Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Simplicius in Aristot. categ. f. 102 Z. ed. Bas. Καὶ οἱ ἀπὸ τῆς Στοᾶς δὲ διϊσχυρίζονται, ὅτι οὐδὲν τῶν κατὰ ἀπόφασιν λεγομένων οὐδενί ἐστιν ἐναντίον· ἦν γὰρ ἂν τῇ ἀρετῇ ἐναντία ἡ οὐκ ἀρετή, καὶ τῇ κακίᾳ ἐναντία ἡ οὐ κακία, ὑπὸ μὲν τὴν οὐκ ἀρετὴν καὶ τῆς κακίας πιπτούσης καὶ ἄλλων πολλῶν (καὶ γὰρ λίθου καὶ ἵππου καὶ πάντων τῶν παρὰ τὴν ἀρετήν) ὑπὸ δὲ τὴν οὐ κακίαν καὶ τῆς ἀρετῆς καὶ τῶν ἄλλων πάντων. ἔσται οὐν ἑνὶ πάντα ἐναντία, καὶ τὰ αὐτὰ τῇ ἀρετῇ καὶ τῇ κακίᾳ ἐναντία, εἰ μὴ ἡ ἀρετὴ τῇ κακίᾳ ἐναντία, ἀλλ’ ἡ οὐ κακία· συμβήσεται καὶ σπουδαίοις μέσα ἐναντία εἶναι καὶ φαύλοις, ἄτοπον δὲ τοῦτο, καὶ μάλιστα εἰ καὶ τὰ αὐτὰ καὶ

μή. Καὶ τὸ δυοῖν ἐναντίων ὑφ’ ὃ μὲν πάντα τὰ ὑποπίπτοντα ποιότητας εἶναι, ὡς ὑπὸ τὴν ἀρετὴν καὶ τὴν κακίαν, ὑφ’ ὃ δὲ καὶ ποιότητας καὶ ποιά, ὡς ὑπὸ τὴν οὐκ ἀρετὴν καὶ τὴν οὐ κακίαν (ὑπὸ ταύτας γὰρ καὶ ποιότητες καὶ ποιὰ καὶ ἐνέργειαι καὶ πᾶν ὁτιοῦν ἐστι) καὶ τοῦτό ἐστιν ἀπεμφαῖνον. οὕτως μὲν οὖν καὶ παρὰ τοῖς Στωϊκοῖς διώρισται τά τε ἐναντία καὶ τὰ ἀποφατικῶς ἀντικείμενα.

Simplicius in Aristot. categ. f. 102 Δ ed. Bas. οἱ γοῦν Στωϊκοὶ μόνα τὰ ἀποφατικὰ τοῖς καταφατικοῖς ἀντικεῖσθαι νομίζουσιν. Bekkeri Anecd. gr. p. 484. μηδὲ τὸ πρὸς τῶν Στωϊκῶν λεγόμενον παραλείπωμεν, παρ’ οἷς ἐστί τις διαφορὰ ἐν τοῖς κατὰ φύσιν διεζευγμένοις μαχομένου καὶ ἀντικειμένου· καὶ ἦν μαχόμενον τὸ μὴ δυνάμενον κατὰ τὸ αὐτὸ παραληφθῆναι, ὑπὲρ οὗ καὶ ἐν τοῖς προκειμένοις εἴρηται· ἡμέρα ἐστὶν ἢ νὺξ ἐστί ἢ φθέγγομαι ἢ σιγῶ καὶ ἔτι τὰ τούτοις ὅμοια. ἀντικείμενον δὲ τὸ πλεονάζον ἀποφάσει etc.

Simplicius in Aristot. categ. f. 100 B. ed. Bas. ἔστι δέ τις στέρησις καὶ ἄλλη παρὰ τὴν φυσικήν, λέγω δὲ παρ’ ἣν ἐπὶ τῶν πεφυκότων ἐλέγομεν καὶ ὅτε ἐπεφύκεσαν, ἢν Χρύσιππος ἠθικὴν καλεῖ· ἀχίτων γὰρ καὶ ἀνυπόδητος καὶ ἀνάριστος σημαίνει μὲν καὶ ψιλὴν ἀναίρεσιν, σημαίνει δὲ καὶ παρέμφασίν τινα, ὅτε καὶ κατὰ στέρησιν γίνεται. οὔτε γὰρ ἀχίτωνα τὸν βοῦν ἐροῦμεν, οὔτε ἡμᾶς ὅταν λουώμεθα ἀνυποδέτους, καὶ ἀναρίστους οὔτε τοὺς ὄρνιθας οὔτε ἡμᾶς ἄμα τῷ ἡμέραν γενέσθαι, ἀλλὰ δεῖ συνεμφαίνεσθαι τὸ εἰθισμένον καὶ ὅτε εἴθισται τὴν στέρησιν. ὄντος γὰρ ἔθους ἀριστᾶν κατά τινα ὥραν τεταγμένην ὁ ὑπὸ τὸ ἔθος ὥν, ὅταν μὴ ἐν τῷ χρόνῳ τῷ τεταγμένῳ ἀριστήσῃ, οὐ φύσεως ἔμφασιν, ἀλλ’ ἔθους κατὰ τὴν στέρησιν ἀναιρεῖ. εἰσὶν οὖν ἀέχειαι αἱ μὲν τῶν φύσει, αἱ δὲ τῶν κατ’ ἔθος, καὶ ἀναιρέσεις ἐν οἷς ἕκαστα καὶ πέφυκε καὶ εἴθισται. πολλάκις δὲ οὐκ ἔθους ἀλλὰ καθήκοντος ἀπόπτωσιν ἐμφαίνει ἡ στέρησις, ὡς ἐπὶ τοῦ ἄκλητον δειπνεῖν, ὅταν παρεμφαίνωμεν, ὅτι οὐ καθηκόντως ἀπήντησεν οὔτε κατὰ τὸ ἐπιβάλλον τοῖς ἔθεσιν. ἔστι καὶ ἄλλως ἡ στέρησις τῶν ὁμωνύμως λεγομένων· καὶ γὰρ ὅταν τι γένος ὅλον μὴ ᾖ πεφυκός τι ἔχειν, ἐστερῆσθαι λέγομεν ἐκείνου, ὅ μὴ πέφυκεν ἔχειν· οὕτως τὰ φυτὰ ἐστερῆσθαι λέγομεν αἰσθήσεως τῷ μὴ πεφυκέναι ἔχειν αἴσθησιν. καὶ ὅταν δὲ τὰ ἐν τῷ γένει τὰ μὲν ἡ πεφυκότα ἔχειν, τὰ δὲ μὴ πεφυκότα, ἐστερῆσθαι λέγεται τὰ μὴ πεφυκότα, ὥσπερ ἐν τῷ γένει τῶν ζῴων ὁ ἀσπάλαξ ὄψεως. καὶ μᾶλλόν γε τοῦτο λέγομεν ἢ ἐπὶ τοῦ/πρὸς βίαν ἀφῃρῆσθαι. κυρίως δὲ στέρησις λέγεται ἐπὶ τῶν πεφυκότων μὲν ἔχειν, μὴ ἐχόντων δὲ τότε ὅτε πεφύκασι καὶ ὅτε εἰώθασι καὶ ἐνεστήσαντο ἔχειν, ὃ δὴ καὶ ἀντίθετον τῇ ἕξει

