Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Varro de lingua lat. X 59. Nam nonnunquam alterum ex altero videtur, ut Chrysippus scribit, quem admodum pater ex filio et

filius ex patre, neque minus in fornicibus propter sinistram dextra stat, quam propter dextram sinistra. Quapropter et ex rectis casibus obliqui et ex obliquis recti et ex singularibus multitudinis et ex multitudinis singulares nonnumquam recuperari possunt.

Scholia in Hom. Iliad. Δ 295. ἀλάστωρ καὶ ὁ ἁμαρτωλός ἢ κατὰ Χρύσιππον ὁ φονεὺς διὰ τὸ ἄξιος εἶναι ἀλᾶσθαι ὅ ἐστι πλανᾶσθαι.

Lexicon apud Bekk. Anecd. Gr. I 374. ἀλάστωρ· ὁ ἁμαρτωλός. ἢ ὁ φονικὸς δαίμων· καὶ κατὰ μὲν Χρύσιππον τὸν φιλόσοφον ἀπὸ τῆς ἐλάσεως, ὁ ἄξιος ἐλαύνεσθαι διὰ φόνον· κατὰ δὲ Ἀπολλόδωρον ἀπὸ τοῦ ἀλιτεῖν etc.

Etymologicum Magn. s. v. ἀλάστωρ —  — κατὰ μὲν Χρύσιππον τὸν φιλόσοφον ἐπὶ τοῦ ἁμαρτωλοῦ καὶ φονέως, ἀπὸ τῆς ἐλάσεως, ὁ ἄξιος τοῦ ἐλαύνεσθαι διὰ φόνον.

Etymologicum Orion. s. v. ἀγκών· —  — Χρύσιππος δὲ ἐγκών, ἀπὸ τοῦ ἐγκεῖσθαι τῷ ἑτέρῳ ὀστέῳ τὸ ἕτερον.

Etymologicum Magn. s. v. διδάσκω p. 272, 18. Ἡρωδιανὸς δὲ λέγει ὅτι Χρύσιππος φησὶ παρὰ τὸ ἀσκεῖν τὸ σημαῖνον τὸ διδάσκειν· τὶ ἀσκῶ, διασκῶ· καὶ ἐπενθέσει τοῦ δ διδάσκω.

Etymologicum Magn. s. v. παλαιστή p. 647, 34. Λέγεται σπιθαμὴ παρὰ τὸ ἀποσπασμὸν ποιεῖν, διὰ τὸν ἀποσπασμὸν τὸν ἀπὸ τοῦ μεγάλου δακτύλου, τοῦ ἀντίχειρος, πρὸς τὸ τοῦ μικροῦ ἄκρον. ὡς δὲ Χρύσιππος διὰ τὸ σπᾶσθαι τὴν ὅλην χεῖρα. Cf. Etymol. Gud. et Or. s. vv.

Etymologium Gud. s. v. βάναυσος —  — Χρύσιππος δὲ ἀπὸ τοῦ τεχνίτας (leg. τοῖς τεχνίταις) τὴν πρὸς τὸν βίον ἐγγίνεσθαι καὶ πορίζεσθαι . . . . (excidit substantivum).

Varro de lingua lat. VI 11. Aevum ab aetate omnium annorum; hinc aeviteruum, quod factum est aeteruum: quod Graeci αἰῶνα, id ait Chrysippus esse ἀεὶ ὅν.

Ammonius in Aristot. de interpr. p. 42, 30 Busse. περὶ τῆς κατ’ εὐθεῖαν γινομένης τῶν ὀνομάτων προφορᾶς εἴωθε παρὰ τοῖς παλαιοῖς ζητεῖσθαι, πότερον πτῶσιν αὐτὴν προσήκει καλεῖν ἢ οὐδαμῶς, ἀλλὰ ταύτην μὲν ὄνομα, ὡς κατ’ αὐτὴν ἑκάστου τῶν πραγμάτων ὀνομαζομένου, τὰς δὲ ἄλλας πτώσεις ὀνόματος ἀπὸ τοῦ μετασχηματισμοῦ τῆς εὐθείας γινομένας. τῆς μὲν οὖν δευτέρας προΐσταται δόξης ὁ Ἀριστοτέλης —  — τῆς δὲ προτέρας οἱ ἀπὸ τῆς Στοᾶς καὶ ὡς τούτοις ἀκολουθοῦντες οἱ τὴν γραμματικὴν μετιόντες τέχνην. λεγόντων δὲ πρὸς αὐτοὺς τῶν Περιπατητικῶν —  — τὴν εὐθεῖαν κατὰ τίνα λόγον πτῶσιν ὀνομάζειν δίκαιον, ὡς ἀπὸ τίνος πεσοῦσαν; —  — ἀποκρίνονται οἱ ἀπὸ τῆς Στοᾶς ὡς ἀπὸ τοῦ νοήματος τοῦ ἐν τῇ ψυχῇ καὶ αὕτη πέπτωκεν· ὃ γὰρ ἐν ἑαυτοῖς ἔχομεν τοῦ

