Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Sextus adv. math. VIII 10. οἱ δὲ ἀπὸ τῆς Στοᾶς λέγουσι μὲν τῶν τε αἰσθητῶν τινα καὶ τῶν νοητῶν ἀληθῆ, οὐκ ἐξ εὐθείας δὲ τὰ αἰσθητά, ἀλλὰ κατ’ ἀναφορὰν τὴν ὡς ἐπὶ τὰ παρακείμενα τούτοις νοητά· ἀληθὲς γάρ ἐστι κατ’ αὐτοὺς τὸ ὑπάρχον καὶ ἀντικείμενόν τινι, καὶ ψεῦδος τὸ μὴ ὑπάρχον καὶ [μὴ] ἀντικείμενόν τινι· ὅπερ ἀσώματον ἀξίωμα καθεστὼς νοητὸν εἶναι.
Cicero Acad. Pr. II 95. Fundamentum dialecticae est, quidquid enuntietur (id autem appellant ἀξίωμα -) aut verum esse aut falsum. Quid igitur? haec vera an falsa sunt: 'si te mentiri dicis idque verum dicis, mentiris [verum dicis]ʼ. Haec scilicet inexplicabilia esse dicitis. - Si ista explicari non possunt nec eorum ullum iudicium invenitur, ut respondere possitis, verane an falsa sint, ubi est illa definitio, effatum esse id, quod aut verum aut falsum sit?
Stobaeus Florileg. 28, 18 H. (28, 15 M.) Χρυσίππου. Χρύσιππος διαφέρειν ἔφη τὸ ἀληθορκεῖν τοῦ εὐορκεῖν· καὶ τὸ ἐπιορκεῖν τοῦ ψευδορκεῖν. Τὸν μὲν γὰρ ὀμνύντα καθ’ ὃν ὀμνύει καιρὸν πάντως ἢ ἀληθορκεῖν ἢ ψευδορκεῖν. τὸ γὰρ ὀμνύμενον ὑπ’ αὐτοῦ ἢ ἀληθὲς εἶναι ἢ ψεῦδος, ἐπειδὴ ἀξίωμα τυγχάνει ὄν. τὸν δὲ ὀμνύντα μὴ πάντως καθ’ ὃν ὀμνύει χρόνον ἢ εὐορκεῖν ἢ ἐπιορκεῖν, ὅτε μὴ πάρεστιν ὁ χρόνος, εἰς ὃν ἡ ἀναφορὰ τῶν ὅρκων ἐγίγνετο. Ὃν τρόπον γὰρ λέγεσθαί τινα εὐσυνθετεῖν ἢ ἀσυνθετεῖν, οὐχ ὅτε συντίθεται, ἀλλ’ ὅτε οἱ χρόνοι ἐνίστανται τῶν κατὰ τὰς ὁμολογίας· οὕτω καὶ εὐορκεῖν τις καὶ ἐπιορκεῖν ῥηθήσεται, ὅταν οἱ καιροὶ παραστῶσι, καθ’ οὓς ὡμολόγησεν ἐπιτελέσειν τὰ κατὰ τοὺς ὅρκους.
Simplicius in Aristot categ. f. 103 B ed Bas. περὶ δὲ τῶν εἰς τὸν μέλλοντα χρόνον ἀντιφάσεων οἱ μὲν Στωϊκοὶ τὰ αὐτὰ δοκιμάζουσιν, ἅπερ καὶ ἐπὶ τῶν ἄλλων. ὡς γὰρ τὰ περὶ τῶν παρόντων καὶ
παρεληλυθότῶν ἀντικείμενα, οὕτως καὶ τὰ μέλλοντα αὐτά τέ φασι καὶ τὰ μόρια αὐτῶν. ἤ γὰρ τὸ ἔσται ἀληθές ἐστιν ἢ τὸ οὐκ ἔσται, εἰ δεῖ ἤτοι ψειδῆ ἢ ἀληθῆ εἶναι. ὡρίσθαι γὰρ κατ’ αὐτὰ τὰ μέλλοντα. καὶ εἰ μὲν ἔσται ναυμαχία αὔριον, ἀληθὲς εἰπεῖν ὅτι ἔσται· εἰ δὲ μὴ ἔσται, ψεῦδος τὸ εἰπεῖν ὅτι ἔσται. ἤτοι ἔσται ἢ οὐκ ἔσται, ἤτοι ἄρα ἀληθὲς ἢ ψεῦδος θάτερον.Sextus adv. math. VIII 79. τὰ νῦν δὲ ἐκεῖνο ῥητέον ὅτι τὸ αὐτοτελὲς ἀξίωμα σύνθετον εἶναι θέλουσιν, οἷον τὸ ἡμέρα ἐστί σύγκειται ἔκ τε τοῦ ἡμέρα καὶ τοῦ ἔστιν.