θεωρεῖται· καὶ ἡ ἐν τούτοις ἀντίθεσις κέκληται ἡ κατὰ ἕξιν καὶ στέρησιν. —  — καὶ τοῦτο δὲ ἰστέον ὅτι ἐνίοτε μὲν οὐ στερητικὰ ὀνόματα στέρησιν δηλοῖ, ὡς ἡ πενία τὴν στέρησιν τῶν χρημάτων καὶ ὁ τυφλὸς στέρησιν ὄψεως. ἐνίοτε δὲ στερητικὰ ὀνόματα οὐ στέρησιν δηλοῖ· τὸ γὰρ ἀθάνατον, στερητικὸν ἔχον τὸ σχῆμα τῆς λέξεως, οὐ σημαίνει στέρησιν· οὐ γὰρ ἐπὶ πεφυκότος ἀποθνήσκειν, εἶτα μὴ ἀποθνήσκοντος, χρώμεθα τῷ ὀνόματι. πολλὴ δὲ ταραχή ἐστι κατὰ τὰς φωνὰς τὰς στερητικάς. διὰ γὰρ τοῦ ᾱ καὶ ᾱν προσαγομένων αὐτῶν, ᾥσπερ ἄοικος καὶ ἀνέστιος, συμβαίνει ποτὲ μὲν ταῖς ἀποφάσεσι, ποτὲ δὲ τοῖς ἐναντίοις συμφύρεσθαι αὐτὰς (sequuntur exempla). πολλῆς δ’ οὔσης τῆς ἀνωμαλίας Χρύσιππος μὲν ἐν τοῖς περὶ τῶν στερητικῶν λεγομένοις ἐπεξῆλθεν αὐτήν, Ἀριστοτέλει δὲ οὐ τοῦτο προὔκειτο etc. Cf. f. 102 B. ἀλλὰ τὸν μὲν πλήρη περὶ τῶν στερήσεων λόγον ἔστιν ἔκ τε τοῦ Ἀριστοτελικοῦ καὶ τοῦ Χρυσιππείου βιβλίου λαμβάνειν.

Simplicius in Aristot. categ. f. 101 E. ed. Bas. ἕξεως δὲ καὶ στερήσεως οὐ δυνατὸν εἰς ἄλληλα μεταβολὴν γίνεσθαι. τυφλότης μὲν γὰρ ἐξ ὄψεως γίνεται, οὐκέτι μέντοι καὶ ἀνάπαλιν. ὅθεν καὶ ὁ Χρύσιππος ἐζήτησεν, εἰ τυφλοὺς ῥητέον τοὺς ὑποχυθέντας, δυναμένους δὲ ἐκ παρακεντήσεως ἀναβλέψαι, καὶ ἐφ’ ὧν τὰ βλέφαρα κέκλεισται. τῆς γὰρ δυνάμεως οὔσης ἐοικέναι τῷ καταμεμυκότι τοὺς ὀφθαλμοὺς ἢ τῷ κωλυομένῳ ὁρᾶν διά τι παραπέτασμα, οὗ ἀφαιρεθέντος οὐδὲν κωλύεται ὁρᾶν. διὸ οὐδὲ ἀπὸ στερήσεως εἰς ἕξιν γίνεται ἡ τοιαύτη μεταβολή. λαμβάνει δὲ νῦν στέρησιν τὴν κατὰ πήρωσιν.

Simplicius in Aristot. categ. f. 100 B. ed. Bas. (Jamblichum se exscribere significat ipse S.). καὶ γὰρ καὶ τὸν Χρύσιππον Ἀριστοτέλει ἑπόμενον στερητικὰ λέγειν ταῦτα, ὅσα ἀναιρεῖ παρεμφαίνοντα τὴν τοῦ ἔχειν φύσιν, οὐχ ἀπλῶς, ἀλλ’ ὅταν ἐμφαίνῃ τὸ πεφυκὸς καὶ ὅτε πέφυκεν - καὶ ἀντίκειται τῇ ἀπὸ τοῦ ἔχειν λεγομένῃ ἕξει ἡ στέρησις, καὶ οὐ μόνον ποιοτήτων αἱ στερήσεις, ἀλλὰ καὶ ἐνεργειῶν, ὡς ἡ τυφλότης τῆς τοῦ ὁρᾶν ἐνεργείας καὶ ἡ χωλότης τῆς τοῦ βαδίζειν.

Papyrus Letronnii περὶ ἀποφατικῶν (ed. Brunet Notices et extraits de manuscrits de la bibliothèque impériale. Tome XVIII Paris 1865, Th. Bergk Opusc. II p. 114). I. (ἐστ)ιν ὅπερ οὕτω λέγοι | (ἄν τι)ς· Οὐκ οδ’ ὅπως χρὴ | (τὸν σ)αφῶς κατειδότα | (τῆς Ἡ)ρακλείας φροντί-|(δος κ)ατηγορεῖν. Ναὶ

