Batrachomyomachia
Batrachomyomachia
Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.
καὶ σὲ δʼ ὁρῶ καλόν τε καὶ ἄλκιμον ἔξοχον ἄλλων,σκηπτοῦχον βασιλῆα καὶ ἐν πολέμοισι μαχητὴνἔμμεναι· ἀλλʼ ἄγε θᾶσσον ἑὴν γενεὴν ἀγόρευε.Τὸν δʼ αὖ Ψιχάρπαξ ἀπαμείβετο φώνησέν τε·τίπτε γένος τοὐμὸν ζητεῖς; δῆλον δʼ ἐν ἅπασιν ἀνθρώποις τε θεοῖς τε καὶ οὐρανίοις πετεηνοῖς.Ψιχάρπαξ μὲν ἐγὼ κικλήσκομαι· εἰμὶ δὲ κοῦροςΤρωξάρταο πατρὸς μεγαλήτορος· ἡ δέ νυ μήτηρΛειχομύλη, θυγάτηρ Πτερνοτρώκτου βασιλῆος.γείνατο δʼ ἐν καλύβῃ με καὶ ἐξεθρέψατο βρωτοῖς, σύκοις καὶ καρύοις καὶ ἐδέσμασι παντοδαποῖσιν.πῶς δὲ φίλον ποιῇ με, τὸν ἐς φύσιν οὐδὲν ὁμοῖον;σοὶ μὲν γὰρ βίος ἐστὶν ἐν ὕδασιν· αὐτὰρ ἔμοιγεὅσσα παρʼ ἀνθρώποις τρώγειν ἔθος· οὐδέ με λήθειἄρτος τρισκοπάνιστος ἀπʼ εὐκύκλου κανέοιο, οὐδὲ πλακοῦς τανύπεπλος ἔχων πολὺ σησαμότυρον,οὐ τόμος ἐκ πτέρνης, οὐχ ἥπατα λευκοχίτωνα,οὐ τυρὸς νεόπηκτος ἀπὸ γλυκεροῖο γάλακτος,οὐ χρηστὸν μελίτωμα, τὸ καὶ μάκαρες ποθέουσιν,οὐδʼ ὅσα πρὸς θοίνας μερόπων τεύχουσι μάγειροι,