Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Galenus in Hippocr. de med. officina Vol. XVIII B p. 649 K. τῶν αἰσθήσεων ἁπάσαις τὴν γνώμην ἐφεξῆς ἔταξεν, ὅπερ ἐστὶ τὴν διάνοιαν, ἥν τε καὶ νοῦν καὶ φρένα καὶ λόγον κοινῶς οἱ ἄνθρωποι καλοῦσιν. ἐπεὶ δὲ καὶ τῶν κατὰ φωνὴν ἐστί τις λόγος, ἀφορίζοντες οὖν τοῦτον τὸν προειρημένον λόγον οἱ φιλόσοφοι καλοῦσιν ἐνδιάθετον, ᾧ λόγῳ τά τε ἀκόλουθα καὶ τὰ μαχόμενα γιγνώσκομεν, οἷς ἐμπεριέχεται καὶ διαίρεσις καὶ σύνθεσις καὶ ἀνάλυσις καὶ ἀπέδειξις. Sextus adv. math. VIII 275. φασὶν ὅτι ἄνθρωπος οὐχὶ τῷ προφορικῷ λόγῳ διαφέρει τῶν ἀλόγων ζῴων (καὶ γὰρ κόρακες καὶ ψιττακοὶ καὶ κίτται ἐνάρθρους προφέρονται φωνάς) ἀλλὰ τῷ ἐνδιαθέτῳ, οὐδὲ τῇ ἁπλῇ μόνον φαντασίᾳ —  — ἀλλὰ τῇ μεταβατικῇ καὶ συνθετικῇ. διόπερ ἀκολουθίας ἔννοιαν ἔχων εὐθὺς καὶ σημείου νόησιν λαμβάνει διὰ τὴν ἀκολουθίαν. Quae hic collacavi supplentur Diogenis Babylonii fragmentis περὶ φωνῆς quae in Vol. III edentur. Cf. Vol. I n. 74. 485.

Diocles Magnes apud Diog. Laërt. VII 55. τῆς δὲ διαλεκτικῆς θεωρίας συμφώνως δοκεῖ τοῖς πλείστοις ἀπὸ τοῦ περὶ τῆς φωνῆς ἐνάρχεσθαι τόπου.

Scholia Hesiod. Theog. v. 266. Ἶρις δὲ ὁ προφορικὸς λόγος ἀπὸ τοῦ εἴρω τὸ λέγω.

Origenes contra Celsum II 72 Vol. I p. 194, 13 Kö. (p. 441 Delarue). οὐδέπω δὲ λέγω ὅτι οὐ πάντως ἐστίν ἀὴρ πεπληγμένος ἢ πληγὴ ἀέρος ἢ ὅτι ποτὲ λέγεται ἐν τοῖς περὶ φωνῆς ἡ ἀναγραφομένη φωνὴ τοῦ θεοῦ. Cf. id. VI 62 (p. 680 Del.) Vol. II p. 132, 16 Kö.

Scholia Arati v. 1. οἱ γὰρ Στωϊκοὶ ὑποτίθενται, μᾶλλον δὲ πάντες οἱ ὅρον φωνῆς γράψαντες πεπληγμένον ταύτην ἀέρα καλοῦσιν.

Diogenes Laërt. VII 55. καὶ σῶμα δ’ ἐστὶν ἡ φωνή, κατὰ τοὺς Στωϊκούς, ὥς φησιν Ἀρχέδημός τε ἐν τῇ περὶ φωνῆς καὶ

Διογενῆς καὶ Ἀντίπατρος καὶ Χρύσιππος ἐν τῇ δευτέρᾳ τῶν φυσικῶν. πᾶν γὰρ τὸ ποιοῦν σῶμά ἐστιν· ποιεῖ δὲ ἡ φωνὴ προσιοῦσα τοῖς ἀκουόυσιν ἀπὸ τῶν φωνούντων.

Gellius Noct. Att. V 15. Sed vocem Stoici corpus esse contendunt eamque esse dicunt ictum aëra.

Servius ad Verg. Aeneid. II 488. Ferit clamor: secundum philosophos physicos, qui dicunt, vocem corpus esse.