Proclus in Euclid. p. 193 Friedlein. καὶ οἵ γε ἀπὸ τῆς Στοᾶς ἅπαντα λόγον ἁπλοῦν ἀποφαντικὸν ἀξίωμα προσαγορεύειν εἰώθασιν, καὶ ὅταν διαλεκτικὰς ἡμῖν γράφωσι τέχνας περὶ ἀξιωμάτων, τοῦτο διὰ τῶν ἐπιγραμμάτων δηλοῦν ἐθέλουσιν.
Diocles Magnes apud Diog. Laërt. VII 75. πιθανὸν δέ ἐστιν ἀξίωμα τὸ ἄγον εἰς συγκατάθεσιν, οἷον εἴ τίς τι ἔτεκεν, ἐκείνη ἐκείνου μήτηρ ἐστί. ψεῦδος δὲ τοῦτο· οὐ γὰρ ἡ ὄρνις ὠοῦ ἐστι μήτηρ. ἔτι τὰ μέν ἐστι δυνατά, τὰ δὲ ἀδύνατα, καὶ τὰ μὲν ἀναγκαῖα, τὰ δ’ οὐκ ἀναγκαῖα. δυνατὸν μὲν τὸ ἐπιδεκτικὸν τοῦ ἀληθὲς εἶναι, τῶν ἐκτὸς μὴ ἐναντιουμένων πρὸς τὸ ἀληθὲς εἶναι, οἷον ζῇ Διοκλῆς. ἀδύνατον δὲ ὃ μή ἐστιν ἐπιδεκτικὸν τοῦ ἀληθὲς εἶναι, οἷον ἡ γῆ ἵπταται. ἀναγκαῖον δέ ἐστιν, ὅπερ ἀληθὲς ὂν οὐκ ἔστιν ἐπιδεκτικὸν τοῦ ψεῦδος εἶναι, ἢ ἐπιδεκτικὸν μέν ἐστι, τὰ δ’ ἐκτὸς αὐτῷ ἐναντιοῦται πρὸς τὸ ψεῦδος εἶναι, οἷον ἡ ἀρετὴ ὠφελεῖ. οὐκ ἀναγκαῖον δέ ἐστιν ὃ καὶ ἀληθές ἐστιν καὶ ψεῦδος οἷόν τε εἶναι, τῶν ἐκτὸς μηδὲν ἐναντιουμένων, οἷον τὸ περιπατεῖ Δίων. εὔλογον δέ ἐστιν ἀξίωμα τὸ πλείονας ἀφορμὰς ἔχον εἰς τὸ ἀληθὲς εἶναι, οἷον βιώσομαι αὔριον. καὶ ἄλλαι δέ εἰσι διαφοραὶ ἀξιωμάτων καὶ μεταπτώσεις αὐτῶν ἐξ ἀληθῶν εἰς ψεύδη καὶ ἀντιστροφαί, περὶ ὧν ἐν τῷ πλάτει λέγομεν. Boëthius ad Aristot. de interpr. p. 374. Stoici vero possibile quidem posuerunt, quod susceptibile esset verae praedicationis, nihil his prohibentibus, quae cum extra sint cum ipso tamen fieri contingunt; impossibile autem, quod nullam unquam suscipiat veritatem, aliis extra eventum ipsius prohibentibus; necessarium, quod cum verum sit falsam praedicationem nulla ratione suscipiat. Idem p. 429. illud autem ignorandum non est, quod Stoicis universalius videatur esse possibile a necessario; dividunt enim enuntiationes hoc modo: enuntiationum, inquiunt, aliae sunt possibiles, aliae impossibiles; possibilium aliae sunt necessariae, aliae non necessariae; rursus non necessariarum aliae possibiles etc. stulte atque improvide idem possibile et genus non necessarii et speciem constituentes.
