμάτων διαβαίνειν. - ὅταν λέγωσιν ὑγιὲς εἶναι συμπεπλεγμένον τὸ πάντ’ ἔχον ἐν αὑτῷ ἀληθῆ, οἷον τὸ ἡμέρα ἐστί καὶ φῶς ἐστι, ψεῦδος δὲ τὸ ἔχον ψεῦδος. Haec impugnat Sextus, deinde pergit 128. ἀλλ’ ὥσπερ ἐν τῷ βίῳ, φασί, τὸ κατὰ μὲν τὰ πλεῖστα μέρη ὑγιὲς ἱμάτιον, κατ’ ὀλίγον δὲ διεῤῥωγὸς οὐκ ἀπὸ τῶν πλείστων καὶ ὑγιῶν μερῶν ὑγιὲς εἶναι λέγομεν, ἀλλ’ ἀπὸ τοῦ ὀλίγου καὶ διεῤῥωγότος διεῤῥωγός, οὕτω καὶ τὸ συμπεπλεγμένον, κἂν ἓν μόνον ἔχῃ ψεῦδος, πλείονα δὲ ἀληθῆ, λεχθήσεται τὸ ὅλον ἀπὸ τοῦ ἑνὸς ψεῦδος.
Galenus de simplic. medicam. II 16. Vol. XI p. 499 K. τὴν ὑποθετικὴν πρότασιν, ἣν οἱ περὶ τὸν Χρύσιππον ἀξίωμα συνημμένον ὀνομάζουσιν.
Gellius Noct. Att. XVI 8, 9. Sed quod Graeci συνημμένον ἀξίωμα dicunt — — id - tale est: si Plato ambulat, Plato movetur, si dies est, sol super terras est.
Item quod illi συμπεπλεγμένον, nos vel coniunctum vel copulatum dicimus, quod est eiusdemmodi: P. Scipio, Pauli filius, et bis consul fuit et triumphavit et censura functus est et collega in censura L. Mummi fuit. In omni autem coniuncto si unum est mendacium, etiamsi cetera vera sunt, totum esse mendacium dicitur.Sextus adv. math. VIII 88. οὐ πάνυ δέ γε δύνανται παραστῆσαι τὸ ἀντικείμενον ἡμῖν οἱ Στωϊκοί. - φασὶ γὰρ· ἀντικείμενά ἐστιν ὧν τὸ ἕτερον τοῦ ἑτέρου ἀποφάσει πλεονάζει, οἷον· ἡμέρα ἐστίν - οὐχ ἡμέρα ἐστίν. τοῦ γὰρ ἡμέρα ἐστίν’ ἀξιώματος τὸ 'οὐχ ἡμέρα ἐστίν’ ἀποφάσει πλεονάζει τῇ οὐχί', καὶ διὰ τοῦτ’ ἀντικείμενόν ἐστιν ἐκείνῳ. ἀλλ' εἰ τοῦτ’ ἐστι τὸ ἀντικείμενον, ἔσται καὶ τὰ τοιαῦτα ἀντικείμενα τό τε 'ἡμέρα ἐστίν ⟨καὶ φῶς ἐστίν’ καὶ τὸ 'ἡμέρα ἐστίν⟩ καὶ οὐχὶ φῶς ἐστιν.’ τοῦ γὰρ ἡμέρα ⟨ἐστίν καὶ φῶς⟩ ἐστιν ἀξιώματος ἀποφάσει πλεονάζει τὸ ⟨ἡμέρα ἐστίν καὶ⟩ οὐχὶ φῶς ἐστιν. οὐχὶ δέ γε κατ’ αὐτοὺς ταῦτα ἀντικείμενά ἐστιν· οὐκ ἄρα ἀντικείμενά ἐστιν ⟨ὧν⟩ τὸ ἕτερον τοῦ ἑτέρου ἀποφάσει πλεονάζει. ναί φασιν, ἀλλὰ σὺν τούτῳ ἀντικείμενά ἐστι, σὺν τῷ τὴν ἀπόφασιν προτετάχθαι τοῦ ἑτέρου· τότε γὰρ κυριεύει τοῦ ὅλου ἀξιώματος· ἐπὶ δὲ τοῦ ἡμέρα ἐστὶν καὶ οὐχὶ φῶς ἐστίν μέρος οὖσα τοῦ παντός, οὐ κυριεύει πρὸς τὸ ἀποφατικὸν ποιῆσαι τὸ πᾶν.