Σωκράτους νόημα δηλῶσαι βουλόμενοι τὸ Σωκράτης ὄνομα προφερόμεθα· καθάπερ οὖν τὸ ἄνωθεν ἀφεθὲν γραφεῖον καὶ ὀρθὸν παγὲν πεπτωκέναι τε λέγεται καὶ τὴν πτῶσιν ὀρθὴν ἐσχηκέναι, τὸν αὐτὸν τρόπον καὶ τὴν εὐθεῖαν πεπτωκέναι μὲν ἀξιοῦμεν ἀπὸ τῆς ἐννοίας, ὀρθὴν δὲ εἶναι διὰ τὸ ἀρχέτυπον τῆς κατὰ τὴν ἐκφώνησιν προφορᾶς.

Scholia in Dionys. Thrac. Bekker Anecd. Gr. II p. 891. Τὸν ἐνεστῶτα οἱ Στωϊκοὶ ἐνεστῶτα παρατατικὸν ὁρίζονται ὅτι παρατείνεται καὶ εἰς μέλλοντα· ὁ γὰρ λέγων ποιῶ καὶ ὅτι ἐποίησέ τι ἐμφαίνει καὶ ὅτι ποιήσει.

Sextus adv. math. VIII 11. ἦν δὲ καὶ ἄλλη τις παρὰ τούτοις (scil. apud dogmaticos) διάστασις, καθ’ ἣν οἱ μὲν περὶ τῷ σημαινομένῳ τὸ ἀληθές τε καὶ ψεῦδος ὑπεστήσαντο, οἱ δὲ περὶ τῇ φωνῇ, οἱ δὲ περὶ τῇ κινήσει τῆς διανοίας. καὶ δὴ τῆς μὲν πρώτης δόξης προεστήκασιν οἱ ἀπὸ τῆς Στοᾶς, τρία φάμενοι συζυγεῖν ἀλλήλοις, τό τε σημαινόμενον καὶ τὸ σημαῖνον καὶ τὸ τυγχάνον, ὧν σημαῖνον μὲν εἶναι τὴν φωνήν, οἷον τὴν Δίων, σημαινόμενον δὲ αὐτὸ τὸ πρᾶγμα τὸ ὑπ’ αὐτῆς δηλούμενον καὶ οὗ ἡμεῖς μὲν ἀντιλαμβανόμεθα τῇ ἡμετέρᾳ παρυφισταμένου διανοίᾳ, οἱ δὲ βάρβαροι οὐκ ἐπαΐουσι καίπερ τῆς φωνῆς ἀκούοντες, τυγχάνον δὲ τὸ ἐκτὸς ὑποκείμενον, ὥσπερ αὐτὸς ὁ Δίων. τούτων δὲ δύο μὲν εἶναι σώματα, καθάπερ τὴν φωνὴν καὶ τὸ τυγχάνον, ἓν δὲ ἀσώματον, ὥσπερ τὸ σημαινόμενον πρᾶγμα, καὶ λεκτόν, ὅπερ ἀληθές τε γίνεται ἢ ψεῦδος. καὶ τοῦτο οὐ κοινῶς πᾶν, ἀλλὰ τὸ μὲν ἐλλιπὲς τὸ δὲ αὐτοτελές. καὶ τοῦ αὐτοτελοῦς τὸ καλούμενον ἀξίωμα, ὅπερ καὶ ὑπογράφοντές φασιν ἀξίωμά ἐστιν ὅ ἐστιν ἀληθὲς ἢ ψεῦδος.

Sextus adv. math. VIII 80. πᾶν τε λεκτὸν λέγεσθαι δεῖ, ὅθεν καὶ ταύτης ἔτυχε τῆς προσηγορίας. —  — λέγειν γάρ ἐστι, καθὼς αὐτοί φασιν οἱ ἀπὸ τῆς Στοᾶς, τὸ τὴν τοῦ νοουμένου πράγματος σημαντικὴν προφέρεσθαι φωνήν etc.