Plutarchus de Stoic. repugn. c. 46 p. 1055 d. Ὁ δὲ τῶν δυνατῶν λόγος πρὸς τὸν τῆς εἰμαρμένης λόγον αὐτῷ πῶς οὐ μαχόμενός ἐστιν; εἰ γὰρ οὐκ ἔστι δυνατὸν ὅπερ ἤ ἐστιν ἀληθὲς ἢ ἔσται, κατὰ Διόδωρον, ἀλλὰ πᾶν τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι, κἂν μὴ μέλλῃ γενήσεσθαι δυνατόν ἐστιν ἔσται δυνατὰ πολλὰ τῶν μὴ καθ’ εἱμαρμένην. ⟨Ἢ ἄρα τὴν⟩ ἀνίκητον καὶ ἀνεκβίαστον καὶ
περιγενητικὴν ἁπάντων ἡ εἱμαρμένη δύναμιν ἀπόλλυσιν ἢ ταύτης οἵαν ἀξιοῖ Χρύσιππος οὔσης, τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι πολλάκις εἰς τὸ ἀδύνατον ἐμπεσεῖται etc.Alexander Aphrod. comm. in Aristot. Analyt. pr. p. 177, 25 Wallies. Χρύσιππος δὲ λέγων μηδὲν κωλύειν καὶ δυνατῷ ἀδύνατον ἕπεσθαι πρὸς μὲν τὴν ὑπ’ Ἀριστοτέλους εἰρημένην δεῖξιν οὐδὲν λέγει, πειρᾶται δὲ διὰ παραδειγμάτων τινῶν οὐχ ὑγιῶς συγκειμένων δεικνύναι τοῦτο μὴ οὕτως ἔχον. φησὶ γὰρ ἐν τῷ συνημμένῳ τῷ εἰ τέθνηκε Δίων, τέθνηκεν οὗτος δεικνυμένου τοῦ Δίωνος ἀληθεῖ ὄντι τὸ μὲν ἡγούμενον ⟨τὸ⟩ τέθνηκε Δίων δυνατὸν εἶναι τῷ δύνασθαί ποτε ἀληθὲς γενέσθαι τὸ τεθνηκέναι Δίωνα, τὸ δὲ τέθνηκεν οὕτος ἀδύνατον· ἀποθανόντος γὰρ Δίωνος φθείρεσθαι τὸ ἀξίωμα τὸ οὗτος τέθνηκε μηκέτ’ ὄντος τοῦ τὴν δεῖξιν ἀναδεχομένου· ἐπὶ γὰρ ζῶντος καὶ κατὰ ζῶντος ἡ δεῖξις. εἰ οὖν μή⟨τε⟩ τεθνεῶτος αὐτοῦ ἔτι τὸ οὗτος οἷόντε, μήτε πάλιν ὑφίσταται ὁ Δίων, ὡς δύνασθαι ἐπ’ αὐτοῦ ῥηθῆναι τὸ τέθνηκεν οὗτος, ἀδύνατον τὸ τέθνηκεν οὗτος. ἦν γὰρ ἂν οὐκ ἀδύνατον, εἰ ὕστερόν ποτε ἐδύνατο μετὰ τὸν θάνατον τὸν Δίωνος, ἐφ’ οὗ τὸ πρότερον ἐν τῷ συνημμένῳ, ὅτε ἔζη ὁ Δίων, κατηγορεῖτο τὸ τέθνηκεν οὗτος, κατηγορηθῆναι πάλιν τὸ οὗτος. ἐπεὶ δὲ μὴ οἷόντε τοῦτο, ἀδύνατον ἂν εἴη τὸ τέθνηκεν οὗτος. ὅμοιον τούτῳ παρατίθεται καὶ τὸ εἰ νύξ ἐστιν, οὐκ ἔστιν αὕτη ἡμέρα δεικνυμένης τῆς ἡμέρας· καὶ γὰρ ἐν τούτῳ τῷ συνημμένῳ ἀληθεῖ ὄντι, ὡς οἴεται, δυνατῷ ὄντι τῷ ἡγουμένῳ ἀδύνατον τὸ ἑπόμενον.