Diocles Magnes apud Diog. Laërt. VII 73. ἔτι τῶν ἀξιωμάτων κατά τε ἀλήθειαν καὶ ψεῦδος ἀντικείμενα ἀλλήλοις ἐστίν, ὧν τὸ ἕτερον τοῦ ἑτέρου ἐστὶν ἀποφατικόν, οἷον τὸ ἡμέρα ἐστίν καὶ τὸ οὐχὶ ἡμέρα ἐστίν. συνημμένον οὖν ἀληθές ἐστιν, οὗ τὸ ἀντικείμενον τοῦ λήγοντος μάχεται τῷ ἡγουμένῳ, οἷον εἰ ἡμέρα ἐστί, φῶς ἐστι. τοῦτο ἀληθές ἐστι· τὸ γὰρ οὐχὶ φῶς ⟨ἐστι⟩, ἀντικείμενον τῷ λήγοντι, μάχεται τῷ ἡμέρα ἐστί. συνημμένον δὲ ψεῦδός ἐστιν οὗ τὸ ἀντικείμενον τοῦ λήγοντος οὐ μάχεται τῷ ἡγουμένῳ, οἷον εἰ ἡμέρα ἐστί, Δίων περιπατεῖ. τὸ γὰρ οὐχὶ Δίων περιπατεῖ οὐ μάχεται τῷ ἡμέρα ἐστί. (sequitur παρασυνημμένον, quod inter Crinidis fragmenta posui.) αἰτιῶδες δὲ ἀληθὲς μέν ἐστιν, ὃ ἀρχόμενον ἀπὸ ἀληθοῦς εἰς ἀκόλουθον λήγει, οὐ μὴν ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀκόλουθον, οἷον διότι ἡμέρα ἐστί, φῶς ἐστι. τῷ μὲν γὰρ ἡμέρα ἐστίν ἀκολουθεῖ τὸ φῶς ἐστι, τῷ δὲ φῶς ἐστιν οὐχ ἕπεται τὸ ἡμέρα ἐστίν. αἰτιῶδες δὲ ψεῦδός ἐστιν ὃ ἤτοι ἀπὸ ψεύδους ἄρχεται ἢ μὴ εἰς ἀκόλουθον λήγει ἢ ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀκόλουθον, οἷον διότι νύξ ἐστι, Δίων περιπατεῖ.
Sextus adv. math. VIII 108. καὶ δὴ οὐχ ἁπλᾶ μέν ἐστιν ἀξιώματα - ἅπερ ἐξ ἀξιώματος διαφορουμένου ἢ ἀξιωμάτων διαφερόντων συνέστηκε καὶ ἐν οἷς σύνδεσμος ἢ σύνδεσμοι ἐπικρατοῦσιν· λαμβανέσθω δὲ ἐκ τούτων ἐπὶ τοῦ παρόντος τὸ καλούμενον συνημμένον. τοῦτο τοίνυν συνέστηκεν ἐξ ἀξιώματος διαφορουμένου ἢ ἐξ ἀξιωμάτων διαφερόντων διὰ τοῦ εἰ ἢ εἴπερ σθνδέσμου· οἷον ἐκ διαφοπουμένου μὲν ἀξιώματος καὶ τοῦ εἰ συνέσμου τὸ τοιοῦτον σθνημμένον εἰ ἡμέρα ἐστίν, ἡμέρα
ἐστί. ἐκ διαφερόντων δὲ ἀξιωμάτων καὶ διὰ τοῦ εἴπερ συνδέσμου τὸ οὕτως ἔχον εἴπερ ἡμέρα ἐστί, φῶς ἐστιν. τῶν δὲ ἐν τῷ συνημμένῳ ἀξιωμάτων τὸ μετὰ τὸν εἰ ἢ τὸν εἴπερ σύνδεσμον τεταγμένον ἡγούμενόν τε καὶ πρῶτον καλεῖται, τὸ δὲ λοιπὸν λῆγόν τε καὶ δεύτερον, καὶ ἐὰν ἀναστρόφως ἐκφέρηται τὸ ὅλον συνημμένον, οἷον οὕτως φῶς ἐστιν, εἴπερ ἡμέρα ἐστί· καὶ γὰρ ἐν τούτῳ λῆγον μὲν καλεῖται τὸ φῶς ἐστιν καίπερ πρῶτον ἐξενεχθέν, ἡγούμενον δὲ τὸ ἡμέρα ἐστίν, καίπερ δεύτερον λεγόμενον, διὰ τὸ μετὰ τὸν εἴπερ σύνδεσμον τετάχθαι. ἡ μὲν οὖν σύστασις τοῦ συνημμένου, ὡς ἐν συντόμῳ εἰπεῖν, ἐστὶ τοιαύτη, ἐπαγγέλλεσθαι δὲ δοκεῖ τὸ τοιοῦτον ἀξίωμα ἀκολουθεῖν τῷ ἐν αὐτῷ πρώτῳ τὸ ἐν αὐτῷ δεύτερον, καὶ ὄντος τοῦ ἡγουμένου ἔσεσθαι τὸ λῆγον. ὅθεν σῳζομένης μὲν τῆς τοιαύτης ἐπαγγελίας καὶ ἀκολουθοῦντος τῷ ἡγουμένῳ τοῦ λήγοντος ἀληθὲς γίνεται καὶ τὸ συνημμένον, μὴ σῳζομένης δὲ ψεῦδος.Galenus introductio dialectica cp. 3 p. 8, 11 Kalbfl. ἐπειδὰν διότι μὴ ἔστι τόδε, εἶναι τόδε νοῶμεν, οἷον ⟨ὅτι⟩ νὺξ οὐκ ἔστιν, ἡμέραν εἶναι — — διεζευγμένον ἀξίωμά τισι τῶν νεωτέρων φιλοσόφων (scil. Stoicis) ὀνομάζεται, καθάπερ γε