(οὐ ἀλ)ηθὲς ὂν ἔλεγεν ὁ | (ποιητ)ής· Οὐκ οἷδ’ ὅπως | (χρὴ τὸν) σαφῶς κατειδό| (τα τ)ῆς Ἡρακλείας | (φροντ)ίδος κατηγορεῖν. - | (Εἰ οὔτε) ψευδῶς οὔ | (τε ἀληθῶς) οὕτω λέγοι | (τις ἂν· τοί με)ξένον οὐδὲ | (ἀδαήμο)να Μουσᾶν | (ἐπαίδευσ)αν κλυταὶ | (Θῆβαι οὐκ ἀλ)ηθὲς ὂν ἐλέ|(χθη ὅπερ λεχ)θείη ἂν οὕτω | (οὔτοι με) ξένον οὐ| (δὲ ἀδαήμ)ονα Μουσᾶν ἐ|(παίδευσ)αν κλυταὶ Θῆβαι. | (ναί· οὔ)τε ψευδῶς | (οὕτ’ ἀληθῶς) οὕτω λέγοι | (τις ἄν· τοί) με ξένον | (οὐδὲ ἀδαήμ)ονα Μου| (σᾶν ἐπαίδευ)σαν κλυταὶ (Θῆβαι. ναὶ ο)ὐ· ἀληθὲς ἐ|(λέχθη ὅπερ) λεχθείη ἂν II. οὕτως· οὔτοι με ξένον οὐδὲ | ἀδαήμονα Μουσᾶν ἐπαί|δευσαν κλυταὶ Θῆβαι. 3. Εἰ ἀληθῶς τις τῶν ποιη|τῶν οὕτως ἀπεφαίνετο | Οὔ μοι Σαρδανάπαλλος ἀρέσκει τὴν διάνοιαν ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· Οὔ μοι - διάνοιαν ναὶ οὐ ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· Οὔ μοι - διάνοιαν. ναὶ οὐ ἀληθῶς τις τῶν ποιητῶν οὕτως ἀπεφαίνετο· Οὔ μοι - διάνοιαν. 4. Εἰ ἀπεφήνατό τις· (trag. fr. adesp. 83 Nauck) Οὐκ ἦν ἄρ’ οὐθὲν πῆμ’ ἐλευθέραν δάκνον Ψυχὴν ὁμοίως ἀνδρὸς ὡς ἀτιμία. ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· Οὐκ ἦν —  — ἀτιμία. ναὶ οὐ ἀπεφήνατό τις· Οὐκ ἦν —  — ἀτιμία. 5. (Εἰ ἀληθῶς) οὕτως ἀπέφασκεν Εὐριπίδης· (lphig. Aul. 28) Οὐκ ἄγαμαι ταῦτ’ ἀνδρὸς ἀριστέως. ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· Οὐκ - ἀριστέως. ναὶ οὐ ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ Οὐκ - ἀριστέως. ναὶ οὐ ἀπέφασκεν οὕτως Εὐριπίδης· Οὐκ - ἀριστέως. 6. Εἰ Ἀνδρομάχη Εὐριπίδου πρὸς Ἑρμιόνην τοῦτον ἀπεφήνατο τὸν τρόπον· (Androm. 205) Οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· Οὐκ ἐξ - πόσις
ναὶ οὐ ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· Οὐκ ἐξ - πόσις ναὶ οὐ Ἀνδρομάχη Εὐριπίδου πρὸς Ἑρμιόνην ἀπεφήνατο τοῦτον τὸν τρόπον· Οὐκ ἐξ - πόσις 7. Εἱ ἀληθές ἐστιν, ὅπερ οὕτω λεχθείη ἄν· (Eur. Stheneb. f. 662 N) Οὐκ ἔστιν ὅστις πάντ’ ἀνὴρ εὐδαιμονεῖ. ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· Οὐκ ἔστιν - εὐδαιμονεῖ. 10 ναὶ οὐ ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· Οὐκ ἔστιν - εὐδαιμονεῖ. V. ναὶ οὐ ἀληθές ἐστιν ὅπερ οὕτω λεχθείη ἄν· Οὐκ ἔστιν - εὐδαιμονεῖ. 8. Εἰ ἀληθὲς ὃν ἔλεγεν Εὐριπίδης· (inc. fab. fr. 896 N.) Οὐκ ἐν γυναιξὶ τοὺς νεανίας χρεών, ἀλλ’ ἐν σιδήρῳ κἀν ὅπλοις τιμὰς ἔχειν. ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· Οὐκ ἐν - τιμὰς ἔχειν. ναὶ οὐ ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· Οὐκ ἐν - τιμὰς ἔχειν. ναὶ οὐ ἀληθὲς ὂν ἔλεγεν Εὐριπίδης· Οὐκ ἐν - τιμὰς ἔχειν. 9. Εἰ ποιητής τις οὕτως ἀπεφήνατο· (lyr. fr. adesp. 5 Bgk.) VI. Οὐ μοι ἔτ’ εὐκελάδων ὕμνων μέλει οὐδ’ ἔτι μολπῆς. φάσις ἐστὶν ὅπερ οὕτω λεχθείη ἄν· μοι ἔτ’ —  — μολπῆς. ναὶ οὐ φάσις ἐστὶν ὅπερ οὕτω λεχθείη ἄν· μοι ἔτ’ - μολπῆς. ναὶ οὐ ποιητής τις οὕτως ἀπεφήνατο· οὔ μοι ἔτ’ - μολπῆς. Εἰ ποιητής τις οὕτως ἀπεφήνατο· Οὔ μοι ἔτ’ - μολπῆς. ἀντίκειται τῷ· Οὔ μοι ἔτ’ - μολπῆς. ἀξίωμα καταφατικόν. Ναὶ οὐ ἀντίκειται τῷ· Οὔ μοι ἔτ’ - μολπῆς. ἀξίωμα καταφατικόν. Ναὶ οὐ ποιητής τις οὕτως ἀπεφήνατο· Οὔ μοι ἔτ’ - μολπῆς. 10. Εἰ Κύκλω ὁ τοῦ Τιμοθέου πρός τινα οὕτως ἀπεφήνατο·
VII. (Timoth. fr. 4) Οὔτοί τόν γ’ ὑπεραμπέχοντ’ οὐρανὸν εἰσαναβήσει. ἀντίκειται ἑνὶ καταφατικῷ ἀξιώματι δύο ἀποφατικὰ ἀξιώματα. ναὶ οὐ ἀντίκειται ἑνὶ καταφατικῷ ἀξιώματι δύο ἀποφατικὰ ἀξιώματα. ναὶ οὐ Κύκλωψ ὁ τοῦ Τιμοθέου πρός τινα οὕτως ἀπεφήνατο· Οὔτοι τόν - εἰσαναβήσει. 11. Εἰ οὕτως ἀπεφήνατό τις· (trag. fr. adesp. 78 N.) Οὐκ οἶδα· τἀληθὲς γὰρ ἀσφαλὲς φράσαι. ἀποφαίνοιτ’ ἄν τις· [οὐκ] οἶδα - φράσαι. ναὶ οὐ ἀποφαίνοιτ’ ἄν τις· [κ] οἶδα - φράσαι. ναὶ οὐ οὕτως ἀπεφαίνετό τις· οὐκ οἶδαι - φράσαι. 12. Εἰ οὕτως ἀποφαίνοιτ’ ἄν τις· (Thesp. fr. 2 N.) VIII. [κ] ἐξαθρήσας οἷδʼ· ἰδῶν δέ σοι λέγω. Θέσπις ὁ ποιητὴς οὕτως ἀπέφασκεν· οὐκ ἐξαθρήσας οἷδʼ· ἰδὼν δέ σοι λέγω. ναὶ οὐ οὕτως ἀποφαίνοιτ’ ἄν τις· [κ] ἐξαθρήσας οἱδʼ· ἰδὼν δέ σοι λέγω. ναὶ οὐ Θέσπις ὁ ποιητὴς οὕτως ἀπέφασκεν οὐκ ἐξαθρήσας· οἶδʼ· ἰδὼν δέ σοι λέγω. 13. Εἰ Σαπφὼ οὕτως ἀπεφήνατο· (fr. 69 Bgk.) οὐδ’ ἴαν δοκίμοιμι προσιδοῖσαν φάος ἀλίω ἔσσεσθαι σοφίαν παρθένον εἰς οὐδένα πω χρόνον τοιαύταν. ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· οὐδ’ ἴαν —  — - τοιαύταν. ναὶ οὐ ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· IX. οὐδ’ ἴαν —  — - τοιαύταν. ναὶ οὐ Σαπφὼ οὕτως ἀπεφαίνετο· οὐδ’ ἴαν —  — - τοιαύταν. 14. Εἰ οὐ ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· (Ibyc. fr. 27 Bgk.) οὐκ ἔστιν ἀποφθιμένοις ζωᾶς ἔτι φάρμακον εὑρεῖν. οὐκ [ὁ] Ἴβυκος ὁ ποιητὴς οὕτως ἀ(πε)φαίνετ(ο)· οὐκ ἔστιν —  — - εὑρεῖν. ναὶ οὐ ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· οὐκ ἔστιν —  — - εὑρεῖν.
