Batrachomyomachia

Batrachomyomachia

Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.

  • κοσμοῦντες χύτρας ἀρτύμασι παντοδαποῖσιν.
  • [*](19 ποτʼ ἐγείνατο j L1 L7 20 ὄχθαις g h A2 L1 L7 O2 V5 V11 : ὄχθας (ss. ι) S2 ὠκεανοῖο L1L7L8S2, cf. Π 151 21 δʼὁρῶ] βλέπω a- c d A4L5 L6 P1 P4 V7 Vi1 ἔξοχον ἄλκιμον a b- c d f L1 L9 P1 P4 Vi1 22, 23 om. a b c 23 ἑὴν sc. tuam ut Hes. Opp. 381 24 ἠμείβετο h j k l i- Li V5 V6 25 δῆλον δʼ ἐν ἅπασιν vulg.: δῆλόν τʼ ἐν a- A1 L6 P1 P4 Vi1 : γʼ ἐν Li : φίλε δῆλον ἅπασιν h j k i- 1-: τὸ δʼἄσημον 26 om. a b c L3 L4 R1 V10 τε alterum om. f g h A2J LiP1 P4V4 ὀλυμπίοις pro οὐρανίοις g A2 A5 L9 P2 27 μὲν om. A2 S1 U3 ἐγὼ om. L8 S2 28 ἡ δέ μοι h-1-A10 J L1 L8 P1 S2 V5 29 λειχιμύλη c d f b- A10 L9 Li P1 S1 Vi1 30 ἔρριψε νέμεσθαι O2 δόμοις P8 32 ποιεῖ 1A2 B1 J O2 P1 34 οὔτι hi- O2 V5 35 ita h j k 1 J L7 O2 V5 δυσ(δισ)κοπάνιστος cet. 36 τανύπλεκτος h- J V3 V5 πολλὴν σισ(σησ)αμίδα h ijk lL6O2 S1 U3 37 εἵματα pro ἥπατα g h e A2] 38 ante 37 hab. O2 40 θοίνην h j 1 B1 JL1L2L7L8 S2V5)
    170
  • οὐ τρώγω ῥαφάνους, οὐ κράμβας, οὐ κολοκύντας,
  • οὐ σεύτλοις χλωροῖς ἐπιβόσκομαι, οὐδὲ σελίνοις·
  • ταῦτα γὰρ ὑμέτερʼ ἐστὶν ἐδέσματα τῶν κατὰ λίμνην.
  • Πρὸς τάδε μειδήσας Φυσίγναθος ἀντίον ηὔδα·
  • ξεῖνε λίην αὐχεῖς ἐπὶ γαστέρι· ἔστι καὶ ἡμῖν
  • πολλὰ μάλʼ ἐν λίμνῃ καὶ ἐπὶ χθονὶ θαύματʼ ἰδέσθαι.
  • ἀμφίβιον γὰρ ἔδωκε νομὴν βατράχοισι Κρονίων,
  • σκιρτῆσαι κατὰ γαῖαν, ἐν ὕδασι σῶμα καλύψαι,
  • στοιχείοις διττοῖς μεμερισμένα δώματα ναίειν.
  • εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι εὐχερές ἐστι·
  • βαῖνέ μοι ἐν νώτοισι, κράτει δέ με μήποτʼ ὀλίσθῃς,
  • οὐδέποτε πτολέμοιο κακὴν ἀπέφυγον ἀϋτήν,
  • ἀλλʼ εὐθὺς μετὰ μῶλον ἰὼν προμάχοισιν ἐμίχθην.
  • ἄνθρωπον οὐ δέδια καί περ μέγα σῶμα φοροῦντα,
  • ἀλλʼ ἐπὶ λέκτρον ἰὼν ἄκρον δάκτυλον δάκνω,
  • καὶ πτέρνης λαβόμην, καὶ οὐ πόνος ἵκανεν ἄνδρα,
  • νήδυμος οὐκ ἀπέφυγεν ὕπνος δάκνοντος ἐμεῖο.
  • ἀλλὰ δύω μάλα πάντα τὰ δείδια πᾶσαν ἐπʼ αἶαν,
  • κίρκον καὶ γαλέην, οἵ μοι μέγα πένθος ἄγουσιν,