καὶ συνημμένον τὸ ἕτερον εἶδος τῶν προτάσεων τῶν ὑποθετικῶν ἃς κατὰ συνέχειαν ἐλέγομεν γίγνεσθαι (cf. supra: ἐπειδὰν ὑπάρχον τι πιστεύηται δι’ ἕτερον ὑπάρχειν ἢ κατὰ συνέχειαν), οἰκειοτέρα δέ ἐστι λέξις τὸ [τὰ] διεζευγμένον τοῖς ἀξιώμασιν (ἃς δηλονότι διαιρετικὰς προτάσεις ἔφαμεν ὀνομάζεσθαι) ⟨τοῖς⟩ διὰ τοῦ ἤτοι συνδέσμου (διαφέρει δὲ οὐδὲν ἢ διὰ μιᾶς συλλαβῆς λέγειν ἢ διὰ δυοῖν ἤτοι)· συνημμένον δὲ ⟨τοῖς⟩ διὰ τοῦ εἰ ⟨ἢ ἐπεὶ⟩, εἴπερ ἓν καὶ οὗτοι σημαίνουσιν· ὡς ὀνομάζεσθαι τὸν μὲν τοιοῦτον λόγον εἰ ἡμέρα ἐστίν, ὁ ἥλιος ὑπὲρ γῆς ἐστιν συνημμένον ἀξίωμα κατά γε τοὺς νεωτέρους φιλοσόφους. — — τοὺς δέ γε τοιούτους ἤτοι γ’ ἡμέρα ἐστὶν ἢ νύξ ἐστι διεζευγμένον μὲν ἀξίωμα παρὰ τοῖς νεωτέροις φιλοσόφοις etc. ibid. 14 p. 32, 13 Kalbfl. καλοῦσι δὲ τὰς μὲν κατὰ συνέχειαν (scil. προτάσεις) οἱ Στωϊκοὶ συνημμένα ἀξιώματα, τὰς δὲ κατὰ διαίρεσιν διεζευγμένα, καὶ συμφωνεῖταί γε αὐτοῖς δύο μὲν γίγνεσθαι συλλογισμοὺς κατὰ τὸ συνημμένον ἀξίωμα, δύο δὲ κατὰ τὸ διεζευγμένον. — — τρίτον οὖν ἀναπόδεικτον τῶν περὶ τὸν Χρύσιππον ἡγουμένων ἐξ ἀποφατικοῦ συμπεπλεγμένου καὶ θατέρου τῶν ἐν αὐτῷ τὸ ἀντικείμενον τοῦ λοιποῦ περαίνοντα etc. Epimerismi Homer. Cramer. Anecd. Ox. I p. 188. ὁ ἢ σύνδεσμος ψιλούμενος καὶ ὀξυνόμενος σημαίνει τρία· ἢ διαζευκτικός ἐστιν ἢ ὑποδιαζευκτικὸς ἢ διασαφητικός — — τί διαφέρουσιν ἀλλήλων; ὅτι ὁ μὲν διαζευκτικὸς τὸ ἕτερον μόνον τῶν ὑποκειμένων αἱρεῖται, τὸ δὲ ἕτερον ἀναιρεῖ· ἢ ἡμέρα ἐστὶν ἢ νύξ (τὸ ἕτερον μόνον· οὐ γὰρ δύναται ἀμφότερα) — — ὁ δὲ παραδιαζευκτικὸς καὶ ἀμφότερα δύναται παραλαμβάνειν, ἐπειδὰν οὕτω λέγωμεν ἐρέσσων ἢ ἐπισπᾶται τὴν κώπην ἢ ἀπωθεῖται (ἀμφότερα γὰρ
ποιεῖ) — — ἔστι δὲ καὶ διασαφητικός, ὁ ἐλεγκτικὸς καλούμενος παρὰ τοῖς Στωϊκοῖς, οὕτως λύσεις βούλομ’ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι. ἔστι γὰρ ἤπερ ἀπολέσθαι. ἐν ἤθει δὲ λέγεται ὑπὸ τοῦ Ἀγαμέμνονος.Gellius Noct. Att. XVI 8, 12. Est item aliud, quod Graeci διε ζευγμένον ἀξίωμα, nos disiunctum dicimus. Id huiuscemodi est: aut malum est voluptas aut bonum aut neque bonum neque malum est. Omnia autem, quae disiunguntur, pugnantia esse inter sese oportet, eorumque opposita, quae ἀντικείμενα Graeci dicunt, ea quoque ipsa inter se adversa esse. Ex omnibus, quae disiunguntur, unum esse verum debet, falsa cetera. Quod si aut nihil omnium verum, aut omnia plurave quam unum vera erunt, aut quae disiuncta sunt non pugnabunt, aut quae opposita eorum sunt contraria inter sese non erunt, tunc id disiunctum mendacium est et appellatur παραδιεζευγμένον; sicuti hoc est, in quo quae opposita non sunt contraria aut curris aut ambulas aut stas. — — possis enim simul eodemque tempore neque ambulare neque stare neque currere.