Cf. [Ammonius] in Aristot. Analyt. pr. (Comm. graec. Vol. IV, 6) p. 50, 13 Wal. - Philoponus ad Anal. pr. f. 42 b notabilia sunt verba: τὸ γὰρ τοῦτο, δεικτικὸν ὑπάρχον, ὄν τι πρᾶγμα σημαίνει, τὸ δὲ τεθνάναι μὴ ὄν· τὸ δὲ ὂν ἀδύνατον μὴ εἶναι. τὸ ἄρα τεθνάναι τοῦτον ἀδύνατον.
Proclus in Plat. Parmen. Vol. IV p. 103 ed. Cousin. εἰ δέ τις τοσούτων εἰς ἐξέτασιν προκειμένων εἰς τὴν Στωϊκὴν τερθρείαν ἀπάγοι τὸν λόγον, ζητῶν εἰ δυνατῷ ἀδύνατον ἀκολουθεῖ τὸ εἰ τέθνηκε Δίων εἰς μέσον φέρων· εἰ οὖν τις καὶ τῶν τοιούτων ἀπόρων ἐθέλοι ποιεῖσθαι μνήμην, ἱκανῶς ὑπὸ τῶν Περιπατητικῶν ἐξητασμένων, ῥᾷδιον ἀπαντάν.
Diocles Magnes apud Diog. Laërt. VII 68. τῶν ἀξιωμάτων τὰ μέν ἐστιν ἁπλᾶ, τὰ δ’ οὐχ ἁπλᾶ, ὥς φασιν οἱ περὶ Χρύσιππον καὶ Ἀρχέδημον καὶ Ἀθηνόδωρον καὶ Ἀντίπατρον καὶ Κρίνιν· ἁπλᾶ μὲν οὖν ἐστι τὰ συνεστῶτα ἐξ ἀξιώματος μὴ διαφορουμένου [ἢ ἐξ
ἀξιωμάτων], οἶον τὸ ἡμέρα ἐστίν. οὐχ ἁπλᾶ δέ ἐστι τὰ συνεστῶτα ἐξ ἀξιώματος διαφορουμένου ἢ ἐξ ἀξιωμάτων, ἐξ ἀξιώματος μὲν διαφορουμένου, οἷον εἰ ἡμέρα ἐστίν, ⟨ἡμέρα ἐστίν⟩. ἐξ ἀξιωμάτων δέ, οἷον εἰ ἡμέρα ἐστί, φῶς ἐστί.Diocles Magnes apud Diog. Laërt. VII 69. ἐν δὲ τοῖς ἁπλοῖς ἀξιώμασίν ἐστι τὸ ἀποφατικὸν καὶ τὸ ἀρνητικὸν καὶ τὸ στερητικὸν καὶ τὸ κατηγορικὸν καὶ τὸ καταγορευτικὸν καὶ τὸ ἀόριστον. — — ⟨καὶ ἀποφατικὸν μὲν⟩ οἷον οὐχὶ ἡμέρα ἐστίν. εἶδος δὲ τούτου τὸ ὑπεραποφατικόν. ὑπεραποφατικὸν δέ ἐστιν ἀποφατικὸν ἀποφατικοῦ, οἷον οὐχὶ ἡμέρα ⟨οὐκ⟩ ἔστι. τίθησι δὲ τὸ ἡμέρα ἐστίν. ἀρνητικὸν δέ ἐστι τὸ συνεστὸς ἐξ ἀρνητικοῦ μορίου καὶ κατηγορήματος, οἷον οὐδεὶς περιπατεῖ. στερητικὸν δέ ἐστι τὸ συνεστὸς ἐκ στερητικοῦ μορίου καὶ ἀξιώματος κατὰ δύναμιν, οἷον ἀφιλάνθρωπός ἐστιν οὗτος. κατηγορικὸν δέ ἐστι τὸ συνεστὸς ἐκ πτώσεως ὀρθῆς καὶ κατηγορήματος, οἷον Δίων περιπατεῖ. καταγορευτικὸν δέ ἐστι τὸ συνεστὸς ἐκ πτώσεως ὀρθῆς δεικτικῆς καὶ κατηγορήματος, οἷον οὗτος περιπατεῖ. ἀόριστον δέ ἐστι τὸ συνεστὸς ἐξ ἀορίστου μορίου ἢ ἀορίστων μορίων ⟨καὶ κατηγορήματος⟩, οἷον τὶς περιπατεῖ, ἐκεῖνος κινεῖται.