Varro de lingua lat. VI 56. Loqui ab loco dictum, quod qui primo dicitur iam fari, vocabula et reliqua verba dicit, ante quam suo quisque loco ea dicere potest. Hunc Chrysippus negat loqui, sed ut loqui: quare ut imago hominis non sit homo, sic in corvis, cornicibus, pueris primitus incipientibus fari, verba nom esse verba, quod non loquantur.

Galenus in Hippocr. de humoribus lib. I. Vol. XVI p. 204 K. οὐ ταὐτὸν δέ ἐστι φωνὴ καὶ διάλεκτος καὶ αὐδή, ἀλλ’ ἡ μὲν φωνὴ ἔργον ἐστὶ τῶν φωνητικῶν ὀργάνων, ἡ διάλεκτος δὲ τῶν διαλεκτικῶν, ὧν τὸ μὲν πρῶτόν ἐστιν ἡ γλῶττα, ἔπειτα δὲ ἡ ῥὶς καὶ τὰ χείλη καὶ οἱ ὀδόντες. φωνητικὰ δὲ ὄργανά ἐστι λάρυγξ καὶ οἱ κινοῦντες αὐτὸν μύες καὶ νεῦρα, ὅσα τὴν ἐξ ἐγκεφάλου παρακομίζει τούτοις δύναμιν. αὐδὴν δὲ οὔτε πᾶν τὸ τῆς ἀκοῆς ἴδιον αἰσθητὸν οἱ παλαιοὶ ἐκάλουν, οὔτε ἐκεῖνο μόνον, ὃ διὰ στόματος ἐκπέμπεται, ἐν ᾧ περιέχεται καὶ τὸ κλάειν καὶ τὸ συρίττειν καὶ οἰμώζειν καὶ βήττειν καὶ ὅσα τοιαῦτα, μόνην δὲ τὴν ἀνθρώπου φωνήν, καθ’ ἣν διαλεγόμεθα πρὸς ἀλλήλους, αὐδὴν ὠνόμαζον. Idem in Hippocr. Epidem. III Comment. III Vol. XVII 1 p. 757 K. iisdem verbis utitur inde ab αὐδὴν δὲ οὔτε - ὠνόμαζον. Pergit: οὕτω γοῦν καὶ ὁ ποιητής, ἡνίκα ἐποίησε τοῖς ἰδίοις ἵπποις διαλεγόμενον τὸν Ἀχιλλέα, τηνικαῦτά φησι τὸν ἕτερον αὐτῶν ἀμείψασθαι λόγοις χρησάμενον ἀνθρωπίνῃ διαλέκτῳ. Ἀὐδήεντα, γάρ φησιν, ἔθηκε θεὰ λευκώλενος Ἥρη (Τ 407). οὐχ ὡς ἄφωνον ὄντα πρότερον οὐδ’ ὡς οὐκ ἔχοντα τὴν κοινὴν τῶν ἵππων φωνήν, ἀλλ’ ὡς οὐκ ὀνομαζομένην αὐδὴν ἐκείνην. οὕτως οὖν καὶ θεὸν αὐδήεσσαν εἴρηκε τὴν ἀνθρωπίνῃ διαλέκτῳ χρωμένην, ὅτι καὶ αὐτὴν ἀνθρωποειδῆ φασιν εἶναι, μὴ πάντων τῶν θεῶν τοιούτων ὑπαρχόντων. ἐναργῶς γοῦν ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων ἀποκεχώρηκε πάμπολυ τῆς τῶν ἀνθρώπων ἰδέας.

Philo quaest. et solut. in Genesin IV 117 (p. 336 Aucher). (intellectum, sensus, Corpus comparat cum vocalibus, semivocalibus, consonantibus).

Origenes contra Celsum I, 24 (p. 341 Delarue) Vol. I p. 74, 10 Kö. ἐμπίπτει εἰς τὸ προκείμενον λόγος βαθὺς καὶ ἀπόῤῥητος, ὁ περὶ φύσεως ὀνομάτων, πότερον, ὡς οἴεται Ἀριστοτέλης, θέσει ἐστὶ τὰ ὀνόματα ἢ, ὡς νομίζουσιν οἱ ἀπὸ τῆς Στοᾶς, φύσει, μιμουμένων τῶν πρώτων φωνῶν τὰ πράγματα, καθ’ ὧν τὰ ὀνόματα, καθὸ καὶ στοιχεῖά τινα τῆς ἐτυμολογίας εἰσάγουσιν.