ναὶ οὐ Ἴβυκος ὁ ποιητὴς οὕτως ἀπεφαίνετο· οὐκ ἔστιν —  — - εὑρεῖν. 15. Εἰ οὐ εἰσὶν ἀμφίβολοι διάλεκτοι, οὐ Εὐριπίδης οὕτως ἀποφηνά- μενος· (Eur. Dictys fr. 344 N.) οὐκ ἂν γένοιτο χρηστὸς ἐκ κακοῦ πατρός. [ἀπέφασκεν· ἂν γένοιτο - πατρός. ναὶ οὐ εἰσὶν ἀμφίβολοι διάλεκτοι· ναὶ οὐ Εὐριπίδης, οὕτως ἀπο- φηνάμενος· οὐκ ἂν γένοιτο - πατρός. ἀπέφασκεν· ἂν γένοιτο - πατρός. 16. Εἰ ἢ ψεῦδος ἢ ἀληθές ἐστιν, ὃ ἐλέχθη ὑπ’ Εὐριπίδου τὸν τρόπον τοῦτον· (Eur. Hel. 1261) οὐχ ὧδε ναύτας ὀλομένους τυμβεύομεν. X. ἀντί]κειται ἀξίωμα καταφατικὸν τῷ· οὐχ ὧδε —  — τυμβεύομεν. ναὶ οὐ ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· οὐχ ὧδε —  — τυμβεύομεν. ναὶ οὔτε ψεῦδος οὔτε ἀληθές ἐστιν (ὃ ἐλέχθη) ὑπ’ Εὐριπίδου τὸν τρόπον τοῦτον· οὐχ ὧδε —  — τυμβεύομεν. 17. (Εἰ) ἀληθῶς Εὐριπίδης (ἔλ)εγεν· (Eur. Phoenix fr. 814 N.) οὐκ ἔστι (τοῦ θρ)έψαντος ἥδιον πέδον. ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· οὐκ ἔστι —  — πέδον. ναὶ οὐ ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· οὐκ ἔστι —  — πέδον. ναὶ οὐ ἀληθῶς Εὐριπίδης ἔλεγεν· οὐκ ἔστι —  — πέδον. 18. Εἰ Εὐριπίδης οὕτως ἀπεφαίνετο· (Eur. Suppl. 270) οὐκ ἔστιν οὐθὲν διὰ τέλους εὐδαιμονεῖν. ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· οὐκ ἔστιν - εὐδαιμονεῖν. ναὶ οὐ ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· οὐκ ἔστιν - εὐδαιμονεῖν.
ναὶ οὐ Εὐριπίδης οὕτως ἀπεφαίνετο· οὐκ ἔστιν - εὐδαιμονεῖν. 19. Εἰ οὕτως ἀπεφαίνετό τις τῶν ποιητῶν· (trag. fr. adesp. 79 N.) οὐκ ἀξιῶ μικ(ρ)ῶν σε· μεγάλα δ’ οὐκ ἔχω. ἔστιν τις ὃς οὕτως ἀποφαίνοιτ’ ἄν· ἀξιῶ μικ(ρ)ῶν - ἔχω. ναὶ οὐ ἔστιν τις ὃς οὕτως ἀποφαίνοιτ’ ἄν· [κ] ἀξιῶ μικ(ρ)ῶν - ἔχω. ναὶ οὐ ἀπεφαίνετό τις τῶν ποιητῶν οὕτως· οὐκ ἀξιῶ —  — ἔχω. 20. Εἰ Ἀγαμέμνων οὕτως ἀπέφασκεν· (Cypriorunm fr. 13 K.) οὐκ ἐφάμην Ἀχιλῆι χολώσειν ἄλκιμον ἧτορ ὧδε μάλ’ ἐκπάγλως, ἐπειδὴ μάλα μοι φίλος ἤην. ἀξίωμά ἐστιν· [κ] ἐφάμην Ἀχιλῆι —  — ἤην. ναὶ οὐκ ἀξίωμά ἐστιν· [κ] ἐφάμην Ἀχιλῆι —  — ἤην. ναὶ οὐ Ἀγαμέμνων οὕτως ἀπέφασκεν· οὐκ ἐφάμην —  — - ἤην. 21. Εἰ Ἀλκμὰν ὁ ποιητὴς οὕτως ἀπεφαίνετο· (Alcm. fr. 25) οὐκ ἦς ἀνὴρ ἄγροικος οὐδὲ σκαιός. καταφάσκοι ἄν τις· [κ] ἦς ἀνὴρ - σκαιός. ναὶ οὐ καταφάσκοι ἄν τις· [κ] ἦς ἀνὴρ - σκαιός. ναὶ οὐκ Ἀλκμὰν ὁ ποιητὴς οὕτως ἀπεφαίνετο· οὐκ ἦς —  — σκαιός. 22. Εἱ οὕτως ἀποφαίνοιτ’ ἄν τις· (Anacr. fr. 15) [οὐ]δηὖτ’ ἔμπεδός εἰμι, οὐδ’ ἀστοῖσι προσηνής, οὐ Ἀνακρέων οὕτως ἀπεφήνατο· οὐ δηὖτ’ - προσηνής· ναὶ οὐ οὕτως ἀποφαίνοιτ’ ἄν τις· δηὖτ’ —  — προσηνής. ναὶ οὐ Ἀνακρέων οὕτως ἀπεφήνατο· οὐ δηὖτ’ —  — προσηνής. 23. Εἰ Σαπφὼ οὕτως ἀποφαινομένη· (Sappho fr. 36) οὐκ οἶδ’ ὅττι θέω· δύο μοι τὰ νοήματα. 180
ἀπέφασκεν· οἶδ’ ὅττι —  — νοήματα. εἰσὶν ἀμφίβολοι διάλεκτοι. ναὶ οὐ εἰσὶν ἀμφίβολοι διάλεκτοι. ναὶ οὐ Σαπφὼ οὕτως ἀποφαινομένη· οὐκ οἶδ’ ὅττι —  — νοήματα. ἀπέφασκεν· οἶδ’ ὅττι —  — νοήματα. Εἰ Σαπφὼ οὕτως ἀπέφασκεν· οὐκ οἶδ’ —  — νοήνατα. ἔστιν τι καταφατικὸν ἀξίωμα ἀντικείμενον τῷ· οὐκ οἶδ’ —  — νοήματα. ναὶ οὐ ἔστιν τι καταφατικὸν ἀξίωμα ἀντικείμενον τῷ· οὐκ οἶδ’ —  — νοήματα. ναὶ οὐ Σαπφὼ οὕτως ἀπέφασκεν· οὐκ οἶδ’ —  — νοήματα. 24. Εἰ ποιητής τις οὕτως ἀπεφαίνετο· (lyr. fr. adesp. 106 Bgk.) οὐκ εἶδον ἀνεμωκέα κόραν. ἔστιν τι καταφατικὸν ἀξίωμα ἀντικείμενον τῷ· οὐκ εἶδον - κόραν. ναὶ οὐ ἔστιν τι καταφατικὸν ἀξίωμα ἀντικείμενον τῷ· οὐ || | α κό(ραν . .  . . . . | καταφατ(ικῷ δύο ἀξιώ)|ματα ἀπ(οφατικὰ ἀν)|τί- κειται . . . . . . . . . | δέχεται . . . . . . . . . | σιω κάκεῖνα . . . . . | ἀποφαιν . . . . . . . . |κ εἶδον ἀνεμωκέα κό|ραν ἀποῳ . . . . . . . . . | νεμωκέα κόραν . . . . | των ου ειδ . . . . |