Ammonius in Aristot. de interpret. p. 17, 24. ὁ Ἀριστοτέλης διδάσκει διὰ τούτων, τίνα ἐστὶ τὰ προηγουμένως καὶ προσεχῶς ὑπ’ αὐτῶν σημαινόμενα (scil. ὑπὸ τῶν φωνῶν), καὶ ὅτι τὰ νοήματα, διὰ δὲ τούτων μέσων τὰ πράγματα, καὶ οὐδὲν ἕτερον δεῖ παρὰ ταῦτα ἐπινοεῖν μέσον τοῦ τε νοήματος καὶ τοῦ πράγματος, ὅπερ οἱ ἀπὸ τῆς Στοᾶς ὑποτιθέμενοι λεκτὸν ἠξίουν ὀνομάζειν.

Scholia in Hom. Iliad. B. 349. ψεῦδος: ἀντὶ τοῦ ψευδής. ταῦτα δὲ παρὰ τοῖς Στωϊκοῖς λεκτὰ καλεῖται τὰ πρὸς τὴν σημασίαν δι’ ἄλλων φερόμενα.

Sextus adv. math. XI 224. τὸ μὲν οὖν σῶμα οὐ διδάσκεται, καὶ μάλιστα κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς· λεκτὰ γάρ ἐστι τὰ διδασκόμενα, σῶμα δ’ οὐκ ἔστι τὰ λεκτά.

Plutarchus de Stoic. repugn. cp. 11 p. 1037 d. Αὐτοί γε μὴν λέγουσι, τοὺς ἀπαγορεύοντας ἄλλο μὲν λέγειν, ἄλλο δ’ ἀπαγορεύειν, ἄλλο δὲ προστάσσειν· ὁ γὰρ λέγων, Μὴ κλέψῃς, λέγει μὲν αὐτὸ τοῦτο, Μὴ κλέψῃς, ἀπαγορεύει δὲ ⟨κλέπτειν, προστάσσει δὲ⟩ μὴ κλέπτειν. Scripsit Chrysippus περὶ ἀποφατικῶν πρὸς Ἀρισταγόραν γʹ et περὶ τῶν κατὰ στέρησιν λεγομένων πρὸς Θέαρον αʹ. Locum περὶ ἐναντίων hic inserui, quia ad λεκτά secundum Stoicos pertinet omnis oppositio. Cf. n. 173: ὅλως δὲ ἐν τοῖς πράγμασι τὰ ἐναντία θεωρεῖται. Praemittenda duxi, quia ad ἐλλιπῆ et αὐτοτελῆ pertinent.

Simplicius in Aristot. categ. f. 98 Γ ed. Bas. ἀλλ’ ἐπειδὴ σαφηνείας ἔτυχεν ἡ τοῦ Ἀριστοτέλους λέξις, ἴδωμεν καὶ ὅσα τῷ τόπῳ προσεξεργάζονται οἱ κλεινότεροι τῶν ἐξηγητῶν. Τῶν γὰρ Στωϊκῶν μέγα φρονούντων ἐπὶ τῇ τῶν λογικῶν ἐξεργασίᾳ, ἔν τε τοῖς ἄλλοις καὶ ἐπὶ τῶν ἐναντίων, σπουδάζουσι δεικνύναι, ὅτι πάντων τὰς ἀφορμὰς ὁ Ἀριστοτέλης παρέσχεν ἐν ἑνὶ βιβλίῳ, ὅ περὶ ἀντικειμένων ἐπέγραψεν, ἐν ᾧ καὶ ἀποριῶν ἐστι πλῆθος ἀμήχανον, ὧν ὀλίγην ἐκεῖνοι μοῖραν παρέθεντο· καὶ τὰ μὲν ἄλλα ἐν εἰσαγωγῇ παρεμβαλεῖν οὐκ εὔλογον. ὅσα δὲ συμφώνως οἱ Στωϊκοὶ τῷ Ἀριστοτέλει διετάξαντο, ταῦτα ῥητέον. Ὅρου τοίνυν παλαιοῦ περὶ τῶν ἐναντίων καταβεβλημένου, οὗ καὶ ἔμπροσθεν ἐμνημονεύσαμεν, ὅτι ὅσα ἐστὶν ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διαφέρει, ἠθέτηκε τὸν ὅρον ὁ Ἀριστοτέλης ἐν τῷ περὶ τῶν ἀντικειμένων, πολυειδῶς βασανίσας αὐτόν. —  — Χρησαμένου δὲ ὅμως τῷ ὅρῳ τούτῳ ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ μετὰ τοῦ ἐπισημήνασθαι ὅτι παλαιὸς ὁ ὅρος, οἱ ἀπὸ τῆς Στοᾶς παραλαβόντες αὐτὸν ἐχρήσαντο, τὸ μὲν σαθρὸν αὐτοῦ παραδεικνύοντες, πειρώμενοι δὲ ὅμως λύειν τὰ δοκοῦντα ἄτοπα. —  — τούτοις οὖν οἱ ἀπὸ τῆς Στοᾶς ἐχρήσαντο πᾶσιν καὶ ⟨ἐν⟩ τοῖς ἄλλοις διορισμοῖς τοῖς περὶ τῶν ἐναντίων Ἀριστοτέλει κατὰ πόδας ἠκολούθησαν, ἐκείνου τὰς ἀφορμὰς αὐτοῖς δεδωκότος ἐν τῷ περὶ τῶν ἀντικειμένων συγγράμματι ἃς ἐξειργάσαντο ἐν τοῖς αὑτῶν βιβλίοις.