[Apuleius] περὶ ἑρμηνείας 266 (p. 2, 9 Goldb.). aliae dedicativae sunt (scil. propositiones) quae dedicant aliquid de quopiam, ut virtus bonum est — — aliae abdicatiae, quae abdicant aliquid de quopiam, ut voluptas non est bonum — — at Stoici hanc quoque dedicativum putant, cum inquiunt: evenit cuidam voluptati bonum non esse; ergo dedicat, quid evenerit ei, id est, quid sit. idcirco dedicativa, inquiunt, est, quia et in quo negavit esse, dedicat id, quod non videtur esse. Solum autem abdicativum vocant, cui negativa particula praeponitur. Cf. Boëth. ad Arist. de interpr. p. 383 ed. Bas.
Sextus adv. math. VIII 93. τῶν ἀξιωμάτων πρώτην σχεδὸν καὶ κυριωτάτην ἐκφέρουσι διαφορὰν οἱ διαλεκτικοί, καθ’ ἣν τὰ μέν ἐστιν αὐτῶν ἀπλᾶ, τὰ δ’ οὐχ ἀπλᾶ. καὶ ἁπλᾶ μὲν ὅσα μήτ’ ἐξ ἑνὸς ἀξιώματος δὶς λαμβανομένου συνέστηκεν, μήτ’ ἐξ ἀξιωμάτων διαφερόντων διὰ τινὸς ἢ τινῶν συνδέσμων. — — 94 ἀπλᾶ λέγεται ἀξιώματα, ἐπεὶ οὐκ ἐξ ἀξιωμάτων συνέστηκεν ἀλλ' ἐξ ἄλλων τινῶν. — — 95 οὐχ ἁπλᾶ δὲ ἐτύγχανε τὰ οἷον διπλᾶ, καὶ ὅσα δ’ ἐξ ἀξιώματος δὶς λαμβανομένου ἢ ἐξ ἀξιωμάτων διαφερόντων συνέστηκε διὰ συνδέσμου τε ἢ συνδέσμων, οἷον εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστιν· εἰ νύξ ἐστι, σκότος ἐστίν· καὶ [εἰ] ἡμέρα ἐστὶ καὶ φῶς ἐστιν· ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν. 96 τῶν δὲ ἁπλῶν τινὰ μὲν ὡρισμένα ἐστίν, τινὰ δὲ ἀόριστα, τινὰ δὲ μέσα· ὡρισμένα μὲν τὰ κατὰ δεῖξιν ἐκφερόμενα, οἷον οὗτος περιπατεῖ, οὗτος κάθηται. δείκνυμι γάρ τινα τῶν ἐπὶ μέρους ἀνθρώπων. ἀόριστα