Diocles Magnes apud Diog. Laërt. VII 57. τοῦ δὲ λόγου

ἐστὶ μέρη πέντε, ὥς φησι Διογένης —  — καὶ Χρύσιππος· ὄνομα, προσηγορία, ῥῆμα, σύνδεσμος, ἄρθρον.

Galenus de Hipp. et Plat. plac. VIII 3 (232. 673 M.). τὸ αἰσθητὸν τουτὶ πῦρ ἀθρόον ἄθροισμα νομίζει σμικρῶν εἶναι σωμάτων, τὸ σχῆμα πάντων ἐχόντων πυραμίδος. ἐκείνων οὖν ἕκαστον στοιχεῖον εἶναί φησι τοῦ πυρός (sc. Plato), ὡς εἰ καὶ τοῦ τῶν πυρῶν σωροῦ στοιχεῖον ἔλεγεν εἶναί τις ἕκαστον τῶν πυρῶν. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ τῆς φωνῆς στοιχεῖα γεννᾶν πρῶτον μὲν τὰς συλλαβάς, εἶτα ἐξ αὐτῶν γεννᾶσθαι τό τε ὄνομα καὶ τὸ ῥῆμα καὶ τὴν πρόθεσιν ἄρθρον τε καὶ σύνδεσμον, ἃ πάλιν ὁ Χρύσιππος ὀνομάζει τοῦ λόγου στοιχεῖα.

Galenus de differentia pulsuum III 4 Vol. VIII p. 662. ἀλλὰ καὶ τὸ βλίτυρι, φασὶ, καὶ τὸ σκινδαψὸς ἄσημα παντελῶς ἐστι. —  — τί ληρεῖς, ἄνθρωπε, ἑκών; καὶ γὰρ τὸ βλίτυρι κροῦμά τι δηλοῖ καὶ τὸ σκινδαψὸς οὐκ οἰκέτου μόνον, ἀλλὰ καὶ ὀργάνου τινός ἐστιν ὄνομα. Cf. Diog. Laërt. VII 57 (Diogenes Babylonius).

Simplicius in Aristot. categ. f. 8 Z. ed. Bas. Οἰκειοτέρως δὲ ὁ Ἀριστοτέλης συνώνυμα κέκληκε τὰ σὺν τῷ ὀνόματι καὶ τὸν ὁρισμὸν ἔχοντα τὸν αὐτὸν ἤπερ οἱ Στωϊκοὶ τὰ πολλὰ ἄμα ἔχοντα ὀνόματα, ὡς Πάρις καὶ Ἀλέξανδρος ὁ αὐτός, καὶ ἀπλῶς τὰ πολυώνημα λεγόμενα.

Varro de lingua lat. IX 1 . . . nesciunt docere quam discere quae ignorant, in quo fuit Crates, nobilis grammaticus, qui fretus Chrysippo, homine acutissimo, qui reliquit περὶ ἀνωμαλίας III libros, contra analogiam atque Aristarchum est nixus, sed ita, ut scripta indicant eius, ut neutrius videatur pervidisse voluntatem, quod et Chrysippus, de naequabilitate cum scribit sermonis, propositum habet ostendere similes res dissimilibus verbis et dissimiles similibus esse vocabulis notatas, id quod est verum etc.

Gellius N. A. XI 12. Chrysippus ait, omne verbum ambiguum natura esse, quoniam ex eodem duo vel plura accipi possunt, Diodorus autem, cui Crono cognomentum fuit nullum, inquit, verbum est ambiguum, nec quisquam ambiguum dicit aut sentit, nec aliud dici videri debet, quam quod se dicere sentit is, qui dicit etc.

