Batrachomyomachia

Batrachomyomachia

Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.

  • κινείσθω· οὕτω γὰρ ἁλώσεται ὅς τις ἄριστος,
  • ὥς ποτε καὶ Καπανῆα κατέκτανες ὄβριμον ἄνδρα
  • καὶ μέγαν Ἐγκελάδοντα καὶ ἄγρια φῦλα Γιγάντων.
  • Ὣς ἄρʼ ἔφη· Κρονίδης δὲ βαλὼν ἀργῆτα κεραυνὸν
  • πρῶτα μὲν ἐβρόντησα, μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.
  • πάντας μέν ῥʼ ἐφόβησε βαλὼν βατράχους τε μύας τε·
  • ἀλλʼ οὐδʼ ὣς ἀπέληγε μυῶν στρατός, ἀλλʼ ἔτι μᾶλλον
  • ἔλπετο πορθήσειν βατράχων γένος αἰχμητάων,
  • κινείσθω τιτανοκτόνον ὀβριμοεργόν
  • Τιτᾶνας πέφνες ἄριστους ἔξοχα πάντων
  • αὐτὰρ ἔπειτα κεραυνὸν δειμαλέον διὸς ὅπλον
  • ἧκʼ ἐπιδινήσας· ὁ δʼ ἄρʼ ἔπτατο χειρὸς ἄνακτος