Diocles Magnes apud. Diog. Laërt. VII 63. φασὶ δὲ [τὸ] λεκτὸν εἶναι τὸ κατὰ φαντασίαν λογικὴν ὑφιστάμενον. τῶν δὲ λεκτῶν τὰ μὲν λέγουσιν εἶναι αὐτοτελῆ οἱ Στωϊκοί, τὰ δὲ ἐλλιπῆ· ἐλλιπῆ μὲν οὖν ἐστι τὰ ἀναπάρτιστον ἔχοντα τὴν ἐκφοράν, οἷον γράφει. ἐπιζητοῦμεν γάρ τίς; αὐτοτελῆ δ’ ἐστὶ τὰ ἀπηρτισμένην ἔχοντα τὴν ἐκφοράν, οἷον· γράφει Σωκράτης.

Philo de agricultura § 139. Vol. II p. 122, 18 Wendl. ὅτι τῶν ὄντων τὰ μέν ἐστι σώματα, τὰ δ’ ἀσώματα· καὶ ⟨τῶν σωμάτων⟩ τὰ μὲν ἄψυχα, τὰ δὲ ψυχὴν ἔχοντα· καὶ τὰ μὲν λογικὰ, τὰ δ’ ἄλογα· καὶ τὰ μὲν θνητά, τὰ δὲ θεῖα· καὶ τῶν θνητῶν τὸ μὲν ἄῤῥεν, τὸ δὲ θῆλυ, τὰ ἀνθρώπου τμήματα. Καὶ πάλιν τῶν ἀσωμάτων τὰ μὲν τέλεια, τὰ δ’ ἀτελῆ· καὶ τῶν τελείων τὰ μὲν ἐρωτήματα καὶ πύσματα, ἀρατικά τε αὖ καὶ

ὁρκικὰ καὶ ὅσαι ἄλλαι τῶν κατ’ εἶδος ἐν ταῖς περὶ τούτων στοιχειώσεσιν ἀναγράφονται διαφοραί. Τὰ δὲ πάλιν ἃ διαλεκτικοῖς ἔθος ἐστὶν ὀνομάζειν ἀξιώματα· καὶ τούτων τὰ μὲν ἁπλᾶ, τὰ δ’ οὐχ ἁπλᾶ· καὶ τῶν οὐχ ἁπλῶν τὰ μὲν συνημμένα, τὰ δὲ παρασυνημμένα τὸ μᾶλλον ἢ ἦττον· καὶ προσέτι δὲ διεζευγμένα καὶ ἄλλα τοιουτότροπα· ἔτι δ’ ἀληθῆ τε καὶ ψευδῆ καὶ ἄδηλα, δυνατά τε καὶ ἀδύνατα· [καὶ τὰ μὲν φθαρτὰ καὶ ἄφθαρτα,] καὶ ἀναγκαῖα καὶ οὐκ ἀναγκαῖα, καὶ εὔπορά τε καὶ ἄπορα, καἰ ὅσα συγγενῆ τούτοις. Πάλιν δὲ τῶν ἀτελῶν αἱ εἰς τὰ λεγόμενα κατηγορήματα καὶ συμβεβηκότα καὶ ὅσα τούτων ἐλάττω διαιρέσεις προσεχεῖς.

Diocles Magnes apud Diog. Laërt. VII 63. ἐν μὲν οὖν τοῖς ἐλλιπέσι λεκτοῖς τέτακται τὰ κατηγορήματα· - 64. ἔστι δὲ τὸ κατηγόρημα τὸ κατά τινος ἀγορευόμενον· ἢ πρᾶγμα συντακτὸν περί τινος ἢ τινῶν, ὡς οἱ περὶ Ἀπολλόδωρόν φασιν, ἢ λεκτὸν ἐλλιπὲς συντακτὸν ὀρθῇ πτώσει πρὸς ἀξιώματος γένεσιν. τῶν δὲ κατηγορημάτων τὰ μέν ἐστι συμβάματα **** οἷον τὸ διὰ πέτρας πλεῖν. καὶ τὰ μέν ἐστι τῶν κατηγορημάτων ὀρθά, ἃ δ’ ὕπτια, ἃ δ’ οὐδέτερα. ὀρθὰ μὲν οὖν ἐστι τὰ συντασσόμενα μιᾷ τῶν πλαγίων πτώσεων πρὸς κατηγορήματος γένεσιν, οἶον ἀκούει ὁρᾷ διαλέγεται. ὕπτια δέ ἐστι τὰ συντασσόμενα τῷ παθητικῷ μορίῳ, οἶον ἀκούομαι ὁρῶμαι. οὐδέτερα δ’ ἐστὶ τὰ μηδετέρως ἔχοντα, οἶον φρονεῖ περιπατεῖ. ἀντιπεπονθότα δέ ἐστιν ἐν τοῖς ὑπτίοις, ἃ ὕπτια ὄντα ἐνεργήματά [δέ] ἐστιν, οἷον κείρεται. ἐμπεριέχει γὰρ ἑαυτὸν ὁ κειρόμενος. πλάγιαι δὲ πτώσεις εἰσὶ γενικὴ καὶ δοτικὴ καὶ αἰτιατική.