Galenus de sophismatis ex elocutione 4. Vol. XIV p. 595 K. Εἴρηται δέ τινα καὶ τοῖς Στωϊκοῖς περὶ τούτων, ⟨ἃ κατὰ⟩ μέρος δίκαιον ἐπελθοῦσιν ἰδεῖν, εἴ τις ἔξω πίπτει τρόπος τῶν εἰρημένων. εἴη γὰρ ⟨ἄν⟩ ἐπαγωγ⟨ικ⟩ή τις αὕτη πίστις· καὶ δίκαιον ἄλλως, μηδεμίαν

δόξαν ἀνδρῶν εὐδοκίμων πάρεργον τίθεσθαι. Τὸν μὲν οὖν τῆς ἀμφιβολίας ὅρον, εἰ καὶ πρὸς πολλὰ τῶν ἡμετέρων μάχεσθαι δοκεῖ, τό γε νῦν ἐατέον· ἑτέρας γὰρ καὶ ὑπὲρ τούτων σκοπεῖν πραγματείας ἐστί· τὰς δὲ διαφορὰς τῶν λεγομένων ἀμφιβολιῶν αὐτὰς ληπτέον. Εἰσὶ γε πρὸς τῶν χαριεστέρων λεγόμεναι τὸν ἀριθμὸν ὀκτώ· μία μὲν ἣν κοινὴν ὀνομάζουσι τοῦ τε εἰρημένου καὶ τοῦ διαιρετοῦ, οἵα ἐστὶν ἡ αὐλητρὶς πεσοῦσα· κοινὴ γὰρ αὕτη τοῦ τε αὐλητρὶς ὀνόματος καὶ τοῦ εἰρημένου. δευτέρα δὲ παρὰ τὴν ἐν τοῖς ἁπλοῖς ⟨ὁμωνυμίαν⟩, οἷον 'ἀνδρεῖοςʼ. ἢ γὰρ χιτὼν ἢ ἄνθρωπος. τρίτη δὲ παρὰ τὴν ἐν τοῖς συνθέτοις ὁμωνυμίαν, οἷον ἄνθρωπός ἐστιν. ἀμφίβολος γὰρ ὁ λόγος, εἴτε τὴν οὐσίαν εἴτε τὴν πτῶσιν εἶναι σημαίνει. τετάρτη δέ ἐστι παρὰ τὴν ἔλλειψιν, ὡς ὅ ἐστί σου· καὶ γὰρ ἐλλείπει τὸ διὰ μέσον, οἷον δεσπότου ἢ πατρός. πέμπτη δὲ παρὰ τὸν πλεονασμόν, ὥσπερ ἡ τοιαύτη ἀπηγόρευσεν αὐτῷ μὴ πλεῖν. τὸ γὰρ μὴ προσκείμενον ἀμφίδοξον ποιεῖ τὸ πᾶν εἴτε τὸ πλεῖν ἀπηγόρευσεν εἴτε τὸ μὴ πλεῖν. ἕκτην φασὶν εἶναι τὴν μὴ διασαφοῦσαν τί μετὰ τίνος ἄσημον μόριον τέτακται, ὡς ἐν τῷ (Il. 382) καὶ νύ κεν ἢ παρέλασσεν. τὸ γὰρ στοιχεῖον ** ἂν μὴ ** γένοιτο διαζευκτικόν. ἐβδόμη δέ ἐστιν ἡ μὴ δηλοῦσα τί μετὰ τίνος τέτακται σημαντικὸν μόριον. ὡς ἐν τῷ πεντήκοντ’ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς. ὀγδόη ἡ μὴ δηλοῦσα τί ἐπὶ τί ἀναφέρεται, ὡς ἐν τῷ Δίων Θέων ἐστίν. ἄδηλον γάρ ἐστιν εἴτε ἐπὶ τὴν ἀμφοτέρων ὕπαρξιν ἀναφέρεται, εἴτε ἐπὶ τοιοῦτον, οἷον ὁ Δίων Θέων ἐστίν ἢ πάλιν. - Οἱ μὲν δὴ τρόποι πρὸς τῶν χαριεστέρων οὗτοι κατηρίθμηνται-τὸ δ’ ἀμέθοδόν τε καὶ ἄτεχνον πρόδηλον (quod pluribus ostendit Galenus).

Varro de lingua lat. VI 1. In hoc dicam de vocabulis temporum et earum rerum quae in agendo fiunt aut dicuntur cum tempore aliquo ut sedetur, ambulatur, loquantur; atque si quae erunt ex diverso genera adiuncta, potius cognationi verborum quam auditori columnianti geremus morem. Huius rei auctor satis mihi Chrysippus et Antipater . . . . . qui ommes verba ex verbis ita declinari scribunt, ut verba litteras alia assumant, alia mittant, alia commutent etc.