Cicero Acad. Pr. II 97. cum ab Epicuro - non impetrent, ut verum esse concedat, quod ita effabimur: aut vivet cras Hermarchus aut non vivet, cum dialectici sic statuant, omne quod ita disiunctum sit, quasi 'aut etiam aut non’ non modo verum esse, sed etiam necessarium. (paulo post:) dialectici - id est Antiochus et Stoici.
Galenus introductio dialectica 5 p. 12, 3 Kalbfl. ⟨ἐν⟩ ἐνίοις δ' ἀξιώμασιν ἐγχωρεῖ μὲν εἶναι καὶ πλείω καὶ πάντα, μὴ μόνον ἕν, ἀναγκαῖον δ’ ἐστὶ τὸ ἓν ὑπάρχειν· ὀνομάζουσι δ’ ἔνιοι τὰ τοιαῦτα παραδιεζευγμένα, τῶν διεζευγμένων ἓν μόνον ἐχόντων ἀληθές, ἄν τ’ ἐκ δυοῖν ἀξιωμάτων ἁπλῶν ἄν τ’ ἐκ πλειόνων συγκέηται.
Sextus adv. math. VIII 244. βραχέα δ’ ἴσως δεήσει καὶ περὶ τοῦ ἀρέσκοντος αὐτοῖς προλαβεῖν, καθ’ ὃ ἀξίωμα θέλουσιν εἶναι τὸ σημεῖον, καὶ διὰ τοῦτο νοητόν. ὑπογράφοντες τοίνυν φασὶ σημεῖον εἶναι ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον, ἐκκαλυπτικὸν τοῦ λήγοντος. κρίσεις δὲ τοῦ ὑγιοῦς συνημμένου πολλὰς μὲν καὶ ἄλλας εἶναί φασιν, μίαν δ’ ἐξ ἁπασῶν ὑπάρχειν — — τὴν ἀποδοθησομένην. πᾶν γὰρ συνημμένον ἤ ἀπὸ ἀληθοῦς ἀρχόμενον εἰς ἀληθὲς λήγει, ἢ ἀπὸ ψεύδους ἀρχόμενον ἐπὶ ψεῦδος λήγει, ἢ ἀπ’ ἀληθοῦς ἐπὶ φεῦδος, ἢ ἀπὸ ψεύδους ἐπ’ ἀληθές. ἀπὸ μὲν οὖν ἀληθοῦς ἀρχόμενον ἐπ’ ἀληθὲς λήγει τὸ ⟨εἰ⟩ εἰσὶ θεοί, προνοίᾳ θεῶν διοικεῖται ὁ κόσμος, ἀπὸ ψεύδους δὲ ἐπὶ ψεῦδος τὸ εἰ πέταται ἡ γῆ, πτέρυγας ἔχει ἡ γῆ, ἀπὸ ψεύδους δὲ ἐπ’ ἀληθὲς τό εἰ πέταται ἡ γῆ, ἔστιν ἡ γῆ, ἀπὸ δὲ ἀληθοῦς ἐπὶ ψεῦδος τὸ εἰ κινεῖται οὗτος, περιπατεῖ οὗτος μὴ περιπατοῦντος μὲν αὐτοῦ, κινουμένου δέ. τεσσάρων οὖν οὐσῶν τοῦ συνημμένου συζυγιῶν, — — κατὰ μὲν τοὺς πρώτους τρεῖς τρόπους φασὶν ἀληθὲς τοῦτο γίνεσθαι - καθ' ἕνα δὲ μόνον
γίνεσθαι ψεῦδος, ὅταν ἀπ’ ἀληθοῦς ἀρχόμενον λήγῃ ἐπὶ ψεῦδος. τούτων δὲ οὕτως ἐχόντων ἀναζητητέον, φασί, τὸ σημεῖον οὐκ ἐν τῷ μοχθηρῷ τούτῳ συνημμένῳ ἀλλ’ ἐν τῷ ὑγιεῖ· εἴρηται γὰρ ἀξίωμα τὸ ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον. ἀλλ’ ἐπεὶ οὐχ ἓν ἦν ὑγιὲς συνημμένον, τρία δέ, καθάπερ τὸ ἀπ’ ἀληθοῦς ἀρχόμενον καὶ ἐπ’ ἀληθὲς λῆγον καὶ τὸ ἀπὸ ψεύδους ἐπὶ ψεῦδος καὶ τὸ ἀπὸ ψεύδους ἐπ’ ἀληθές, σκεπτέον πότερόν ποτε ἐν πᾶσι ζητητέον τοῖς ὑγιέσι συνημμένοις τὸ σημεῖον ἢ ἐν