δέ ἐστι κατ’ αὐτοὺς ἐν οἷς ἀόριστόν τι κυριεύει μόριον, οἷον τὶς κάθηται, μέσα δὲ τὰ οὕτως ἔχοντα ἄνθρωπος κάθηται ἢ Σωκράτης περιπατεῖ. τὸ μὲν οὖν τὶς περιπατεῖ ἀόριστόν ἐστιν, ἐπεὶ οὐκ ἀφώρικέ τινα τῶν ἐπὶ μέρους περιπατούντων· κοινῶς γὰρ ἐφ’ ἑκάστου αὐτῶν ἐκφέρεσθαι δύναται· τὸ δὲ οὗτος κάθηται ὡρισμένον ἐστίν, ἐπείπερ ἀφώρικε τὸ δεικνύμενον πρόσωπον. τὸ δὲ Σωκράτης κάθηται μέσον ὑπῆρχεν, ἐπείπερ οὔτε ἀόριστόν ἐστιν, ἀφώρικε γὰρ τὸ εἶδος, οὔτε ὡρισμένον, οὐ γὰρ μετὰ δείξεως ἐκφέρεται, ἀλλ’ ἔοικε μέσον ἀμφοτέρων ὑπάρχειν, τοῦ τε ἀορίστου καὶ τοῦ ὡρισμένου· γίνεσθαι δέ φασι τὸ ἀόριστον ἀληθές - ὅταν τὸ ὡρισμένον ἀληθὲς εὑρίσκηται. - 100 καὶ δὴ τὸ ὡρισμένον τοῦτο ἀξίωμα, τὸ οὗτος κάθηται ἢ οὗτος περιπατεῖ, τότε φασὶν ἀληθὲς ὑπάρχειν ὅταν τῷ ὑπὸ τὴν δεῖξιν πίπτοντι συμβεβήκῃ τὸ κατηγόρημα, οἷον τὸ καθῆσθαι ἢ τὸ περιπατεῖν.Alexander Aphrod. apud Simplicium in Aristot. phys. p. 1299, 36 Diels. ἐκ δὴ τούτων τῶν λόγων, φησὶν ὁ Ἀλέξανδρος, δυνατὸν ὁρμώμενον δεικνύναι τὰ παρὰ τοῖς Στωϊκοῖς ἀξιώματα, ἃ μεταπίπτοντά τινες λέγουσιν ἀπεριγράφως, μὴ ὄντα τοιαῦτα· ἔστι δὲ ταῦτα τοιαῦτα· εἰ ζῇ Δίων, ζήσεται Δίων. τοῦτο γὰρ εἰ καὶ ἀληθές ἐστι νῦν, ἀρχόμενον ἀπὸ ἀληθοῦς τοῦ ζῇ Δίων καὶ λῆγον εἰς ἀληθὲς τὸ ζήσεται, ἀλλ’ ἔσται ποτέ, ὅτε τῆς προσλήψεως ἀληθοῦς οὔσης τῆς ἀλλὰ μὴν ζῇ Δίων μεταπεσεῖται τὸ συνημμένον εἰς ψεῦδος τῷ ἔσεσθαί ποτε, ὅτε ἀληθοῦς ὄντος ἔτι τοῦ ζῇ Δίων οὐκ ἔσται ἀληθὲς τὸ καὶ ζήσεται, οὗ μὴ ὄντος ἀληθοῦς τὸ ὅλον συνημμένον γίνοιτο ἂν ψεῦδος μεταπῖπτον· οὐ γὰρ ἀεί, ὅτε τὸ ζῇ ἀληθές, καὶ τὸ ζήσεται, ἐπεὶ οὕτως ἀθάνατος ἂν εἴη ὁ Δίων. οὐ μὴν ἔσται ὁρίσαντας εἰπεῖν, πότε· οὐκ ἀληθὲς ἔσται ζῶντος αὐτοῦ τὸ ζήσεται. διὸ καὶ ἐν ἀπεριγράφῳ καὶ ἀορίστῳ χρόνῳ λέγουσι γίνεσθαι τὴν τῶν τοιούτων ἀξιωμάτων μετάπτωσιν.
Dionysius Halicarn. de compos. verb. p. 31. Re. Ἔγωγ’ οὖν ὅτε διέγνων συντάττεσθαι ταύτην τὴν ὑπόθεσιν, ἐζήτουν εἴ τι τοῖς πρότερον εἴρηται περὶ αὐτῆς, καὶ μάλιστα τοῖς ἀπὸ τῆς Στοᾶς φιλοσόφοις εἰδὼς τοὺς ἄνδρας οὐ μικρὰν φροντίδα τοῦ λεκτικοῦ τόπου πεποιημένους. δεῖ γὰρ αὐτοῖς τἀληθῆ μαρτυρεῖν. οὐδαμῆ δ’ οὐδὲν ὑπ’ οὐδενὸς εὑρὼν τῶν ὀνόματος ἠξιωμένων οὔτε μεῖζον οὔτ’ ἔλαττον συναχθὲν εἰς ἣν ἐγὼ προῄρημαι πραγματείαν, ἃς δὲ Χρύσιππος καταλέλοιπε συντάξεις διττάς, ἐπιγραφὴν ἐχούσας Περὶ τῆς συντάξεως τῶν τοῦ λόγου μερῶν οὐ ῥητορικὴν θεωρίαν ἐχούσας, ἀλλὰ διαλεκτικήν, ὡς ἴσασιν οἱ τὰς βίβλους ἀνεγνωκότες, ὑπὲρ ἀξιωμάτων συντάξεως, ἀληθῶν τε καὶ ψευδῶν καὶ δυνατῶν καὶ ἀδυνάτων, ἐνδεχομένων τε καὶ μεταπιπτόντων καὶ
ἀμφιβόλων καὶ ἄλλων τινῶν τοιουτοτρόπων, οὐδεμίαν οὔτε χρείαν οὔτ’ ὠφέλειαν τοῖς πολιτικοῖς λόγοις συμβαλλομένων, εἰς γοῦν ἡδονὴν ἢ κάλλος ἑρμηνείας, ὧν δεῖ στοχάζεσθαι τὴν σύνθεσιν· ταύτης μὲν τῆς πραγματείας ἀπέστην. Huc pertinent ex libris Chrysippi: Περὶ τῶν οὐχ ἁπλῶν ἀξιωμάτων αʹ. Περὶ τοῦ συμπεπλεγμένου πρὸς Ἀθηνάδην βʹ. Περὶ ἀληθοῦς διεζευγμένου πρὸς Γοργιππίδην αʹ. Περὶ ἀληθοῦς συνημμένου πρὸς Γοργιππίδην δʹ. Πρὸς τὸ περὶ ἀκολούθων αʹ.Diocles Magnes apud Diog. Laërt. VII 71. τῶν δ’ οὐχ ἁπλῶν ἀξιωμάτων συνημμένον μέν ἐστιν, ὡς ὁ Χρύσιππος ἐν ταῖς διαλεκτικαῖς φησι καὶ Διογένης ἐν τῇ διαλεκτικῇ τέχνῃ, τὸ συνεστὸς διὰ τοῦ εἰ συναπτικοῦ συνδέσμου· ἐπαγγέλλεται δὲ ὁ σύνδεσμος οὗτος ἀκολουθεῖν τὸ δεύτερον τῷ πρώτῳ, οἷον εἰ ἡμέρα ἐστί, φῶς ἐστι. (Deinde definitur τὸ παρασυνημμένον, ὡς ὁ Κρίνις φησίν ἐν τῇ διαλεκτικῇ τέχνῃ). 72. συμπεπλεγμένον δέ ἐστιν ἀξίωμα ὃ ὑπό τινων συμπλεκτικῶν συνδέσμων συμπέπλεκται, οἷον καὶ ἡμέρα ἐστὶ καὶ φῶς ἐστι. διεζευγμένον δέ ἐστιν, ὃ ὑπὸ τοῦ ἤτοι διαζευκτικοῦ συνδέσμου διέζευκται, οἶον, ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν. ἐπαγγέλλεται δὲ ὁ σύνδεσμος οὗτος τὸ ἕτερον τῶν ἀξιωμάτων ψεῦδος εἶναι. αἰτιῶδες δέ ἐστιν ἀξίωμα τὸ συντασσόμενον διὰ τοῦ διότι, οἷον διότι ἡμέρα ἐστί, φῶς ἐστίν. οἱονεὶ γὰρ αἴτιόν ἐστι τὸ πρῶτον τοῦ δευτέρου. διασαφοῦν δὲ τὸ μᾶλλον ἀξίωμά ἐστι τὸ συνταττόμενον ὑπὸ τοῦ διασαφοῦντος τὸ μᾶλλον συνδέσμου καὶ τοῦ ⟨ἢ⟩ μέσου τῶν ἀξιωμάτων τασσομένου, οἷον μᾶλλον ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν. διασαφοῦν δὲ τὸ ἧττον ἀξίωμά ἐστι τὸ ἐναντίον τῷ προκειμένῳ, οἷον ἧττον νύξ ἐστιν ἢ ἡμέρα ἐστίν.
