Batrachomyomachia
Batrachomyomachia
Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.
καὶ παγίδα στονόεσσαν, ὅπου δολόεις πέλε πότμος· πλεῖστον δὴ γαλέην περιδείδια, ἥ τις ἀρίστη,ἣ καὶ τρωγλοδύνοντα κατὰ τρώγλην ἐρεείνει.[*](42-52 om. a b c d: prosodia Byzantina 42 ποτʼ ἐκ πολέμοιο codd. praeter lA10 B1 L6 P1 P4 ἐξέφυγον A10 L6 P1 P4 44 δείδια fg- L9: οὐ δέδι᾿ ἄνθρωπον U5 edd. pr. σῶμα μέγα k h- A10 J Li R1 V5 45 καταδάκνω f L7 ss. ed. pr. 47 ἀπέφευγεν L5 48 τρία A8 πάν- τα τὰ] τὰ om. f- A8 A10 B1 J L9 Li S1: πάντων g- L5 P1 50 πέλει g- Bm4 J V5: τέλετο Vi1 52 τρωγλοδίτην Vi1 τρωγλῶν L6 P1 53 ῥαφάνους a h k- l A5 A7A10 J L1 M2 P2 V5: -ας cet. κράμβυας hk-V5 κολοκύνθας a (-O2) A1 A5A8 a10 B1 Bm3 J L6 L9 Li P3 P4 54 οὐ jli- A1 A2 A10 L8P9 PaI. S2 V3 V5: οὐδὲ cet. σεύτλοις L8S2 : τεύτλοις j l L1L7 V3: πράσ(σ)οις cet. πράσων χλωρῶν . . . σελίνων O2 55 ὑμῶν j l L1 L7 L8 S2 V5 56 τάδε] ταῦτα c A5 L6 L6 Li O2 P4R1 Vi1 ταῦτα δὲ μειδήσας Vi3 marg. μειδιάσας Li P3 U3 ὁ φυσίγναθος Li Vi1 57 δέχʼ ἡμῖο O 58 μάλʼ] καὶ h klL1O2 V5 γὰρ A1 A2 P8 Pal. R1 : μὲν P ἐπὶ] ἐν lL1L7L8S2 59 νομὴν] χωὴν ba (- Ο2) A10 B1 B2 J L6 P3 P4 V6 60 γῆν j H2: γᾶν A10 καὶ ἐφʼ codd. praeter k l- A3A4 H2 L1 L7 O2 V5 ἐν a h k l A1 L1 L6 P1 R1 V5 ὕδατι j P5 P8 S1 U3 V6 61 om. l j-A6 L1 L7 O2 S2 διττοῖς] δυσὶν Bm4 L5 Li O1 S1 Vi3 σώματα L8 P8V5 63 βαῖνέ μοι] αἴρω σʼ)171
ὅππως γηθόσυνος τὸν ἐμὸν δόμον εἰσαφίκηαι.Ὣς ἄρʼ ἔφη καὶ νῶτʼ ἐδίδου· ὁ δʼ ἔβαινε τάχιστα χεῖρας ἔχων τρυφεροῖο κατʼ αὐχένος ἅμματι κούφῳ.καὶ τὸ πρῶτον ἔχαιρεν ὅτʼ ἔβλεπε γείτονας ὅρμους,νήξει τερπόμενος Φυσιγνάθου· ἀλλʼ ὅτε δή ῥακύμασι πορφυρέοισιν ἐκλύζετο πολλὰ δακρύωνἄχρηστον μετάνοιαν ἐμέμφετο, τίλλε δὲ χαίτας, καὶ πόδας ἔσφιγγεν κατὰ γαστέρος, ἐν δέ οἱ ἦτορπάλλετʼ ἀηθείῃ καὶ ἐπὶ χθόνα βούλεθʼ ἱκέσθαι·δεινὰ δʼ ὑπεστενάχιζε φόβου κρυόεντος ἀνάγκῃ.οὐρὴν μὲν πρῶτʼ ἔπλασʼ ἐφʼ ὕδασιν ἠΰτε κώπηνσύρων, εὐχόμενος δὲ θεοῖς ἐπὶ γαῖαν ἱκέσθαι ὕδασι πορφυρέοισιν ἐκλύζετο, πολλὰ δʼ ἐβώστρει·καὶ τοῖον φάτο μῦθον ἀπὸ στόματός τʼ ἀγόρευσεν·Οὐχ οὕτω νώτοισιν ἐβάστασε φόρτον ἔρωτοςταῦρος ὅτʼ Εὐρώπην διὰ κύματος ἦγʼ ἐπὶ Κρήτηνὡς μῦν ἁπλώσας ἐπινώτιον ἦγεν ἐς οἶκον