τισὶν ἢ ἐν τινί. οὐκοῦν εἰ τὸ σημεῖον ἀληθὲς εἶναι δεῖ καὶ ἀληθοῦς παραστατικόν, οὔτε ἐν τῷ ἀπὸ ψεύδους ἀρχομένῳ καὶ ἐπὶ ψεῦδος λήγοντι οὔτε ἐν τῷ ἀπὸ ψεύδους ἐπ’ ἀληθὲς ὑποκείσεται. λείπεται οὖν ⟨ἐν⟩ ἐκείνῳ μόνον αὐτὸ τυγχάνειν τῷ ἀπὸ τοῦ ἀληθοῦς τε ἀρχομένῳ καὶ ἐπ’ ἀληθὲς λήγοντι, ὡς ἂν καὶ αὐτοῦ ὑπάρχοντος καὶ τοῦ σημειωτοῦ συνυπάρχειν ὀφείλοντος αὐτῷ. τοίνυν ὅταν λέγηται τὸ σημεῖον ἀξίωμα εἶναι ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον, δεήσει ἐν μόνῳ ἀκούειν αὐτὸ καθηγούμενον συνημμένῳ τῷ ἀπ’ ἀληθοῦς τε ἀρχομένῳ καὶ ἐπ’ ἀληθὲς λήγοντι. - καὶ μὴν οὐκ εἴτι ἡγεῖται ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ ἀπ’ ἀληθοῦς τε ἀρχομένῳ καὶ ἐπ’ ἀληθὲς λήγοντι, τοῦτό ἐστι σημεῖον· (sequitur exemplum) δεῖ ἄρα τὸ σημεῖον — — καὶ ἐκκαλυπτικὴν ἔχειν φύσιν τοῦ λήγοντος, οἷόν ἐστι τὸ ἐν τοῖς τοιούτοις συνημμένοις εἰ γάλα ἔχει ἐν μαστοῖς ἥδε, κεκύηκεν ἥδε καὶ εἰ βρογχεῖον ἔπτυκεν οὗτος, ἕλκος ἔχει ἐν πνεύμονι οὗτος. τουτὶ γὰρ τὸ συνημμένον ὑγιές ἐστιν, ἀρχόμενον μὲν ἀπ’ ἀληθοῦς — — λῆγον δ’ ἐπ’ ἀληθές — — μετὰ τοῦ ἐκκαλυπτικὸν εἶναι τὸ πρῶτον τοῦ δευτέρου· ἐκείνῳ γὰρ προσβάλλοντες κατάληψιν τούτου ποιούμεθα. Ἔτι, φασί, τὸ σημεῖον παρὸν παρόντος εἶναι δεῖ σημεῖον. ἔνιοι γὰρ ἐξαπατώμενοι καὶ παρὸν παρῳχημένου θέλουσιν εἶναι σημεῖον, ὡς ἐπὶ τοῦ εἰ οὐλὴν ἔχει οὗτος, ἕλκος ἔσχηκεν οὗτος. εἰ μὲν γάρ οὐλὴν ἔχει, παρόν ἐστι, φαίνεται γάρ, τὸ δὲ ἕλκος ἐσχηκέναι παρῳχημένον, οὐκέτι γάρ ἐστιν ἕλκος· καὶ παρὸν μέλλοντος, ὡς τὸ περιεχόμενον τῷ τοιούτῳ συνημμένῳ εἰ καρδίαν τέτρωται οὗτος, ἀποθανεῖται οὗτος. τὸ μὲν γὰρ τραῦμα τῆς καρδίας εἶναί φασιν ἤδη, τὸν δὲ θάνατον μέλλειν· ἀγνοοῦσι δὴ οἱ τὰ τοιαῦτα λέγοντες ὅτι ἄλλ’ ἐστι τὰ παρῳχημένα καὶ τὰ μέλλοντα, τὸ μέντοι σημεῖον καὶ τὸ σημειωτὸν κἀν τούτοις παρὸν παρόντος ἐστίν. ἔν τε γὰρ τῷ προτέρῳ - τὸ μὲν ἕλκος γέγονεν ἤδη καὶ παρῴχηκεν, τὸ δὲ ἕλκος ἐσχηκέναι τοῦτον ἀξίωμα καθεστηκὸς ἐνέστηκεν, περὶ γεγονότος τινὸς λεγόμενον· ἔν τε τῷ εἰ καρδίαν τέτρωται οὗτος, ἀποθανεῖται οὗτος, ὁ μὲν θάνατος μέλλει, τὸ δὲ ἀποθανεῖσθαι τοῦτον ἀξίωμα ἐνέστηκεν, περὶ μέλλοντος λεγόμενον, παρὸ καὶ νῦν ἐστιν ἀληθές. ὥστε καὶ ἀξίωμά ἐστι τὸ σημεῖον, καὶ ἐν ὑγιεῖ συνημμένῳ καθηγεῖται, τῷ ἀρχομένῳ ἀπὸ ἀληθοῦς καὶ λήγοντι ἐπ’ ἀληθές, ἐκκαλυπτικόν τέ ἐστι τοῦ λήγοντος, καὶ διὰ παντὸς παρὸν παρόντος ἐστί σημεῖον. Τούτων δ’ ὑποδεδειγμένων κατὰ τὰς αὐτῶν ἐκείνων τεχνολογίας etc.Sextus adv. math. VIII 177. τῶν μὲν αἰσθητὸν ὑπολαμβανόντων τοῦτο (scil. τὸ σημεῖον) εἶναι, τῶν δὲ νοητόν. Ἐπίκουρος μὲν γὰρ καὶ οἱ προεστῶτες αὐτοῦ τῆς αἱρέσεως ἔλεξαν αἰσθητὸν εἶναι τὸ σημεῖον, οἱ δὲ ἀπὸ τῆς Στοᾶς νοητόν.
Sextus adv. math. VIII 275. οἱ δὲ δογματικοὶ πρὸς ἕκαστον μὲν τῶν οὕτως ἐπικεχειρημένων (argumenta scil. quibus sceptici probabant nullum esse σημεῖον) πεφίμωνται, τοὐναντίον δὲ κατασκευάζοντές φασιν ὅτι ἄνθρωπος οὐχὶ τῷ προφορικῷ λόγῳ διαφέρει τῶν ἀλόγων ζῴων (καὶ γὰρ κόρακες καὶ ψιττακοὶ καὶ κίτται ἐνάρθρους προφέρονται φωνάς) ἀλλὰ τῷ ἐνδιαθέτῳ, οὐδὲ τῇ ἁπλῇ μόνον φαντασίᾳ (ἐφαντασιοῦτο γὰρ κἀκεῖνα) ἀλλὰ τῇ μεταβατικῇ καὶ συνθετικῇ. διόπερ ἀκολουθίας ἔννοιαν ἔχων εὐθὺς καὶ σημείου νόησιν λαμβάνει διὰ τὴν ἀκολουθίαν· καὶ γὰρ αὐτὸ τὸ σημεῖόν ἐστι τοιοῦτον εἰ τόδε, τόδε. ἕπεται ἄρα τῇ φύσει καὶ κατασκευῇ τἀνθρώπου τὸ καὶ σημεῖον ὑπάρχειν. - συνωμολόγηταί τε ἡ ἀπόδειξις τῷ γένει σημεῖον εἶναι. δηλωτικὴ γάρ ἐστι τοῦ συμπεράσματος, καὶ ἔσται ἡ διὰ τῶν λημμάτων αὐτῆς συμπλοκὴ σημεῖον τοῦ ὑπάρχειν τὸ συμπέρασμα. οἷον ἐπὶ τῆς τοιαύτης εἰ ἔστι κίνησις, ἔστι κενόν· ἔστι δὲ κίνησις· ἔστιν ἄρα κενόν τὸ τοιοῦτον συμπεπλεγμένον εἰ ἔστι κίνησις, ἔστι κενόν ⟨καὶ ἔστι κίνησις⟩, διὰ τῶν λημμάτων συμπεπλεγμένον, εὐθὺς καὶ σημεῖόν ἐστι τοῦ συμπεράσματος τοῦ ἔστι κενόν. ἤτοι οὖν ἀποδεικτικοί εἰσι λόγοι, φασίν, οἱ κατὰ τοῦ σημείου κομισθέντες ὑπὸ τῶν ἀπορητικῶν ἢ οὐκ ἀποδεικτικοί. καὶ εἰ μὲν οὔκ εἰσιν ἀποδεικτικοί, ἄπιστοι καθεστᾶσιν, ὅπου γε καὶ ἀποδεικτικοὶ τυγχάνοντες μόλις ἂν ἐπιστεύθησαν· εἰ δὲ ἀποδεικτικοί, δῆλον ὅτι ἔστι τι σημεῖον· ἡ γὰρ ἀπόδειξις σημεῖον ἦν κατὰ τὸ γένος. - εἴπερ δὲ οὐδὲν οὐδενός ἐστι σημεῖον, ἤτοι σημαίνουσί τι αἱ κατὰ τοῦ σημείου ἐκφερόμεναι φωναὶ ἢ οὐδὲν σημαίνουσιν. καὶ εἰ μὲν οὐδὲν, οὐδὲ τὴν τοῦ σημείου ὕπαρξιν ἀνελοῦσιν· πῶς γὰρ οἷόν τε τὰς μηδὲν σημαινούσας πιστεύεσθαι περὶ τοῦ μηδὲν εἶναι σημεῖον; εἰ δὲ σημαίνουσι, μάταιοι καθεστᾶσιν οἱ ἀπὸ τῆς σκέψεως, λόγῳ μὲν ἐκβάλλοντες