Porphyrius apud Ammonium in Aristot. de interpr. p. 44, 19 Busse. (ἐν οἷς καὶ προσιστορεῖ (scil. Porphyrius) τὴν τῶν Στωϊκῶν διάταξιν περὶ τῶν κατηγορουμένων ὅρων ἐν ταῖς προτάσεσιν οὖσαν τοιαύτην.) Τὸ κατηγορούμενον ἤτοι ὀνόματος κατηγορεῖται ἢ πτώσεως, καὶ τούτων ἑκάτερον ἤτοι τέλειόν ἐστιν ὡς κατηγορούμενον καὶ μετὰ τοῦ ὑποκειμένου αὔταρκες πρὸς γένεσιν ἀποφάνσεως, ἢ ἐλλιπὲς καὶ προσθήκης τινὸς δεόμενον πρὸς τὸ τέλειον ποιῆσαι κατηγορούμενον. ἂν μὲν οὖν ὀνόματός τι κατηγορηθὲν ἀπόφανσιν ποιῇ, κατηγόρημα καὶ σύμβαμα παρ’ αὐτοῖς νομάζεται (σημαίνει γὰρ ἄμφω ταὐτὸν), ὡς τὸ περιπατεῖ, οἷον Σωκράτης περιπατεῖ. ἂν δὲ πτώσεως, παρασύμβαμα, ὡσανεὶ παρακείμενον τῷ συμβάματι καὶ ὂν οἷον παρακατηγόρημα. ὡς ἔχει τὸ μεταμέλει, οἷον Σωκράτει μεταμέλει. τὸ μὲν γὰρ μεταμελεῖται σύμβαμα εἶναι, τὸ δὲ μεταμέλει παρασύμβαμα οὐ δυνάμενον ὀνόματι συνταχθὲν ἀπόφανσιν ἐργάσασθαι, οἷον Σωκράτης μεταμέλει (οὐδεμία γὰρ τοῦτο ἀπόφανσις) ἀλλ’ οὔτε κλίσιν ἐπιδέξασθαι δυνάμενον, ὡς τὸ περιπατῶ, περιπατεῖς, περιπατεῖ οὔτε συμμετασχηματισθῆναι τοῖς ἀριθμοῖς· ὥσπερ γὰρ λέγομεν τούτῳ μεταμέλει οὕτως, καὶ τούτοις μεταμέλει. καὶ πάλιν ἂν μὲν τὸ τοῦ ὀνόματος κατηγορούμενον δέηται προσθήκης πτώσεως ὀνόματός τινος πρὸς τὸ ποιῆσαι

ἀπόφάνσιν, ἔλαττον ἢ κατηγόρημα λέγεται, ὡς ἔχει τὸ φιλεῖ καὶ τὸ εὐνοεῖ, οἷον Πλάτων φιλεῖ· τούτῳ γὰρ προστεθὲν τὸ τινά, οἷον Δίωνα, ποιεῖ ὡρισμένην ἀπόφανσιν τὴν Πλάτων Δίωνα φιλεῖ. ἂν δὲ τὸ τῆς πτώσεως κατηγορούμενον ᾖ τὸ δεόμενον ἑτέρᾳ συνταχθῆναι πλαγίᾳ πτώσει πρὸς τὸ ποιῆσαι ἀπόφανσιν, ἔλαττον ἢ παρασύμβαμα λέγεται, ὡς ἔχει τὸ μέλει, οἷον Σωκράτει Ἀλκιβιάδου μέλει. ταῦτα δὲ πάντα καλοῦσι ῥήματα. καὶ τοιαύτη μὲν ἡ τῶν Στωϊκῶν περὶ τούτων παράδοσις.

Eadem fere Stephanus in Aristot. de interpret. p. 10, 22 sq. p. 11, 8 sq. Hayd. (Comment. graec. XVIII, 3), Cf. etiam Apollon. περὶ συντ. III 32 μεταμέλει γὰρ Σωκράτει καὶ ἔτι μέλει, τῆς ὀρθῆς οὐ συνούσης, διὸ καὶ παρασυμβάματα αὐτὰ ἐκάλεσαν οἱ ἀπὸ τῆς Στοᾶς, τῶν ἄλλων ῥημάτων κατὰ τὰς συμβαινούσας διαθέσεις παρ’ αὐτοῖς συμβαμάτων προσαγορευομένων ἢ καὶ ἔτι κατηγορημάτων· καὶ τὸ μἐν ἀπαρτίζον τὴν διάνοιαν παρασύμβαμα, λέγω τὸ μέλει Σωκράτει, τὸ δὲ ἐλλεῖπον ἧττον ἢ παρασύμβαμα, λέγω δὴ τὸ μέλει. Idem I, 8 πᾶν ἀπαρέμφατον ὄνομά ἐστι ῥηματικόν, εἰ γε καὶ οἱ ἀπὸ τῆς Στοᾶς αὐτὸ μὲν καλοῦσι ῥῆμα, τὸ δὲ περιπατεῖ ἢ γράφει κατηγόρημα ἢ σύμβαμα. Falsa de iisdem rebus produnt Suid. s. v. σύμβαμα Priscianus XVIII p. 1118.

Simplicius in Aristot. categ. f. 84 Δ ed. Bas. Παρατηρεῖν δὲ δεῖ καὶ πότε ὀρθόν ἐστι καὶ πότε ὕπτιον τὸ ἐνέργημα ἢ πάθος. αὐτίκα τὸ μὲν λυπεῖν ὀρθὸν τοῖς πολλοῖς δοκεῖ, τὸ δὲ λυπεῖσθαι ὕπτιον. οὐ μὴν ἀεὶ τοῦτο συμβαίνει, ὥσπερ ἐπὶ τοῦ τύπτοντος καὶ τυπτομένου· ἐνδέχεται γὰρ μὴ ἀεὶ συνεῖναι τὸν λυποῦντα, οἷον τὸν ἀποθανόντα υἱόν, εἰ ἐπ’ αὐτῷ τις λυποῖτο· ἐνδέχεται δὲ καὶ μὴ λυπεῖσθαι, εἰ μὴ ἄρα ἡ φαντασία, ποιητικὸν οὖσα καὶ αὐτὴ αἴτιον, ἐπιμένει. ἔστι δ’ ὅταν καὶ παυσαμένου τοῦ ποιοῦντος πάσχει τὸ πάσχον, ἐπιμενούσης τῆς διαθέσεως, ὡς ἐπὶ τοῦ ὑπὸ πυρὸς θερμαινομένου καὶ μετὰ τὴν ἀναχώρησιν τοῦ πυρὸς ἔτι πάσχοντος τὸ θερμαίνεσθαι· διττὸν γὰρ τὸ πάσχειν, τὸ μὲν τῷ ποιεῖν συνηρτημένον, τὸ δὲ κατὰ τὴν διάθεσιν θεωρούμενον. ἴσως δὲ καὶ ἐνταῦθα ἔνδον συνέζευκται τὸ ποιοῦν, ἤτοι ἡ φαντασία ἢ τὸ ἔξωθεν ἐγγενόμενον πῦρ. τοῖς οὖν πράγμασιν ἀλλ’ οὐ ταῖς λέξεσιν ἐν τῇ τούτων ἐπικρίσει ἀκολουθεῖν καλόν. πολλὴ δὲ ἡ τῶν τοιούτων ἐξεργασία παρὰ τοῖς Στωϊκοῖς· ὧν ἐφ’ ἡμῶν καὶ ἡ διδασκαλία καὶ τὰ πλεῖστα τῶν συγγραμμάτων ἐπιλέλοιπεν. Scripsit Chrysippus de rebus hac paragrapho tractatis: περὶ προσταγμάτων βʹ περὶ ἐρωτήσεως βʹ περὶ πεύσεως δʹ ἐπιτομὴ περὶ ἐρωτήσεως καὶ πεύσεως αʹ.