Galenus introductio dialectica 4 p. 10, 13 Kalbfl. εἰ δὲ ἐφ’ ἑτέρων λέγοιτο ⟨ἡ⟩ φωνὴ, ⟨ἂ⟩ μήτε ἀκολουθίαν ἔχει πρὸς ἄλληλα μήτε μάχην ἀποφατικήν, συμπεπλεγμένον καλέσομεν τὸ τοιοῦτον ἀξίωμα, καθάπερ ἐπὶ τοῦ Δίων περιπατεῖ καὶ Θέων διαλέγεται. ταυτὶ γὰρ οὔτε μάχην οὔτε ἀκολουθίαν ἔχοντα κατὰ συμπλοκὴν
ἑρμηνεύεται. διὸ κἀπειδὰν ἀποφάσκωμεν αὐτά, τὸν λόγον ἐκεῖνον ἤτοι γε ἀποφατικὴν συμπλοκὴν ἢ ἀποφατικὸν εἷναι συμπεπλεγμένον φήσομεν· οὐδὲν γὰρ πρὸς τὸ παρὸν διαφέρει συμπεπλεγμένον λέγειν ἀποφατικὸν ἢ συμπλοκήν. — — ἀλλ’ οἱ περὶ Χρύσιππον, κἀνταῦθα τῇ λέξει μᾶλλον ἢ τοῖς πράγμασι προσέχοντες τὸν νοῦν, ἅπαντα τὰ διὰ τῶν συμπλεκτιαῶν καλουμένων συνδέσμων συνιστάμενα κἂν ἐκ μαχομένων ἢ ἀκολούθων, συμπεπλεγμένα καλοῦσιν, ἐν οἷς μὲν ἔγκειταί τις ἀκρίβεια διδασκαλίας, ἀμελῶς χρώμενοι τοῖς ὀνόμασιν, ἐν οἷς δὲ οὐδὲν διαφέρον αἱ φωναὶ σημαίνουσιν, αὐτοὶ νομοθετοῦντες ἴδια σημαινόμενα etc.Dexippus in Aristot. categ. p. 22, 18 Busse. φαμὲν δὴ ὅτι οἱ μόνην συμπλοκὴν τὴν μετὰ συμπλεκτικοῦ συνδέσμου προφορὰν λέγοντες τοῖς Στωϊκοῖς ἐπακολουθοῦσιν, ὧν ἀρχαιότερος Ἀριστοτέλης καὶ τῇ τῶν πρεσβυτέρων συνηθείᾳ χρώμενος, οἵτινες τὴν τῶν πλειόνων μερῶν τοῦ λόγου σύνοδον συμπλοκὴν ὠνόμαζον.
Plutarchus de Stoic. repugn. cp. 29 p. 1047c. Ἀλλὰ μὴν αὐτὸς (sc. Chrysippus) τὰς διὰ δέκα ἀξιωμάτων συμπλοκὰς πλήθει φησὶν ὑπερβάλλειν ἑκατὸν μυριάδας, οὔτε δι’ αὑτοῦ ζητήσας ἐπιμελῶς οὔτε διὰ τῶν ἐμπείρων τὸ ἀληθὲς ἱστορήσας etc. — — Χρύσιππον δὲ πάντες ἐλέγχουσιν οἱ ἀριθμητικοί. ὧν καὶ Ἵππαρχός ἐστιν, ἀποδεικνύων τὸ διάπτωμα τοῦ λογισμοῦ παμμέγεθες αὐτῷ γεγονός· εἴγε τὸ μὲν καταφατικὸν ποιεῖ συμπεπλεγμένων ἀξιωμάτων μυριάδας δέκα, καὶ πρὸς ταύταις τρισχίλια τεσσαράκοντα ἐννέα, τὸ δ’ ἀποφατικὸν ἐννακόσια πεντήκοντα δύο πρὸς τριάκοντα καὶ μιᾷ μυριάσι. Cf. Plut. Quaest. Conviv. VIII 9, ubi eadem fere verba recurrunt.