τὸ σημεῖον, ἔργῳ δὲ τοῦτο παραλαμβάνοντες. - καὶ μὴν εἰ μηδέν ἐστι θεώρημα τέχνης ἴδιον, οὐ διοίσει τῆς ἀτεχνίας ἡ τέχνη· εἰ δ’ ἔστι θεώρημα τέχνης ἴδιον, ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον· ἀλλὰ φαινόμενον μὲν οὐκ ἂν εἴη· τὰ γὰρ φαινόμενα πᾶσιν ὁμοίως καὶ ἀδιδάκτως φαίνεται. εἰ δὲ ἄδηλον τυγχάνει, διὰ σημείου θεωρηθήσεται. εἰ δὲ ἔστι τι διὰ σημείου θεωρούμενον, ἔσται τι καὶ σημεῖον. Τινὲς δὲ καὶ οὕτω συνερωτῶσιν εἰ ἔστι τι σημεῖον, ἔστι σημεῖον· εἰ μὴ ἔστι σημεῖον, ἔστι σημεῖον. ἤτοι δ’ οὐδέν ἐστι σημεῖον ἢ ἔστιν· ἔστιν ἄρα. (cetera § 281-284 non opus est exscribere).
Sextus adv. math. XI 8. τὸν γὰρ ὅρον φασὶν οἱ τεχνογράφοι ψιλῇ τῇ συντάξει διαφέρειν τοῦ καθολικοῦ, δυνάμει τὸν αὐτὸν ὄντα. καὶ εἰκότως· ὁ γὰρ εἰπὼν ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν τῷ εἰπόντι εἴ τί ἐστιν ἄνθρωπος, ἐκεῖνο ζῷόν ἐστι λογικὸν θνητόν τῇ μὲν δυνάμει τὸ αὐτὸ λέγει, τῇ δὲ φωνῇ διάφορον. καὶ ὅτι τοῦτο, συμφανὲς ἐκ τοῦ μὴ μόνον τὸ καθολικὸν τῶν ἐπὶ μέρους εἶναι περιληπτικόν, ἀλλὰ καὶ τὸν ὅρον ἐπὶ πάντα τὰ εἴδη τοῦ
ἀποδιδομένου πράγματος διήκειν, οἶον τὸν μὲν τοῦ ἀνθρώπου ἐπὶ πάντας τοὺς κατ’ εἶδος ἀνθρώπους, τὸν δὲ τοῦ ἵππου ἐπὶ πάντας τοὺς ἵππους. ἑνός τε ὑποταχθέντος ψεύδους ἑκάτερον γίνεται μοχθηρόν, τό τε καθολικὸν καὶ ὁ ὅρος. ἀλλὰ γὰρ ὡς ταῦτα φωναῖς ἐξηλλαγμένα κατὰ δύναμίν ἐστι τὰ αὐτά, ὧδε καὶ ἡ τέλειος, φασί, διαίρεσις, δύναμιν ἔχουσα καθολικήν, συντάξει τοῦ καθολικοῦ διενήνοχεν. ὁ γὰρ τρόπῳ τῷδε διαιρούμενος τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες οἱ δὲ βάρβαροι ἴσον τι λέγει τῷ εἴ τινές εἰσιν ἄνθρωποι, ἐκεῖνοι ἢ Ἕλληνές εἰσιν ἢ βάρβαροι. ἐὰν γάρ τις ἄνθρωπος εὑρίσκηται μήτε Ἕλλην μήτε βάρβαρος, ἀνάγκη μοχθηρὰν μὲν εἶναι τὴν διαίρεσιν, ψεῦδος δὲ γίνεσθαι τὸ καθολικόν. διόπερ καὶ τὸ οὕτω λεγόμενον τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακά, τὰ δέ τούτων μεταξύ δυνάμει κατὰ τὸν Χρύσιππον τοιοῦτόν ἐστι καθολικόν εἴ τινά ἐστιν ὄντα, ἐκεῖνα ἤτοι ἀγαθά ἐστιν ἢ κακά ἐστιν ἢ ἀδιάφορα.Simplicius in Arist. categ. f. 16 B. ed. Bas. καὶ τοῦ μὲν ὀνόμάτος τὸ συνῃρημένον ἤ, ὡς οἱ Στωϊκοί φασι, τὸ κεφαλαιῶδες δηλοῦντος, τοῦ δὲ ὁρισμοῦ τὸ διακεκριμένον etc.