Diocles Magnes apud Diog. Laërt. VII 66. διαφέρει δὲ ἀξίωμα καὶ ἐρώτημα καὶ πύσμα ⟨καὶ⟩ προστακτικὸν καὶ ὁρκικὸν καὶ ἀρατικὸν καὶ ὑποθετικὸν καὶ προσαγορευτικὸν καὶ πρᾶγμα ὅμοιον ἀξιώματι. ἀξίωμα μὲν

γάρ ἐστιν ὃ λέγοντες ἀποφαινόμεθα, ὅπερ ἢ ἀληθές ἐστιν ἢ ψεῦδος. ἐρώτημα δέ ἐστι πρᾶγμα αὐτοτελὲς μέν, ὡς καὶ τὸ ἀξίωμα, αἰτητικὸν δὲ ἀποκρίσεως, οἷον ἇρά γε ἡμέρα ἐστί; τοῦτο δὲ οὔτε ἀληθές ἐστιν οὔτε ψεῦδος· ὥστε τὸ μὲν ἡμέρα ἐστίν ἀξίωμά ἐστι, τὸ δὲ ἆρά γε ἡμέρα ἐστίν; ἐρώτημα. πύσμα δέ ἐστι πρᾶγμα πρὸς ὃ συμβολικῶς οὐκ ἔστιν ἀποκρίνεσθαι, ὡς ἐπὶ τοῦ ἐρωτήματος, ναί, ἀλλὰ ⟨δεῖ⟩ εἰπεῖν οἰκεῖ ἐν τῷδε τῷ τόπῳ. προστακτικὸν δέ ἐστι πρᾶγμα, ὃ λέγοντες προστάσσομεν, οἷον· (fr. trag. adesp. 144 N) σὺ μὲν βάδιζε τὰς ἐπ' Ἰνάχου ῥοάς. ὁρκικὸν **** ⟨προσαγορευτικὸν⟩ δέ ἐστι πρᾶγμα, ὃ εἰ λέγοι τις, προσαγορεύοι ἄν, οἷον Ἀτρείδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγαμέμνον. ὅμοιον δέ ἐστιν ἀξιώματι, ὃ τὴν ἐκφορὰν ἔχον ἀξιωματικὴν παρά τινος μορίου πλεονασμὸν ἢ πάθος ἔξω πίπτει τοῦ γένους τῶν ἀξιωμάτων, οἷον· καλός γ’ ὁ παρθενών. ὡς Πριαμίδησιν ἐμφερὴς ὁ βουκόλος (frg. trag. adesp. 109) ἔστι δὲ καὶ ἐπαπορητικόν τι πρᾶγμα διενηνοχὸς ἀξιώματος, ὃ εἰ λέγοι τις, ἀποροίη ἂν· (Menandri fr. 281, 9 Kock) ἆρ’ ἔστι συγγενές τι λύπη καὶ βίος; οὔτε δὲ ἀληθῆ ἐστιν οὔτε ψευδῆ τὰ ἐρωτήματα καὶ τὰ πύσματα καὶ τὰ τούτοις παραπλήσια, τῶν ἀξιωμάτων ἢ ἀληθῶν ἢ ψευδῶν ὄντων.

Sextus adv. math. VIII 70. αὐτίκα γὰρ - ἠξίουν οἱ Στωϊκοὶ κοινῶς ἐν λεκτῷ τὸ ἀληθὲς εἶναι καὶ τὸ ψεῦδος. λεκτὸν δὲ ὑπάρχειν φασὶ τὸ κατὰ λογικὴν φαντασίαν ὑφιστάμενον· λογικὴν δὲ εἶναι φαντασίαν καθ’ ἣν τὸ φαντασθὲν ἔστι λόγῳ παραστῆσαι. τῶν δὲ λεκτῶν τὰ μὲν ἐλλιπῆ καλοῦσι τὰ δὲ αὐτοτελῆ. ὧν τὰ μὲν ἐλλιπῆ παρείσθω νῦν, τῶν δὲ αὐτοτελῶν πλείους εἶναί φασι ⟨διαφοράς⟩. καὶ γὰρ προστακτικὰ καλοῦσί τινα, ἅπερ προστάσσοντες λέγομεν, οἷον δεῦρ’ ἴθι νύμφα φίλη (Il. Γ 30) καὶ ἀποφαντικά, ἅπερ ἀποφαινόμενοί φαμεν, οἷον ὁ Δίων περιπατεῖ, καὶ πύσματα, ἅπερ λέγοντες πυνθανόμεθα, οἷον ποῦ οἰκεῖ Δίων; ὀνομάζεται δέ τινα παρ’ αὐτοῖς καὶ ἀρατικά, ἅπερ λέγοντες ἀρώμεθα ὧδέ σφ’ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος (Il. Γ 300) καὶ εὐκτικά, ἅπερ λέγοντες εὐχόμεθα Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε μέγιστε, δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι (Il. H 202). προσαγορεύουσι δέ τινα τῶν αὐτοτελῶν καὶ ἀξιώματα, ἅπερ λέγοντες ἢ ἀληθεύομεν ἢ ψευδόμεθα. ἔστι δέ τινα καὶ πλείονα ἢ ἀξιώματα, οἷον τὸ μὲν τοιοῦτο Πριαμίδῃσιν ἐμφερὴς ὁ βουκόλος ἀξίωμά ἐστιν· ἢ γὰρ ἀληθεύομεν λέγοντες αὐτὸ ἢ ψευδόμεθα· τὸ δὲ οὕτως ἔχον ὡς Πριαμίδῃσιν ἐμφερὴς ὁ βουκόλος πλέον τι ἀξιώματός ἐστι καὶ οὐκ ἀξίωμα. πλὴν ἱκανῆς οὔσης ἐν τοῖς λεκτοῖς διαφορᾶς, ἵνα τι, φασίν, ἀληθὲς ᾖ ἢ ψεῦδος, δεῖ αὐτὸ πρὸ παντὸς λεκτὸν εἶναι, εἶτα καὶ αὐτοτελές, καὶ οὐ κοινῶς ὁποῖον δήποτε οὖν ἀλλ’ ἀξίωμα· μόνον γὰρ τοῦτο, ὡς προεῖπον, λέγοντες ἤτοι ἀληθεύομεν ἢ ψευδόμεθα.