Simplicius in Aristot. categ. f. 98 E. ed. Bas. καὶ γὰρ καὶ τὰς ἕξεις ἐναντίας ὑπέλαβον, ὡς ἐκεῖνος (scil. Aristoteles), οἷον φρόνησιν ἀφροσύνην, καὶ τὰ κατηγορήματα, ὥσπερ τὸ φρονεῖν καὶ

ἀφραίνεῖν, καὶ τὰς μεσότητας, οἷον τὸ φρονίμως ἢ ἀφρόνως. τοὺς μέντοι ποιοὺς καὶ πῶς ἔχοντας οὐκέτι ὑπέλαβον ἐναντίους, ἀλλ’ ἐναντίως ἔχειν, καὶ ⟨οὐ⟩ τοῦτον τούτ{v ἀλλ’ ἀμέσως τὸν φρόνιμον τῷ ἄφρονι λέγουσιν. ἐὰν δέ ποτε καὶ λέγωμεν τοῦτον τούτῳ ἐναντίον εἶναι, ἐπὶ τὰ ἄμεσα ⟨βλέποντες⟩ ποιούμεθα τὴν σημασίαν, ὥς φασι. κυριώτατα μὲν οὖν ἐπὶ τῶν ἕξεων καὶ τῶν σχέσεων καὶ τῶν ἐνεργειῶν καὶ τῶν τούτοις παραπλησίων ἡ ἐναντίωσις θεωρεῖται. δεύτερον δὲ ὡς ἐναντία λέγεται τὰ κατηγορήματα καὶ τὰ κατηγορούμενά πως ἐκείνοις. προσάγει δὲ ἀμῶς γέ πως πρὸς τὰ ἐναντία καὶ τὸ φρονίμως καὶ ἀφρόνως. ὅλως δὲ ἐν τοῖς πράγμασι τὰ ἐναντία θεωρεῖται, καὶ ἡ φρόνησις τῇ ἀφροσύνῃ ἀμέσως οὕτως ἐναντία λέγεται, οὐχ ἥδε τῇδε· τοιαύτης δὲ οὔσης τῆς Στωϊκης διδασκαλίας, ἴδωμεν πῶς αὐτὴν ἀπὸ τῆς Ἀριστοτέλους παραδόσεως παρεσπάσαντο.

Simplicius in Aristot. categ. f. 98 Z. ed. Bas. ὄντος δὲ δυνατοῦ τὸ αὐτὸ καὶ κατ’ ἀσύνθετον φωνὴν εἰπεῖν, οἷον φρόνησιν ἀφροσύνην, καὶ δι’ ὅρου, οἷον ἐπιστήμην ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων καὶ τὴν ἀφροσύνην ἄγνοιαν τῶν αὐτῶν, ζητοῦσι πότερόν ἐστι τὰ κατὰ τὰ ἁπλᾶ μόνον ἢ ⟨καὶ τὰ⟩ κατὰ τοὺς ὅρους ⟨ἐναντία⟩· καὶ ὅ γε Χρύσιππος ἐφίστησι, μήποτε τὰ προσηγορικὰ καὶ ἁπλᾶ μόνον ἐστὶν ἐναντία, τὰ δὲ οὐκ ἔστι. πολλὰ γὰρ ἐν τούτοις συμπεριλαμβάνομεν καὶ μετὰ ἄρθρων καὶ μετὰ συνδέσμων καὶ ἄλλων δὲ μορίων ἐξηγητικῶν ⟨προφέρομεν⟩ ὧν ἕκαστον εἰς τὸν τῶν ἐναντίων λόγον ἀλλοτρίως ἂν παραλαμβάνοιτο· διὸ τὴν μὲν φρόνησιν τῇ ἀφροσύνῃ φησὶν εἶναι ἐναντίον, τὸν δὲ ὅρον τῷ ὅρῳ οὐκέτι ὁμοειδῶς ἐναντίον εἶναί φησιν ἐπ’ ἐκεῖνα δὲ ποιούμενοι τὴν ἀναφορὰν καὶ τοὺς ὅρους κατὰ συζυγίαν ἀντιτιθέασι.