Scholia Vaticana in Dionys. Thrac. p. 107, 5 Hilgard (Gram. Gr. III). ὁ δὲ Χρύσιππος λέγει ὅτι ὅρος ἐστὶν ἡ τοῦ ἰδίου ἀπόδοσις, τουτέστιν ὁ τὸ ἴδιον ἀποδιδούς. ὁ δὲ Ἀντίπατρος ὁ Στωϊκὸς λέγει· ὅρος ἐστὶ λόγος κατ’ ἀνάγκην ἐκφερόμενος, τουτέστι κατ’ ἀντιστροφήν· καὶ γὰρ ὁ ὅρος ἀντιστρέφειν θέλει. Diog. Laërt. VII 60. ὅρος δέ ἐστιν, ὥς φησιν Ἀντίπατρος ἐν τῷ πρώτῳ περὶ ὅρων λόγος κατ’ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενος ἢ ὡς Χρύσιππος ἐν τῷ περὶ ὅρων ἰδίου ἀπόδοσις.
Galenus defin. medicae 1. Vol. XIX p. 349 K. ὅρος ἐστὶ λόγος κατ’ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενος. Ibid. ὑπογραφή ἐστι λόγος τυπωδῶς εἰσάγων εἰς τὴν δηλουμένην τοῦ πράγματος γνῶσιν.
Alexander in Aristot. Top. p. 24 Ald. p. 42, 20. οὐκ ἄρα αὔταρκες τὸ ἦν (scil. ἐν τῷ τί ἦν εἶναι), ὥς τινες ἡγοῦνται, ὧν δοκεῖ πρῶτος μὲν Ἀντισθένης εἶναι, εἶτα δὲ καὶ τῶν ἀπὸ τῆς Στοᾶς τινές, ἀλλὰ εὐλόγως τὸ εἶναι πρόσκειται. Idem paulo post: οἱ δὲ λέγοντες ὅρον εἶναι λόγον κατὰ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενον (ἀνάλυσιν μὲν λέγοντες τὴν ἐξάπλωσιν τοῦ ὁριστοῦ καὶ κεφαλαιωδῶς, ἀπαρτιζόντως δὲ τὸ μήτε ὑπερβάλλειν μήτε ἐνδεῖν) οὐδὲν ἂν λέγοιεν τὸν ὅρον διαφέρειν τῆς τοῦ ἰδίου ἀποδόσεως etc.
Galenus de differentia pulsuum IV 2. Vol. VIII p. 708 K. ἀρξώμεθ’ οὖν αὖθις ἀπὸ τῶν ἐννοηματικῶν ὅρων, οὓς οὐδὲν ἔφαμεν
ἑρμηνεύειν πλέον ὧν ἄπαντες ἄνθρωποι γιγνώσκουσιν. — — οὓς οἱ δεινοὶ περὶ τὰς προσηγορίας οὐδ’ ὅρους ἀξιοῦσιν, ἀλλ’ ὑπογραφάς τε καὶ ὑποτυπώσεις ὀνομάζειν.Galenus adv. Lycum 3. Vol. XVIII A. p. 209 K. οὕτως οὖν ἀπαίδευτον ἐρωτᾷ λόγον ὁ Λύκος, ὥστε οὐκ αἰσθάνεται τὰς τέχνας ἁπάσας ἀναιρῶν. ἐν γάρ τοι τῇ γνώσει τῶν διαφορῶν ἑκάστου τῶν ὄντων αἱ τέχναι συνίστανται. καὶ τοῦτο ἐπὶ πλεῖστον μὲν κἀν τῷ Φιλήβῳ διῆλθεν ὁ Πλάτων εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος· ἐφύλαξε δ’ αὐτοῦ τὴν γνώμην Ἀριστοτέλης καὶ Θεόφραστος, Χρύσιππός τε καὶ Μνησίθεος καὶ οὐδεὶς ὅστις οὐ διῆλθεν ἐν τῷ περὶ τέχνης γράμματι τὸν αὐτὸν λόγον. Quot Chrysippus libros scripserit ad syllogisticam doctrinam pertinentes vid. n. 14 v. Λογικοῦ τόπου πρὸς τοὺς λόγους καὶ τοὺς τρόπους.