Ammonius in Aristot. de interpret. p. 2, 26 Busse. καλοῦσι δὲ οἱ Στωϊκοὶ τὸν μὲν ἀποφαντικὸν λόγον ἀξίωμα, τὸν δὲ εὐκτικὸν ἀρατικόν, τὸν δὲ κλητικὸν προσαγορευτικόν, προστιθέντες τούτοις ἕτερα πέντε λόγων εἴδη

σαφῶς ὑπό τινα τῶν ἀπηριθμημένων ἀναφερόμενα· λέγουσι γὰρ τὸ μέν τι εἶναι ὀμοτικὸν οἷον· ἴστω νῦν τόδε γαῖα, τὸ δὲ ἐκθετικὸν οἷον ἔστω εὐθεῖα γραμμὴ ἥδε, τὸ δὲ ὑποθετικὸν οἷον ὑποκείσθω τὴν γῆν κέντρον εἶναι τῆς τοῦ ἡλίου σφαίρας τὸ δὲ ὅμοιον ἀξιώματι οἷον ὡς ὡραΐζεται ἡ τύχη εἰς τοὺς βίους (Menander fr. 855) ἅπερ ἅπαντα δεκτικὰ ὄντα ψεύδους τε καὶ ἀληθείας ὑπάγοιντο ἂν τῷ ἀποφαντικῷ. —  — πέμπτον δέ τι πρὸς τούτοις εἶναί φασι τὸ ἐπαπορητικὸν οἷον· Δᾶος πάρεστι· τί ποτ’ ἐπαγγελῶν ἄρα; ὅπερ ἐναργῶς ταὐτὸν ὂν τυγχάνει τῷ ἐρωτηματικῷ, πλὴν ὅτι προτίθησι τὴν πρόφασιν τῆς ἐρωτήσεως.

Ammonius in Aristot. Analyt. pr. p. 2, 3 Wal. ὥστε οὐ περὶ παντὸς λόγου ἐκεῖ διαλαμβάνει, οὔτε περὶ τοῦ εὐκτικοῦ οὔτε περὶ τοῦ προστακτικοῦ οὔτε ἄλλου τινὸς ἤτοι τῶν πέντε κατὰ τοὺς Περιπατητικοὺς ἢ τῶν δέκα κατὰ τοὺς Στωϊκοὺς πλὴν τοῦ ἀποφαντικοῦ. Cf. p. 26, 31.

Scholia Hesiod. Theog. v. 463. τῷ ἐρωτήματι συμβολικῶς ἕπεται ἡ ἀπόκρισις, τῷ πύσματι δὲ διεξοδικῶς.

Alexander in Aristot. Topica p. 539, 17. καὶ γὰρ ἐν ἐκείνῳ εἶπε (scil. Aristoteles in Top. lib. I) μὴ εἶναι διαλεκτικὰς ἐρωτήσεις τὰς τί ἐστι τὸ προκείμενον ἐξεταζούσας, ἃ πύσματα ἔθος λέγειν τοῖς νεωτέροις.

Simplicius in Aristot. categ. f. 103 A. ed. Bas. χωρὶς δὲ τούτων, φασί, πάλαι λέλυται ταῦτα ἐν ταῖς ἐξηγήσεσι τοῦ ὅρου τοῦ ἀξιώματος τοῦ ἀφοριζομένου τὸ ἀξίωμα ὅ ἐστιν ἀληθὲς ἢ ψεῦδος· οὐ γὰρ τὸ ὀμοτικὸν οἷόν τε ἀληθὲς εἶναι ἢ ψευδές, ἀλλ’ εὐορκεῖν μὲν ἢ ἐπιορκεῖν ἐν τοῖς ὅρκοις εἰκός· ἀληθεύειν δὲ ἢ ψεύδεσθαι ἐν αὐτοῖς οὐχ οἷόν τε, κἂν περὶ ἀληθῶν ὀμόσῃ τις ἢ ψευδῶν. καὶ τὸ θαυμαστικὸν δὲ πλεονάζον τῷ θαύματι παρὰ τὸ ἀξίωμα καὶ τὸ ψεκτικὸν τῷ μωμίμῳ (sic!) οὔτε ἀληθές ἐστιν οὔτε ψευδές, ἀλλὰ ὅμοια ἀληθέσιν ἢ ψευδέσιν· ἀλλ’ αὗται μὲν ἀπὸ τῆς Στωϊκῆς ἀκριβείας ἔστωσαν αἱ λύσεις. Ex Chrysippi libris ad hanc paragraphum pertinent: περὶ ἀξιωμάτων αʹ περὶ τῶν καταγορευτικῶν πρὸς Ἀθηνόδωρον αʹ περὶ τῶν ἀορίστων ἀξιωμάτων πρὸς Δίωνα γʹ περὶ τῆς διαφορᾶς τῶν ἀορίστων δʹ περὶ δυνατῶν πρὸς Κλεῖτον δʹ περὶ τῶν κατὰ τὸ ὑποκείμενον ὡρισμένων ἐκφορῶν αʹ.

Diocles Magnes apud Diog. Laërt. VII 65. ἀξίωμα δέ ἐστιν ὅ ἐστιν ἀληθὲς ἢ ψεῦδος· ἢ πρᾶγμα αὐτοτὲς ἀποφαντὸν ὅσον ἐφ’ ἑαυτῷ ὡς ὁ Χρύσιππός φησιν ἐν τοῖς διαλεκτικοῖς ὅροις

ἀξίωμά ἐστι τὸ ἀποφαντὸν ἢ καταφαντὸν ὅσον ἐφ’ ἑαυτῷ οἱον 'ἡμέρα ἐστί’ 'Δἱων περιπατεῖʼ· ῶνόμασται δὲ τὸ ἀξιωμα ἀπὸ τοῦ ἀξιοῦσθαι ἢ ἀθετεῖσθαι. ὁ γὰρ λέγων ἡμέρα ἐστῖν ἀξιοῦν δοκεῖ τὸ ἡμέραν εἶναι. οὔσης μὲν οὖν ἡμέρασ ἀληθὲς γίνεται τὸ προκείμενον ἀξίωμα, μὴ οὔσης δὲ φεῦδος.

Gellius Noct. Att. XVI 8, 1. Cum in disciplinas dialecticas induci atque imbui vellemus, necessus fuit adire atque cognoscere quas vocant dialectici εἰσαγωγάς. Tum quia in primo περὶ ἀξιωμάτων discendum. —  — 4. redimus igitur necessario ad graecos libros. Ex quibus accepimus ἀξίωμα esse his verbis: λεκτὸν αὐτοτελὲς ἀπόφαντον ὅσον ἐφ’ αὑτῷ. —  — 8. et omnino quicquid ita dicitur plena atque perfecta verborum sententia, ut id necesse sit aut verum aut falsum esse, id a dialecticis ἀξίωμα appellatum est. —  —